148
αρχοντές εἰσι τοῦ αἰῶνος τούτου οἱ ἐπαγγελλόμενοι σοφίαν καὶ σὺν αὐτοῖς ἀρχαὶ καὶ ἐξουσίαι κοσμοκράτορες τοῦ κόσμου τούτου καὶ προσέτι πνευματικὰ πονηρίας καὶ πᾶς ὁ τῶν δαιμόνων καὶ ἀντικειμένων δυνάμεων οχλος, κεφαλαὶ δὲ τούτων τῶν δρακόντων μαντεῖαι γοητεῖαι οἰωνισμοὶ καὶ οσα συντελεῖ πρὸς εἰδωλολατρίαν ἀλλὰ καὶ ψευδοδοξίαι καὶ πράξεις ἐναγεῖς. μόνου τοῦ σωτῆρος εργον συντρίβειν τῶν εἰρημένων δρακόντων τὰς κεφαλάς. οὐκ αλλοθεν ἀλλ' ενθα ἰσχύειν ἐδόκουν. Ειτ' ἐπεὶ μὴ μόνας τὰς κεφαλὰς τοῦ δράκοντος συνέθλασεν ἀλλὰ καὶ ολον αὐτὸν ἐνέκρωσεν, βρῶμα τοῦτον παρέσχεν λαοῖς τοῖς Αἰθίοψιν. οὐ γὰρ αλλους εδει ἐμφορεῖσθαι τῶν σαρκῶν καὶ μερῶν αὐτοῦ η τοὺς λαοὺς τῶν Αἰθιόπων δι' αγνοιαν σκότους καὶ νυκτὸς οντας υἱούς. ὡς γὰρ τὰς ̓Ιησοῦ σάρκας τροφὴν ἀληθινὴν ουσαν τρέφονται πάντες οἱ τοῦ φωτὸς υἱοὶ ὡς ἐξ αὐτῆς τῆς χρήσεως τῆς βρώσεως φωτιζομένους ὑπὲρ χιόνα λευκαίνεσθαι, ουτω τὰ τέκνα τοῦ σκότους Αἰθίοπες κατὰ τὸν εσω ανθρωπον οντα τραφήσονται τὰς σάρκας τὰς δρακοντείους (τὰ κακίας καὶ ψευδοδοξίας ειδη), οταν παραδοθῶσι ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν καὶ προσέτι εἰς πάθη ἀτιμίας καὶ ἀδόκιμον νοῦν. 775a Ps 73,17b Ηρξατο ἀπὸ τοῦ εαρος τῆς ἐξαριθμήσεως πρὸς δήλωσιν τοῦ ἀπὸ εαρος αρχεσθαι τὸν ἐνιαυτόν, ἀρχομένου τοῦ μηνὸς τῶν νέων ἀπὸ ἐαρινῆς ἰσημερίας, ον μηνῶν ἀρχὴν καὶ πρῶτον ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ ἀπήγγειλε Μωυσῆς. 776a Ps 73,18 ̓Εχθρὸς ὀνειδίζων τὸν κύριον ὁ διάβολος, αφρων δὲ λαὸς ὁ τῶν αλλων ἀοράτων καὶ πονηρῶν δυνάμεων οχλος. 777a Ps 73,18-21 ̓Ωνείδισε τὸν σωτῆρα Χριστὸν ἐχθρὸς Καϊαφᾶς ὁ ἀρχιερεύς, παρώξυνε δὲ τὸ ονομα αὐτοῦ λαὸς αφρων ὁ τῶν ̓Ιουδαίων κεκραγὼς Αρον αρον σταύρωσον αὐτόν. Οὐκ ἀληθὲς τὸ προκείμενον αἰσθητῶν θηρίων λαμβανομένων. πολλοὶ γὰρ τέλειοι ανδρες, μάρτυρες τῆς ἀληθείας, ἐβρώθησαν ὑπὸ θηρίων. λεκτέον τοίνυν ὡς οὐ παραδοθήσεται ψυχὴ ἐξομολογουμένη θηρσὶν ἐκείνοις, περὶ ων γέγραπται Πρόβατον πλανώμενον ̓Ισραήλ· λέοντες ἐξῶσαν αὐτόν. τούτων τῶν λεόντων τὰς μύλας συνέθλασεν ὁ κύριος. εις τούτων ὁ Σατανᾶς ἐστιν, ὡς Πέτρος ὁ ἀπόστολος γράφει ̔Ο ἀντίδικος ὑμῶν διάβολος περιπατεῖ ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ. Πένητες δὲ τοῦ θεοῦ ειναι δύνανται οἱ αὐτοῦ ενεκα ἀπεσχημένοι πλούτου κατὰ τοὺς εἰπόντας ̓Ιδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, ἑτέρως πενήτων αὐτοῦ τυγχανόντων τῶν ἐν ψευδοδοξίᾳ κακίας πλοῦτον ἀποβαλόντων. εἰ δὲ αὐτοὶ τοῖς πτωχοῖς τῷ πνεύματι τυγχάνουσιν οἱ ὀνομαζόμενοι νῦν θεοῦ πένητες, ἐπίσκεψαι. Μετὰ ταῦτα παρακαλεῖ τὸν θεὸν ἐπιβλέψαι τὴν διαθήκην ην διέθετο τοῖς ἀμφὶ τὸν ̓Αβραὰμ πατράσιν, ινα μὴ τέλεον τοὺς ἀπὸ τοῦ σπέρματος αὐτοῦ ἐγκαταλείψῃ· πεπληρῶσθαι δὲ οικων ἀνομιῶν ῥητέον τοὺς ἐσκοτισμένους ἐν τῇ γῇ· ουτοι γὰρ ἐν τῇ γῇ προσπελάζουσι· διὸ εχουσι σκῆνος γήϊνον βίον, πολυφρόντιδα νοῦν σκοτισθέντες δι' αγνοιαν.
778a Ps 74,1.2 Εἰ τὸ φθεῖραι καὶ διαφθεῖραι πολλαχοῦ παρὰ τῇ θείᾳ γραφῇ τὸ
ἁμαρτάνειν ἐστίν, ἀφθαρσία καὶ τὸ εχειν αὐτὴν ἀρετὴν σημαίνει· ̔Η χάρις γάρ φησι μετὰ τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν ̓Ιησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. καὶ ἐπεὶ τὸν ἀρξάμενον εργου ἀγαθοῦ ἐπιτελέσαι αὐτὸ δεῖ τουτέστιν ἀγαγεῖν αὐτὸ εἰς πέρας, Εἰς τὸ τέλος μὴ διαφθείρῃς ειρηται, μέχρι τέλους φεύγων τὴν φθοράν, ινα μὴ μείνῃ τις ἐν αὐτῇ ἀλλ' ἐν ἀφθαρσίᾳ μείνῃ. μέγα δὲ τοῦτο τὸ κατόρθωμα, οθεν Ψαλμὸς ᾠδῆς ἐπὶ τῇ συμπληρώσει αὐτοῦ ἀναπέμπεται. Εἰς τὸ τέλος φθάσαντες τοῦ μὴ διαφθεῖραι, κατωρθωμένης ἀφθαρσίας, εὐχαρίστως ἐξομολογησόμεθά σοι, θεέ, ὡς αἰτίῳ τῶν ὑπαρξάντων καὶ κατορθουμένων ἀγαθῶν· σὺν σοὶ γὰρ καὶ ἐκ σοῦ βεβαιοῦται ταῦτα. καὶ ἐπὶ τοῖς κατορθωθεῖσιν ἀγαθοῖς προσλαβεῖν καὶ ετερα βουλόμεθα· ουπω γάρ