1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἐφορᾶσθαι ἤ τιν' ὀισάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευσεν. αὐτὰρ ὅγ' αὖτις ἰὼν πάις ὣς ὑπὸ μητέρα δύσκεν· ἄλλῳ δ' αὐτὸν φωτὶ κατακρύπτων ἤισκεν παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι· νειαίρῃ δ' ἐν γαστρὶ πάγη, σχεδὸν Εἰλειθυίης. ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, λῦσε δὲ παρθενίην ζώνην, κατὰ δ' ὕπνον ἔχευεν. ἡ δ' ὑποκυσαμένη κρατερόφρονα γείνατο παῖδα παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσα, ἐκ δ' ἄγαγε προφόως δέ. καὶ ἠελίου ἴδεν αὐγὰς ἀνέρι εἰσάμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα καλὰ ἐοικὼς καὶ δέμας· αὐτάρ οἱ νοῦς ἔμπεδος, ὡς τὸ πάρος περ. αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθών. τὸν μὲν ἀρίζηλον θῆκεν θεός, ὥσπερ ἔφηνε, παῖδ' ἑόν· ἡ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ. μήτηρ δ', ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα, ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ὅγ' ἀθύρματα θυμῷ.

6 Περὶ τῶν μάγων.

∆ῶρα δὲ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος· δύσετό τ' ἠέλιος καί τε κλυτὰ

δῶρα παρῆεν. δεξάμενοι δ' ἄρα παῖδες ἀμύμονος, ἁγνοτόκοιο δῶρα, τά οἱ φέρον ἀστέρα δερκόμεν' ἀντολίηθεν, μητρὶ παρ' αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα, χρύσεον, ὄφρ' ἐμέθεν μεμνημένος ἤματα πάντα.

7 Περὶ Ἡρώδου νηπίου.

Ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὧραι, ὄσσα δ' ἄρ' ἄγγελος ὦκα

κατὰ πτόλιν ᾤχετο πάντῃ, δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσε νηπιάχοις, τοῖς οὔτι μέλει πολεμήια ἔργα, ὅς ῥ' ἔθελε κτεῖναι καὶ ἀπορραῖσαι φίλον ἦτορ. πολλὰ δ' ἀτάσθαλ' ἔρεξε βίῃ καὶ κάρτεϊ χειρῶν, πάντων μὲν κρατέειν ἐθέλων, πάντεσσι δ' ἀνάσσειν, Σιδονίων βασιλεύς, ὃν ἑὸς δόμος ἀμφεκάλυψεν, νήπιος· ἦ πολέες γὰρ ἐπ' αὐτῷ θυμὸν ἀπηῦρον. ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε τὰ φρονέων κατὰ θυμόν, ἅ ῥ' οὐ τελέεσθαι ἔμελλεν. τὸν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ χερσὶ κατακρύψασα δόμων ἐξῆγε θύραζε, ὁρμαίνουσ', εἴ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων· δείδιε γάρ, μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.

8 Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς.

Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· Αἴγυπτον δ' ἰέναι δολιχὴν ὁδὸν

ἀργαλέην τε· «ἀλλ' ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο, πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.» ἔνθ' ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισι. πεμπταῖοι δ' Αἴγυπτον ἐυρείτην ἀφίκοντο δειδιότες· κρατερὸς γὰρ ἔχει τρόμος ἀνδρὸς ὁμοκλῇ.

9 Περὶ τῆς ἐξ Αἰγύπτου ἐπανόδου.

Ἀλλ' ὅτε δὴ κἀκεῖνος ἔβη δόμον Ἄιδος εἴσω, ὅς ῥ' ἔθελεν κτεῖναι καὶ

ἀπορραῖσαι φίλον ἦτορ, αὖτις ἀπ' Αἰγύπτοιο, διιπετέος ποταμοῖο, ἔπλεον-ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον- οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν Φοινίκην, ὅθι τοῦγε δόμοι καὶ κτήματ' ἔασιν. ἷξον δ' ἐς πεδίον πυρηφόρον· ἔνθα δ' ἔπειτα οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ἠελίοιο. αὐτὰρ ὃ θυμὸν ἔχων ἀτάσθαλον, ὡς τὸ πάρος