128
τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ τὸν θεόν. ̔Ρηθείη δὲ ταῦτα εὐχῆς τρόπῳ πρὸς τὸν πατέρα, οτε τοῦ Χριστοῦ παθόντος καὶ ετι ἐν τῷ μνημείῳ κειμένου τοῦ σώματος αὐτοῦ τε σκυλεύοντος τὸν ᾳδην συνήγοντο οἱ ̓Ιουδαῖοι αμα τοῖς πληροῦσιν αὐτοὺς ἀλιτηρίοις δαίμοσι καὶ ταῖς αλλαις πονηραῖς δυνάμεσιν· ἀναστήτω ὁ θεὸς ὁ εἰς θάνατον κατελθὼν ῃ ανθρωπος γέγονεν, ινα διασκορπισθῶσιν οἱ κατ' αὐτοῦ συναχθέντες. τότε γὰρ καὶ οἱ μισοῦντες αὐτὸν ἀντιβλέψαι αὐτῷ μὴ δυνάμενοι ἐκ νεκρῶν ἀναστάντι φεύξονται ἀπὸ προσώπου αὐτοῦ.
682 Ps 67,3.4 Οὐχ ὡς ἡ κακία ἀπόλλυται, ουτως ἡ ἀρετὴ τῶν δικαίων·
γέγραπται γὰρ ̔Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. μαρτύριον δὲ τοῦ τὴν κακίαν καπνὸν ειναι τὸ Ωσπερ ομφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ομμασιν, ουτω παρανομία τοῖς χρωμένοις αὐτῇ, βλάπτουσα κατὰ τὰ αὐτὰ τὰς τῆς ψυχῆς δυνάμεις, τροπικῶς ὀδόντας αὐτὰς καλουμένας, αις τέμνει καὶ λεαίνει τὰς πνευματικὰς τροφάς, ἀλλὰ καὶ τὰς νοήσεις αὐτῆς οψεις καλουμένας. ̓Ιστέον οτι ὁ τηκόμενος κηρὸς ἀπὸ προσώπου αὐτοῦ οὐκ εἰς τὸ μὴ ον καταστρέφει, ἀλλ' εἰς τὴν τοῦ πυρὸς ἀναδίδοται οὐσίαν. οθεν καν ἀπηλλοίηται ἡ ποιότης καθ' ην ἁμαρτωλός τίς ἐστιν, ἡ οὐσία αὐτοῦ ἀδιάφθορος μένει. ευ δὲ καὶ τὸ φάναι μὴ καθάπαξ ἀπόλλυσθαι τοὺς ἁμαρτωλοὺς μηδὲ ἐκλείπειν ἀλλ' ἀπὸ προσώπου τοῦ θεοῦ, ἐπείπερ τοιοῦτοι γεγενημένοι ὡς μισεῖν αὐτὸν φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ τῷ παρανόμους μὴ διαμένειν ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. ∆ύναται ἀγαλλίασις καθ' ην ἐνώπιον τοῦ θεοῦ ἀγαλλιῶσιν οἱ δίκαιοι χαρὰ ειναι ητις Καρπός ἐστι τοῦ πνεύματος ἀγάπη χαρὰ εἰρήνη, εὐφροσύνη δὲ ἡ διαχέουσα τῆς ψυχῆς τὸ φρονοῦν, εὐπάθεια εἰκότως καλουμένη. 683a Ps 67,5b Οὐκ αν δέ τις πράξοι τὸ ἀγαθὸν μὴ ἀποστὰς τοῦ κακοῦ (ἀσυνύπαρκτα γάρ) οὐδ' αν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης φωτίζοιτο μετέχων ετι τοῦ μετασχηματιζομένου εἰς αγγελον φωτὸς καὶ τὸν ηλιον ὑποκρινομένου τῆς δικαιοσύνης, καλουμένου δὲ φωτὸς ἀσεβείας· Φῶς γὰρ ἀσεβῶν σβεσθήσεται. τούτου γὰρ καταδυομένου, ἐκεῖνος ἐν ταῖς ἡμῶν ἀνίσχει καρδίαις, ἐπιβαίνων ταῖς ἐκείνου δυσμαῖς. ̔Οδοποιήσατε τῷ ἐρχομένῳ μετὰ κυριακῆς προσηγορίας κατὰ Μωυσῆ καὶ τοὺς προφήτας ἐπὶ τῷ ἐπιβῆναι ἐπὶ δυσμάς. ενθα ἐκβέβληται ἐκ τοῦ κατὰ ἀνατολὰς πεφυτευμένου παραδείσου ̓Αδὰμ ἐπὶ τῷ εἰς τὰς ἀνατολὰς πάλιν αὐτὸν εἰσαγαγεῖν, οπερ καὶ πεποίηκεν εἰπὼν τῷ μετανοοῦντι λῃστῇ Σήμερον μετ' ἐμοῦ εσῃ ἐν τῷ παραδείσῳ. 684 Ps 67,6a Εὐθυμοποιῶν ὁ λόγος τοὺς καταπονουμένους ὑπὸ τοῦ Σατανᾶ εἰς ἀγαλλίασιν αὐτοὺς προτρέπει διὰ δείξεως τοῦ προστάτου καὶ ἐπικούρου αὐτῶν ἐσομένου ος πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν ἐστιν. οθεν σπουδὴ ὑμῖν γενέσθω ἀγαλλιᾶσθαι ἐνώπιον αὐτοῦ, οταν μάλιστα καταλιπόντες τὸν πρότερον πατέρα γεννήσαντα κατὰ κακίαν καὶ τὸν πρῶτον ανδρα ἀνόμως συνοικοῦντα ὀρφανοὶ ἀπ' ἐκείνου γένησθε· πατέρα γὰρ εξετε τὸν θεόν. ἀλλὰ καὶ αἱ τῇ παρανόμῳ μίξει ἀποταξάμεναι ψυχαὶ χηρεύσασαι τῆς συνοικήσεως τοῦ θεοῦ πειράσονται. 685a Ps 67,6b Τόπος αγιος αὐτοῦ τυγχάνει ητοι ἡ ἐκκλησία ἡ ἡγιασμένη ὑπὸ Χριστοῦ η ὁ καθεῖς τῶν πεπιστευκότων· ἀληθεῖ γὰρ καὶ ἀμφότερα. τόπος δὲ αγιος αὐτοῦ καὶ ο ἀνείληφεν εμψυχον σῶμα καὶ λογικόν. 686a Ps 67,7bc ̓Αλλὰ καὶ ἐκ τάφων ἐξάγει τοὺς νεκροὺς κατὰ τὸ ̓Αναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημίοις· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ιαμα αὐτοῖς ἐστιν· ὁποῖον καὶ τὸ ἐν Εὐαγγελίῳ ̓Ελεύσεται ωρα οτε πάντες οἱ ἐν τοῖς μνημίοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ (δηλονότι τοῦ υἱοῦ) καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 687a Ps 67,8.9a Ηγουν ἐν τῷ ἐκπορεύεσθαι τὸν θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ η ἐκ