1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

1 Περὶ τῆς τοῦ πατρὸς εὐδοκίας καὶ ἀποστολῆς τοῦ υἱοῦ.

Κέκλυτε, μυρία φῦλα περικτιόνων ἀνθρώπων, ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ' ἠέλιόν τε ἠδ' ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα, ὄφρ' εὖ γινώσκοιτ' ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα, τοῦ δή τοι κλέος ἔσται, ὅσον τ' ἐπικίδναται ἠώς. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν, οἴκτρ' ὀλοφυρομένη, θαλερὸν κατὰ δάκρυ χέουσα· οὐ γάρ τις γλυκύθυμος ἀνὴρ ἦν οὐδ' ἀγανόφρων, βοῦς δ' ἱερεύεσκον, ὄιας καὶ πίονας αἶγας, πάντες δ' εὐχετόωντο κελαινεφέι Κρονίωνι τοῖς θ' ὑποταρταρίοις, οἳ Τιτῆνες καλέονται, σχέτλιοι, οὔτε δίκας εὖ εἰδότες οὔτε θέμιστας, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ' αὐτοὺς εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβας. ἀλλ' αὐτός τ' ἐσάωσε καὶ ἐφράσατο μέγ' ὄνειαρ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει, υἱὸν ἀναστήσας ἀγαπήνορα, λαομέδοντα, μοῦνον, τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσιν, ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, ὅς οἱ πλησίον ἷζε· μάλιστα δέ μιν φιλέεσκεν ἀμφαγαπαζόμενος ὡσεί θ' ἑὸν υἱὸν ἐόντα. τὸν καὶ φωνήσας ἔπεα πτερόεντα προσηύδα· «ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν εἴπω· οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει· καὶ δέ σοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ· τώ τοι προφρονέως ἐρέω ἔπος, οὐδ' ἐπικεύσω. εἰσοράᾳς, ὅτι δ' αὖτε βροτοὶ ἐπ' ἀπείρονα γαῖαν ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται, βοῦς ἱερεύοντες, ὄϊας καὶ πίονας αἶγας, οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε, ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται. ἀλλ' ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ' ἑτέρωθι, οὐρανόθεν καταβὰς ἐξ αἰθέρος ἀτρυγέτοιο· σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον σῇ τ' ἀγανοφροσύνῃ καὶ αἱμυλίοισι λόγοισιν, ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄροιο, ἥτε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται. σοὶ δ' αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων. οἱ δέ τοι αὐτίκ' ἰόντι κακὰ φράσσονται ὀπίσσω ἱέμενοι κτεῖναι καὶ ἀπὸ κλυτὸν εὖχος ἀμέρσαι. ἀλλὰ σὺ τούς γ' ἐπέεσσι παραιφάμενος πυκινοῖσιν, πάντας κυδαίνων, μηδὲ μεγαλίζεο θυμῷ, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο θεοῖο· δηθὰ γὰρ αὐτὸς ἐείσῃ ἑκάστου πειρητίζων γνοίης θ', οἵτινές εἰσιν ἐναίσιμοι οἵ τ' ἀθέμιστοι οἵ τε φιλόξεινοι, καί σφι νόος ἐστὶ θεουδής. καί κ' αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴης, αἴ κε θάνῃς, καὶ πότμον ἀναπλήσεις βιότοιο. ὃς δ' ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ, καί οἱ πάντα γένοιτο, ὅσα φρεσὶν ᾗσι μενοινᾷ. ὃς δέ κ' ἀνήνηται καί τε στερεῶς ἀποείπῃ ἡμέας ἀμφοτέρω, μάλα εἰκέλω ἀλλήλοιιν, αἰεὶ τούτῳ ἔπειτα πόνος καὶ κήδε' ἔσονται καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνοι, ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα, τῆσδ' ἀπάτης κοτέων. τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα.»

2 Περὶ τῆς ὑπακοῆς τοῦ υἱοῦ. Τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός· «ὦ πάτερ, ὅστε θεοῖσι καὶ

ἀνθρώποισιν ἀνάσσεις, γινώσκω, φρονέω· τάδε δὴ νοέοντι κελεύεις ὥστε πατὴρ ᾧ παιδί, καὶ οὔποτε λήσομαι αὐτῶν· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν, ὅθεν σοί. ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεο, ὅσσ' ἐθέλῃσθα· οὐ γὰρ ἀπόβλητον ἔπος ἔσσεται, ὅττι κεν εἴπῃς. εἴ πέρ μοί τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν, πάντα μάλ' ἐκτελέω καὶ πείσομαι, ὡς σὺ κελεύεις αὐτὸς σῷ θυμῷ, γνώωσι δὲ πάντες Ἀχαιοί, ὡς ἐμὸς