32
πάντων τῶν φρυαξάντων ἐθνῶν καὶ μελετησάντων κενὰ λαῶν ἀλλὰ καὶ τῶν παραστάντων βασιλέων καὶ συναχθέντων ἀρχόντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ. ἐρεῖς δὲ αὐτὸν ερρυσθαι καὶ ἐκ χειρὸς Σαούλ, ἐκ τοῦ τότε κρατοῦντος τῶν ̓Ιουδαίων, ῳ, μετὰ τοῦ τρόπου, οὐκ ἀπεικὸς γὰρ κεκρατηκέναι αὐτῶν τρόπον ὠμόθυμον καὶ σὺν αὐτῷ πνεῦμα πονηρὸν εἰρηκότων μὴ εχειν βασιλέα θεόν· πῶς γὰρ οὐκ εμελλον ἀρνησάμενοι θεὸν ὑπὸ φαύλου τινὸς βασιλεύεσθαι; 111 Ps 17,5b.6 Χείμαρροι δὲ ἀνομίας ἐκλήθησαν, ὡς αλλος φησίν, καὶ διὰ τὸ εἰς ἀνομίαν ερχεσθαι τοὺς μὴ γενναίως ὑφισταμένους τὰ πειρατήρια. εἰ δὲ περὶ τοῦ ἑπομένου τοῖς ἁμαρτάνουσι θανάτου καὶ τοῦ πρὸς αὐτὸν ἁρμονίαν εχοντος ᾳδου τυγχάνουσιν αἱ προκείμεναι λέξεις, καὶ ὠδῖνες θανάτου καὶ ᾳδου τὰ ἁμαρτήματα τὰ πρὸς θάνατον ὑπάρχει. καταλλήλως ταύτῃ τῇ νοήσει χειμάρρους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας καὶ θανάτου παγίδας τὰς ἀποτελουμένας πρακτικῶς ἁμαρτίας. Κατὰ τὴν προτέραν ἀπόδοσιν ἁρμόζει τὰ προκείμενα τῇ κατὰ σάρκα τοῦ κυρίου οἰκονομίᾳ. εχουσι γὰρ πολλὴν οἰκειότητα πρὸς τὸ Νῦν ἡ ψυχή μου τετάρακται καὶ τὸ Περίλυπός ἐστιν ἡ ψυχή μου εως θανάτου. 112 Ps 17,7 Πολλὴν δὲ παρρησίαν ἀπὸ καθαρᾶς συνειδήσεως ἡ εὐχή, ἐπεὶ τὸ ἐπικαλεῖσθαι πρὸς τὸν κύριον ειπεν ἀναφορὰν εχειν, πρὸς τὸν θεὸν δὲ τὴν κραυγὴν αὐτοῦ ἐφθακέναι. ορα μήποτε συμφώνως τῷ ̔Ημῖν δὲ εις θεὸς ὁ πατὴρ καὶ εις κύριος ̓Ιησοῦς Χριστός. θεὸν τὸν πατέρα, κύριον δὲ τὸν υἱὸν ἐκληψόμεθα, εἰ μὴ αρα κατὰ τοῦ αὐτοῦ ἀμφότερα λέγεται πατρὸς καὶ υἱοῦ θεοῦ καὶ κυρίου οντος διὰ τὸ ταὐτὸν τῆς θεότητος καὶ κυριότητος. Πῶς δὲ εἰπὼν Ηκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου; μελλητικῶς λέγεται εἰσελεύσεσθαι εἰς τὰ ωτα τοῦ θεοῦ ἡ κραυγὴ αὐτοῦ. πρὸς τοῦτο ὁ μέν τις ἐρεῖ· ηδη ἐπακούσαντος θεοῦ ὡς ἐκτὸς τῆς θλίψεως γενέσθαι τὸν εὐξάμενον, πιστεύει οτι πάλιν κράξας πρὸς θεὸν εχει αὐτὸν δεχόμενον εἰς τὰ ωτα καὶ ἐνώπιον αὐτοῦ τὴν ἀναπεμπομένην κραυγὴν ὑπ' αὐτοῦ. αλλου λέξοντος· ὁ δὲ αἰσθηθεὶς αμα τῷ ἐπικαλέσασθαι ἐκ ναοῦ ἁγίου αὐτοῦ ἐπινεύσαντα τὸν παρακληθέντα θαρρεῖ οτι ἐκβάσεως τεύξεται τὰ περὶ ων ηυξατο, εἰσελευσομένης εἰς τὰ ωτα τοῦ θεοῦ καὶ ἐνώπιον αὐτοῦ τῆς ἀπὸ καθαρᾶς διαθέσεως ἀναπεμφθείσης κραυγῆς. Ps 17,8b Τὰ ορη ταῦτα μεθίστησιν ἀπὸ τῶν ἠπατημένων ὁ απασαν τὴν ὡς κόκκον σινάπεως εχων πίστιν· ̓Εὰν γάρ φησιν ὁ Παῦλος εχω πίστιν ωστε ορη μεθιστάνειν. τούτων ὑπῆρχε καὶ τὸ πνεῦμα τοῦ σεληνιασμοῦ περὶ ου φησιν ὁ σωτήρ· Εἰ ειχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε αν τῷ ορει τούτῳ Μετάβηθι ενθεν ἐκεῖ. 113 Ps 17,9.10a ̓Ανέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ· τῆς μοχθηρᾶς υλης δαπανωμένης ἀναλογίαν ἐχούσης πρὸς τὰ ἐποικοδομούμενα ἐπὶ τῷ Χριστῷ, θεμελίῳ οντι, ὑπὸ φαύλων ἀνθρώπων ξύλα χόρτον καλάμην, πράξεις δὲ φαῦλαι καὶ γνῶμαι χείριστοι (διὸ καταναλούμενα ὑπὸ τῆς ἐλθούσης εἰς αὐτὰ ὀργῆς) καπνὸν ἀνέπεμψαν. Ανθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. οἱ ανθρακες ὁτὲ μὲν τὰς κολάσεις σημαίνουσιν, ὁτὲ δὲ τοὺς διαπύρους καὶ θερμοὺς τοῦ θεοῦ λόγους καθαίροντας τοὺς τῆς ψυχῆς λογισμούς. τὰς κολάσεις σημαίνει ἐν τῷ ̓Εὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ανθρακας πυρὸς σωρεύσεις ὑπὸ τὴν κεφαλὴν αὐτοῦ. καὶ τὸ Πεσοῦνται ἐπ' αὐτοὺς ανθρακες πυρὸς καὶ καταβαλεῖς αὐτούς. ουτοι εσονταί σοι βοήθεια. ὁ δὲ διάπυρος λόγος δηλοῦται περὶ ου ὁ ̔Ησαΐας Καὶ ἀπεστάλη εν τῶν σεραφείν. τῆς τοίνυν παρεσκευασμένης πρὸς ἀρετὴν ψυχῆς θερμαίνει καὶ πυρώσει τοὺς λογισμοὺς ωστε λαμπροὺς καὶ φαιδροὺς ἀποδεῖξαι, καταφλέξει δὲ τῶν ἁμαρτωλῶν τὰς πράξεις καθαίρων αὐτούς, τοὺς δὲ μὴ τοῦτο τὸ πῦρ δεξαμένους τὸ αἰώνιον πῦρ φλέξει. Τὸ δὲ Εκλινεν οὐρανοὺς καὶ κατέβη ἀκολούθως τῷ περὶ τῆς οἰκονομίας ἐπέδωκεν λόγῳ καὶ ουτος. ἐπεὶ γὰρ ἐν οὐρανοῖς οἰκεῖν λέγεται ὁ σωτήρ, ανθρωπος γενόμενος μεταβάλλει τὴν οικησιν· ἐπὶ γὰρ τῆς γῆς ωφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. οἰκεῖ δὲ ἐν οὐρανοῖς οὐ τοπικῶς οὐδὲ