Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ· διδάσκει δὲ οὐ καθ' ἅ φησιν τὸ γράμμα τὸ νομικὸν, ἀλλ' ὡς νέας διαθήκης κηρύξας τὰ νέα, τοῦ Σωτῆρος ἡμῶν θαυ μάζει κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ἐχαρί σατο ψυχαῖς. Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου. (A f. 332, B f. 269, E f. 123, G f. 59 b, H f. 124, L. f. 154 b) Τί δὴ ἆρά ἐστι τὸ, "Ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου," ἀναγκαῖον ἀκριβολογουμέ νους ἰδεῖν. Τινὲς μὲν γὰρ προσευχόμενοι, τὰς Ἰου 69.1140 δαϊκὰς μιμοῦνται κακίας, καὶ τὴν τῶν ἀνοσίων Φα ρισαίων ζηλοῦσι φιλοδοξίαν, ὑψηλῇ καὶ μεγάλῃ κεχρημένοι τῇ φωνῇ· νομίζουσι γὰρ, κατὰ τὸ εἰκὸς, ἐκ πολλῆς ἄγαν ἀμαθίας, ὡς εἰ μὴ μέγα κράξαιεν, οὐκ ἂν ἀκούσοι Θεός. ∆εῖ οὖν, ἡμᾶς πάντας εἰδότος Θεοῦ καὶ τὰ ἐν τῇ καρδίᾳ, ἠρέμα καὶ λεληθότως πρὸς αὐτὸν εὔχεσθαι· καὶ ἀνακεκραγέτω μὲν ὁ νοῦς πρὸς τὸν Θεὸν διὰ τὸ συντείνεσθαι τὴν αἴτησιν. Οὕτως ἡμᾶς αὐτὸς προσεύχεσθαι ἐδίδαξεν ὁ Σωτὴρ λέγων· "Σὺ δὲ ὅτ' ἂν προσεύχῃ," καὶ τὰ ἑξῆς. Τί οὖν δηλοῖ τὸ, "Πρὸς αὐτὸν ἐκέκραξα;" Τὴν ἔνδον ἐνταῦθα λέγει κραυγὴν τὴν σύντονον, ἣν ἡ πεπυρωμένη καρ δία ἔτικτεν. Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσ ακουσάτω μου Κύριος. (E f. 123, G f. 39 b) Καλὴ τῶν ἁγίων παῤῥησία· καθαρὸν γὰρ ἔχουσι τὸ συνειδὸς ἀπὸ πάσης ἀδικίας. Καὶ ἕτερόν τι καύχημα προσφέρει Θεῷ, τὸ ἔξω πάσης ἀδικίας γενέσθαι· διὸ καὶ εἰσακούεσθαι θαῤῥεῖ. Ὁ δὲ Σύμμαχος οὕτως· "Ἀδικίαν εἰ προεῖδον ἐν καρδίᾳ μου, μὴ ὑπακούσῃ Κύριος." Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι καὶ τῆς ἐπανόδου τυχεῖν, ἄδικά τινα δράσσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι· ὅτι δὲ οὐ ψεύδομαι, τὰ πράγματα μαρτυρεῖ. Οὐκ εἶπεν εἰ ἐθεώρησα, ἀλλ' εἰ ἐθεώρουν. Τὸ μὲν πρῶτον, ὀλιγο χρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύ τερον, πολυχρονιώτερον. Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσ ευχήν μου. (G f. 39 b) Καθαρὸν γάρ με τοιούτων λογισμῶν θεασάμενος, φιλοτιμίᾳ τῶν οἰκείων ἠξίωσε δωρεῶν· οὕτω ταῦτα διηγησάμενος, τῶν εὐσεβῶν ὁ χορὸς εἰς ὕμνον συμπεραίνει τοὺς λόγους· τοῦ καθαρὰν ἔχοντος τὴν καρδίαν μὴ ἀφίστατο ἡ καθαρὰ προσευχή. Ἡ δὲ προσευχὴ, καὶ τὸ ἔλεον δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμαι παρὰ Θεῷ.
ΨΑΛΜΟΣ Ξςʹ.
[Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς. "Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους," καθά
φησιν ὁ μακάριος ∆αβὶδ, "Θεὸς Κύριος, καὶ ἐπ έφανεν ἡμῖν." Ἔδειξεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ τὸ ἑαυτοῦ πρόσωπον, τουτέστι τὸν Υἱόν· εἰκὼν γάρ ἐστι καὶ "χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·" καὶ γοῦν ἔφασκεν ἐναργῶς· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν."] Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου. (A f. 333) Ἱκετεύω, φησὶν, ὦ ∆έσποτα, τὸ σὸν ἐπιφανῆναι πρόσωπον, ὥστε καταυγάσαι τὰ ἐν σκότῳ καθήμενα ἔθνη καὶ πρὸς σωτηρίαν ἑλκύσαι, ὥστε τοὺς ἐν τῇ γῇ καὶ τοὺς ἐν τοῖς ἔθνεσι γνῶναι τὴν ὁδὸν τῆς σωτηρίας. Ἐπιφάναντος γάρ σου τὸ πρόσ ωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ ἄγουσα. Τίς δὲ αὕτη, ἢ ὁ εἰπών· "Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ οὐδεὶς ἔρ χεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ;" δι' ἧς καὶ σεσώσμεθα διὰ τῆς πίστεως. Ἐγνώκαμεν τὴν ὁδὸν 69.1141 τὴν ἀποκομίζουσαν πρὸς τὸν Πατέρα, αὐτὸν δὴ πά λιν τὸν Υἱόν. Ὁδὸς τοῦ Θεοῦ καὶ αἱ ἐντολαὶ, κατὰ τὸ, "Ὁδὸν δικαιωμάτων σου συνέτισόν με·" ἃς αἰτεῖ, οὐκ ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἔνθα νόμος ἐδόθη κηρύττε σθαι, ἐν πᾶσι δὲ γνωσθῆναι τοῖς ἔθνεσιν. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός. (A f. 333. Κυρίλλου καὶ Θεοδωρήτου.) Πάντων τῶν ἐθνῶν τὴν εἰς Χριστὸν ὁμολογίαν προφητεύει τὸ προφητικὸν Πνεῦμα, καὶ τῇ σωτηρίᾳ τῆς οἰκουμένης ἡδόμενον, πολλάκις τὰ αὐτὰ φθέγγεται, τῇ συνεχεῖ διηγήσει εὐφροσύνης ἀπολαῦον. Φησὶ γοῦν