1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

τε τόκον τε. ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ· πλῆντο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν ἀγρομένων· πολλοὶ γὰρ ἐθηήσαντο ἰδόντες ἀλλήλους τ' εἴροντο, τίς εἴη καὶ πόθεν ἔλθοι· καὶ γὰρ θαῦμ' ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ παῖς ἔμμεναι, ἀλλὰ θεοῖο, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. τοῦ μὲν ἄρ' υἱὸς ἐπῆλθε, θεοκλύμενος δ' ὄνομ' ἦεν· εἵλετο δὲ σκῆπτρον πατρώιον, ἄφθιτον αἰεί. τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ, κύσσε δέ οἱ κεφαλὴν καὶ ἄμφω φάεα καλά, ἤυσεν δὲ διαπρύσιον, μερόπεσσι γεγωνώς· «ἐγγὺς ἀνήρ-οὐ δηθὰ ματεύσομεν-, αἴ κ' ἐθέλητε ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν· οὐδὲ γὰρ οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν. ἀρνειῷ μιν ἔγωγε ἐίσκω πηγεσιμάλλῳ· ἀρνειὸς γὰρ ἔην, μήλων ὄχ' ἄριστος ἁπάντων. αὐτὸς δ', αἴ κ' ἐθέλῃσ', ἰήσεται, οὐδέ τις ἄλλος.» ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος ἠδὲ προσηύδα· «ὦ φίλ', ἐπεὶ νόστησας ἐελδομένοισι μάλ' ἡμῖν, πολλὰ μάλ' εὐχομένοισι καὶ ἐλπομένοισιν ἰδέσθαι, οὖλέ τε καὶ μέγα χαῖρε· θεὸς δέ τοι ὄλβια δοίη πάντα μάλ', ὅσσ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.» οἱ δ' ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ' ἐσάντα, δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι, χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντο ἕκαστος. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐυρρεῖος ποταμοῖο, ἧχι Κύδωνες ἔναιον Ἰορδάνου ἀμφὶ ῥέεθρα, ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησιν· ἔγνω δὲ προρέοντα, καὶ εὔξατο ὃν κατὰ θυμὸν καί μιν ἄπο προφέρων λοῦσεν ποταμοῖο ῥοῇσιν Φειᾶς πὰρ τείχεσσιν, Ἰορδάνου ἀμφὶ ῥέεθρα, χρῖσεν δ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσεν, ἐς ποταμόν, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος· αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκεν. καὶ τὸν μὲν κῆρυξ, ὀλίγον προγενέστερος αὐτοῦ, πολλὸν ἄπο προφέρων λοῦσεν ποταμοῖο ῥοῇσιν. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ, ἀμφὶ δὲ εἵματα ἕσσαθ', ἅ οἱ πόρε παρθένος ἀδμής, ἀμβροσίῳ δ' ἑανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν, εὔχετο, χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα. ὕψι δ' ὑπὲρ νεφέων ἴδετο τρήρωνα πέλειαν μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος, ἥ οἱ ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν. ἀμφὶ δὲ εἵματα ἕσσαθ', ἅ οἱ πόρε παρθένος ἀδμής. αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθών· ἄψορρον δ' ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, λαοὶ ἕπονθ', ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα, ἀσπάσιοι προτὶ ἄστυ. πόλις δ' ἔμπλητο ἀλέντων, τετρήχει δ' ἀγορή, ὑπὸ δὲ στοναχίζετο γαῖα· ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων. καί τε πόλεις ἐσάωσε, μάλιστα δέ κ' αὐτὸς ἀνέγνω τιμήν, ἥτ' ἄλλων περ ἐπιγνάμπτει φρένας ἐσθλῶν. οἷος δὴ πραπίδεσσιν ἀέθλια κάλ' ἀνελέσθαι, ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσι, πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὔτως.

12 Περὶ τοῦ ἐξελθεῖν τὸν Ἰησοῦν εἰς τὴν ἔρημον.

Αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερόν, ὡς τὸ πάρος περ, πατρὶ φίλῳ ἐπίηρα

φέρων, ὃς πᾶσιν ἀνάσσει, αὐτὸς μὲν θνητός τε, γυναῖκά τε θήσατο μαζόν, πολλῶν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω. ἔτλη δ' οἷ' οὔπω τις ἐπιχθόνιος βροτὸς ἄλλος, οὔτέ τινα ῥέξας ἐξαίσιον οὔτε τι εἰπών. βουλάς τ' ἐξάρχων ἀγαθὰς καὶ μῆτιν ὑφαίνων ἤιε· πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι. οἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο, ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον. ἐνδυκέως κομέεσκε δ' ἐπ' ἀγροῦ, νόσφι πόληος. οὐ φυτόν, οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄγχν', οὐ πρασίη θαλέθεσκον ἑὸν κατὰ χῶρον. ἔνθα μὲν οὔτε βοῶν οὔτ' ἀνδρῶν φαίνετο ἔργα, ἆσσον ἴεν, πολυκάρπου ἀλωῆς πειρητίζων, ἄρκτους τ' ἀγροτέρους τε σύας χαροπούς τε λέοντας.