1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

13 Περὶ τῆς κλήσεως τῶν μαθητῶν.

Ἀλλ' ὅτε δή ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον, καὶ τότε δὴ κρίνας ἑτάρων

δυοκαίδεκ' ἀρίστους· οἱ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι, οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο· οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν τῶν ἄλλων μετά γ' αὐτόν· ὁ δ' ἔπρεπε καὶ διὰ πάντων. τοὺς ὅγε ἀθροίσας πυκινὴν ἠρτύνετο μῆτιν· «κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει· οὐ γὰρ ἀπειρήτως μαντεύσομαι, ἀλλ' εὖ εἰδὼς τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλόν. πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι, ξεινίου, ὅστε μάλιστα νεμεσσᾶται κακὰ ἔργα· τοῦ γὰρ ἐγὼ πάις εἰμί· πατὴρ δ' ἐμὸς εὔχεται εἶναι. τοὔνεκά με προέηκε, διδασκέμεναι τάδε πάντα. σήματα δὴ καὶ νῶι κεκρυμμένα ἴδμεν ἁπάντων· ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ, μοῖράν τ' ἀμμορίην τε καταθνητῶν ἀνθρώπων, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον, ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων, τρεῖς, ἀμφιστρεφέες, ἑνὸς αὐχένος ἐκπεφυῶτες, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε πάντων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα.» ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. βῆ δ' ἴμεναι προτέρως, ἑτέρηφι δὲ λάζετο Πέτρον, ὅς οἱ κεδνότατος ἑτάρων ἦν. ἠδὲ καὶ ἄλλους τρεῖς ἄγεν, οἷσι μάλιστα πεποίθεε πᾶσαν ἐπ' ἰθύν, ὄφρα οἱ αὐτόματοι θεῖον δυσαίατ' ἀγῶνα. οἱ δ' ἔλαχον, τοὺς ἂν καὶ ἤθελεν αὐτὸς ἑλέσθαι, εἰνάλιοι, τοῖσίν τε θαλάσσια ἔργα μέμηλεν.

14 Περὶ τοῦ ἐν Κανὰ τῆς Γαλιλαίας γάμου. 15 Περὶ τῶν μαθητῶν καὶ τῶν διαφόρως θεραπευθέντων. 16 Περὶ τῆς θυγατρὸς τοῦ βασιλικοῦ. 17 Περὶ τῶν ὄχλων καὶ τοῦ παιδὸς τοῦ ἑκατοντάρχου. 18 Περὶ τοῦ ἐν Καπερναοὺμ παραλύτου. 19 Περὶ τοῦ ἐν τῇ Προβατικῇ παραλύτου. 20 Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. 21 Περὶ τῶν ἐνοδίων τυφλῶν. 22 Περὶ τοῦ λεπροῦ. 23 Περὶ τῆς πενθερᾶς Πέτρου. 24 Περὶ τοῦ λεγεῶνος καὶ τῶν χοίρων. 25 Περὶ τοῦ χωλοῦ καὶ ξηρὰν ἔχοντος χεῖρα. 26 Περὶ τοῦ κωφοῦ. 27 Περὶ τῆς Χαναναίας. 28 Περὶ τοῦ υἱοῦ τῆς χήρας. 29 Περὶ τῆς Σαμαρείτιδος. 30 Περὶ τῆς αἱμορρούσης. 31 Περὶ τοῦ σεληνιαζομένου. 32 Περὶ τῆς μεταμορφώσεως. 33 Περὶ τοῦ σάλου τῆς θαλάσσης. 34 Περὶ τῶν πέντε ἄρτων. 35 Περὶ τῆς ἐν θαλάσσῃ πεζοπορίας. 36 Περὶ τῶν ἑπτὰ ἄρτων.