22
τῶν ἐπιτηδείων προσόντι. τὸ Θήσομαι ἐν σωτηρίῳ δηλοῖ τὸ ὁρίσω καὶ ποιήσω, ωσπερ καὶ ἐν τῷ Ον εθηκεν κληρονόμον πάντων, δηλούσης τῆς λέξεως ον ωρισεν καὶ ἀνέδειξεν κληρονόμον. εἰς ταῦτα λήψει τὸ Εθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους καὶ τὰ ἑξῆς, καὶ τὸ πρὸς τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας εἰρημένον ̔Υμᾶς εθετο τὸ πνεῦμα τὸ αγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν· τὸ γὰρ Εθετο ἀπόδειξιν τὴν διὰ τοῦ ὡρίσθαι καὶ πεποιῆσθαι ἀποστόλους καὶ ἐπισκόπους δηλοῖ. 79 Ps 11,8.9 Κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ διατηρεῖν καὶ ὁ σωτὴρ περὶ τῶν μαθητῶν ελεγεν τῷ πατρὶ Πάτερ αγιε, τήρησον αὐτούς· οτε ημην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτούς, καὶ ὁ πονηρὸς οὐχ ηπτετο αὐτῶν. ειπον δὲ κατὰ τοῦτο τὸ σημαινόμενον διὰ τὸ ἐν τῇ Γενέσει λεχθὲν περὶ τοῦ ̓Αδὰμ πρὸς τὸν οφιν Αὐτός σου τηρήσει κεφαλήν, σὺ δὲ τηρήσεις αὐτοῦ πτέρναν. οὐκ ετι γὰρ ἐνταῦθα ταὐτὸν τῷ φυλάξαι τὸ τηρεῖν; φαίνεται γὰρ ἐξ αὐτοῦ τὸ Αὐτός σου ἐπιτηρήσει κεφαλήν, καὶ σὺ αὐτοῦ τὴν πτέρναν. ̓Αναπέμπει τὴν εὐχὴν ὁ φάσκων Σύ, κύριε, φυλάξεις ἡμᾶς, μετὰ τὸ πάντα ποιῆσαι τὰ παρ' ἑαυτῶν ἐν τῷ τηρεῖν τὴν λέγουσαν παραίνεσιν Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· καὶ ἐπεὶ τούτων κατορθουμένων οὐκ αὐτάρκη πρὸς τὸ ἀνεπιβούλευτον τὰ ὑφ' ἡμῶν σπουδαζόμενα ( ̓Εὰν γὰρ μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων αὐτήν), εἱρμὸς αγει μετὰ τὸ φρουρηθῆναι ἡμᾶς ὑφ' ἑαυτῶν προσευχὴν προσαγαγεῖν τὴν λέγουσαν Σύ, κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς. αὐτοῦ γὰρ φυλάττοντος θαρσήσωμεν, ὡς ἀνεπιβούλευτοι εἰς τὸν αἰῶνα ἐσόμεθα· υψιστος γὰρ ων, δέσποτα, καὶ ἐν ὑψηλοῖς ὑπάρχων, κατὰ τὸ προσὸν υψος τῇ ἀγαθότητί σου τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐπολυώρησας, κρίνας αὐτοὺς ἀξίους ειναι τοῦ προστασίαν εχειν ἐκ προνοίας τῆς σῆς.
80 Ps 12,4b.5a Εἰ καὶ πρεσβείας τρόπῳ ὑπὸ τοῦ ἁγίου λέγεται ταῦτα, ἀλλά γε
οὐχ ὑποκείμενος λήθῃ θεοῦ ἀλλὰ τὰ αλλων εἰς ἑαυτὸν ἀναδεξάμενος λέγει τὰ τῆς αἰτήσεως πάντα. δῆλον δὲ ὡς οὐ περὶ αἰσθητοῦ φωτισμοῦ η υπνου καὶ θανάτου τὰ τῆς αἰτήσεώς ἐστιν ἀλλὰ περὶ τοῦ ἐκ γνώσεως θεοῦ φωτισμοῦ. Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ Προσέλθετε τῷ κυρίῳ καὶ φωτίσθητε. γίνεται δὲ ὁ φωτισμὸς ουτος οὐ περὶ τὸ τῆς σαρκὸς ομμα (ὁρατικὸν γὰρ τοῦτο ἡλίου) καὶ ει τι ετερον αἰσθητὸν φῶς τῶν ὁρώντων τὸν τῆς δικαιοσύνης ηλιον· τὸ φῶς τὸ ἀληθινὸν ὀφθαλμῶν οὐ σώματος ἀλλὰ καρδίας οντων· τοῦ γὰρ εσω ἀνθρώπου ὀφθαλμοὶ αἱ νοητικαὶ δυνάμεις. τῷ ουτω φωτιζομένῳ επεται ζωὴν μακαρίαν εχειν. ̓Εγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ κύριος λέγει· ̔Ο περιπατῶν ἐν ἐμοί, φησίν, ἐν τῇ σκοτίᾳ οὐ μὴ μείνῃ ἀλλ' εξει τὸ φῶς τῆς ζωῆς· ης ζωῆς παραγινομένης εἰς τὸν φωτισθέντα, απεστιν αὐτοῦ τὸ ὑπνῶσαι εἰς θάνατον, ὑπνοῦντος καὶ ἀποθνῄσκοντος τοῦ οντος ἐν σκότει τῆς ἀγνοίας. ὁ γὰρ δοὺς δι' ἀμελείας καὶ ῥαθυμίας εἰς υπνον τοὺς ὀφθαλμοὺς αὐτοῦ εὐθέως τεθνήξεται, ἐκπίπτων τῆς σὺν ἀρετῇ ζωῆς· οθεν φευκτέον τὸν ψεγόμενον υπνον τοῦτον καὶ θάνατον, ινα, πεφωτισμένων τῶν ὀφθαλμῶν τῆς ψυχῆς, μηκέτι ειπῃ ὁ ἐχθρὸς Ισχυσα πρὸς αὐτόν, πάλαι νομίζων ἰσχυκέναι οτε ἡμάρτομεν. 81 Ps 12,5b.6 ̓Επεὶ χαιρέκακοι οντες οἱ θλίβοντες τοὺς δικαίους ἐχθροί, ἀγαλλιῶνται. εἰ συμβαίη ἐξ ἁμαρτίας γενέσθαι κλόνον, δέον λυπεῖσθαι ἐπὶ τοῖς πίπτουσι· ἀλλ' εἰ καὶ ἀγαλλιῶνται ἐπὶ τῷ σαλεύεσθαί τινα ἐκεῖνοι, ἐγώ, ω δέσποτα, ἐλέει τῷ σῷ ἐλπίζων οὐ πείσομαι ο ἰδεῖν ἐν ἐμοὶ ποθοῦσιν. προσδοκῶ γὰρ τὸ σωτήριόν σου θᾶττον παραγενόμενον ἐφ' ῳ ἀγαλλιᾶται ἡ καρδία μου· πῶς γὰρ οὐκ εὐφραίνεται καὶ ἀγαλλιᾶται ὁ πεῖραν θεοῦ σωτηρίας εχων; Εἰ δὲ καὶ προφητεία ἐστὶν δηλουμένη περὶ τοῦ ἐλεύσεσθαι τὸ σωτήριον τοῦ θεοῦ τὸν Χριστόν, ἐπίσκεψαι. ουτος γὰρ ἐλθὼν ἐπὶ σωτηρίᾳ κόσμου καθεῖλεν τοὺς ἐφηδομένους ἐπὶ τοῖς κλονουμένοις κατὰ ψυχήν· καταβαλὼν σὺν αὐτοῖς τὸν ἐχθρὸν τὸν ὑψούμενον