244
ὠφελημένοι καὶ εὐθεῖς τῇ καρδίᾳ οἱ ἀληθῶς καὶ ὀρθῶς τὰ τῆς εὐσεβείας φρονοῦντες. διαφέρουσι δὲ ουτοι οὐ τῇ ὑποστάσει ἀλλὰ τῇ ἐπινοίᾳ. οἱ γὰρ κατοικοῦντες εἰς τὸν αἰῶνα τὴν ̔Ιερουσαλὴμ ἀκλονήτως πρακτικοὶ καὶ γνωστικοὶ αμα οντες ἀγαθοὶ καὶ εὐθεῖς τῇ καρδίᾳ εἰσίν. ἀγαθύνει δὲ αὐτοῖς ὁ θεός, διδοὺς ἀγαθὰ αἰτοῦσιν αὐτὸν προσθήκην πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς σὺν μετουσίᾳ θείων χαρισμάτων παρεχομένοις ἐπὶ τῷ καὶ εἰς τὰς ἐπουρανίους ἐπαγγελίας καὶ βασιλείαν οὐρανῶν εἰσαγαγεῖν αὐτούς. 1165 Ps 124,5a.β Τὸ ̓Απάξει τὸ παραδώσει φησίν, αις ειλαντο εχειν ἐπιθυμίας εἰς ἀκαθαρσίαν καὶ εἰς πάθη ἀτιμίας καὶ εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. εφη δὲ καὶ ἐν ψαλμοῖς Καὶ ἐξαπέστειλα αὐτοῖς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. ἀπάξει τοίνυν τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν ἐπὶ τῷ δειχθῆναι φανερῶς τίνες οντες ἐλάνθανον, ὡς δοκεῖν τὴν ἀνομίαν μὴ ποιεῖν, καίτοι κατ' αὐτὴν διακείμενοι. δηλοῦται τὸ ψεκτὸν τῶν στραγγαλιῶν καὶ ἐν τῷ προφήτῃ, τοῦ θεοῦ λέγοντος τῷ εἰς νηστείαν ἐρχομένῳ ∆ιάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, οπως ὀρθῶς ἐπιτελῇ αὐτὴν καὶ μετὰ τῆς ὀφειλούσης εξεως. 1166 Ps 124,5c ̔Η δὲ ὑπερέχουσα πάντα νοῦν εἰρήνη ἡ μετὰ θείας χάριτος διδομένη ὑπὸ θεοῦ πατρὸς καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ ὑπάρξεται παντὶ καὶ μόνῳ νοῦν εχοντι χρηματίζοντι ̓Ισραήλ, ἐπευχομένου τοῦ ὑμνοῦντος.
1167 Ps 126 αργ ̓Ογδόη τῶν ἀναβαθμῶν ᾠδή· αἰνιττόμενος τὰ μυστήρια τῆς
ἐν ὀγδοάδι ἀναστάσεως τοῦ κυρίου * τῷ Σολομῶν ἀναγέγραπται, τῷ ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα γεγενημένῳ εἰρηνικῷ ἀληθῶς * οντι. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τῶν σῳζομένων, φάσκων Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. * τὰ κατάλυσιν παντὸς ἐχθροῦ καὶ πολεμίου εἰρηνι * ειν καὶ τὸν οικον τοῦ θεοῦ θεμελιοῦντι καὶ οἰκοδομοῦντι, ου τὸ σύμβολον φέρων ὁ ἐκ τοῦ ∆αυὶδ γεννηθεὶς Σολομῶν, πολλῆς εἰρήνης γενομένης ἐν ταῖς ἡμέραις αὐτοῦ, τὸν ἐν τῇ ̓Ιουδαίᾳ ναὸν τοῦ θεοῦ ᾠκοδόμησεν. 1168 Ps 126,1 Οὐχ ηττον δὲ τῶν αλλων γραφῶν καὶ οἱ προκείμενοι στίχοι προνοητὴν ἁπάντων τὸν κύριον τέθεινται, τῶν ἀνθρωπίνων σπουδῶν ματαίων γινομένων, εἰ μὴ τύχοιεν τὸ κατάλληλον τέλος ἐκ θεοῦ ἀπολαβοῦσαι· οθεν τι ποιοῦντες μὴ τὸ ολον ἑαυτοῖς δῶμεν, ἀλλὰ τῷ τελειοῦντι θεῷ, μηδ' αὐτῷ τὸ πᾶν ἐάσαντες απρακτοι διατελῶμεν. ἑκάτερα γὰρ αἱ προκείμεναι δηλοῦσι λέξεις, τότε ἐξ ἡμῶν καὶ τοῦ θεοῦ, ματαίως λέγουσαι τὸν οἰκοδομοῦντα ανευ θεοῦ, οὐ τὸν μηδ' ολως ἐνεργοῦντα. 1169 Ps 126,2 Νοήσεις δὲ καὶ ουτως· οἱ καταξαινόμενοι ταῖς φροντίσι τοῦ βίου τῷ τοῖς αὐτοῖς διδόναι τῶν σπουδαζομένων αρτον ὀδύνης ἐσθίουσι συνεχῶς. διὸ καὶ στεροῦνται τῶν ἀγαπητῶν τοῦ θεοῦ παραινούντων καὶ συμβουλευόντων μετρίως τούτων ἐφικέσθαι τῷ κυρίῳ ειναι τὸ τέλος καὶ ἡ πρόνοια. ἐπὰν ουν καταφρονησάντων τῶν εἰς εὐσέβειαν ἐγειρόντων ἀγαπητῶν τοῦ θεοῦ υπνος γένηται αὐτοῖς τοῖς ἀγαπητοῖς τοῦ θεοῦ εἰς ἰδίαν ἀνάπαυσιν τραπέντων η καὶ μετατεθέντων ἀπὸ τοῦδε τοῦ βίου καὶ τῆς γρηγόρσεως αὐτοῦ συνισταμένης κατὰ τὸ ζῆν τὸ κοινόν, τὸ τηνικαῦτα οἱ προειρημένοι τὸν αρτον τῆς ὀδύνης ἐσθίουσιν· ἀτελῶς πάντα τὰ σπουδαζόμενα ποιοῦσι μάτην ὀρθρίζοντες καὶ ἐγειρόμενοι μετὰ τὸ καθῆσθαι, ἀνηνύτων καὶ τῆς καθέδρας καὶ τῆς στάσεως καὶ τῆς εξω ἀναστάσεως αὐτοῖς γενομένων. ἠδύναντο γὰρ μὴ ματαίως ταῦτα ποιεῖν μηδ' αρτον ὀδύνης ἐσθίειν, εἰ προσεῖχον τοῖς θεοῦ ἀγαπητοῖς πρὶν λαβεῖν ἐκ θεοῦ τὸν υπνον. καὶ οἱ εἰς θεοσέβειαν δὲ ἰέναι δοκοῦντες, εἰ φωτίζεσθαι παρ' ἑαυτοὺς οἰηθεῖεν, εἰς μάτην ὀρθρίζουσι· τοῖς γὰρ μὴ λέγουσιν ̓Εκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός, εἰκότως τοῦτο λεχθείη. ἀλλὰ καὶ εἰς μάτην διεγείρουσιν ἑαυτοὺς εἰς ἐνέργειαν δῆθεν τῶν καλῶν, μεθ' ην πάλιν καθήμενοι καὶ διαναπαυόμενοι οὐκ ἐκ θεοῦ ἀλλ'