Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας· μὴ ὑπολάβῃς δὲ ὅτι περὶ ἑνός τινος βα σιλέως τὰ τοιάδε φησὶν, ἴσθι δὲ μᾶλλον ὅτι περὶ παντὸς τοῦ κεκλημένου πρὸς βασιλείαν οὐρανῶν· ὃν καὶ διαμένειν φησὶν εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Οἱ γὰρ σύμμορφοι γενόμενοι τῶν παθημάτων 69.1116 αὐτοῦ, καὶ συμβασιλεύσουσιν αὐτῷ διηνεκῶς. Προει πὼν μέντοι ὁ προφήτης· "Ὅτι σὺ, ὁ Θεὸς, εἰσ ήκουσας τῶν εὐχῶν μου," καθ' ὑπέρβατον συνῆψε τὸ, "Ἡμέρας ἐφ' ἡμέρας τοῦ βασιλέως προσθήσεις." Ἀκούσας γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ' ἡμέρας προσέθηκας. ∆ιὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα Κυρίου μνήμη, ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφη τεία· ἦν δὲ ἡ αἰώνιος ζωή.
ΨΑΛΜΟΣ ΞΑʹ.
Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; (A f. 3169. b. Κυρίλλου καὶ τοῦ
Νύσσης.) Τὸ ὑπο ταγῆναι τῷ Θεῷ τὴν ψυχὴν, σωτηρίαν εἶναι ὁ ∆αβὶδ ἀπεφήνατο. Ἄριστον καὶ ἐπωφελὲς καὶ ἁπάσης ἡμῖν ἐλπίδος πρόξενον ἀγαθῆς, τὸ ὑποτάττεσθαι τῷ Κυρίῳ καὶ ὑποφέρειν αὐτῷ τῆς διανοίας τὸν αὐχένα, καὶ προσοικειοῦσθαι αὐτῷ διὰ πάσης ἐπιεικείας, τὸ προφητικὸν ἐκεῖνο λέγοντας· "Ἰδοὺ οἴδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ." Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς; (A f. 317 b.) Φονευτὴς γάρ ἐστιν ὁ Σατανᾶς ψυχῶν καὶ πνευμάτων, καὶ τὰ τούτου τέκνα· καὶ τοὺς ἤδη διανενευκότας πρὸς τὸ πλημμελὲς, διὰ τὴν ἐνοῦσαν ἀσθένειαν τῇ φύσει, προσωθεῖν καταστρέ φων. Τάχα δὲ καὶ τοῖς πονηροῖς ὑπηρέταις τοῦ διαβόλου ὁ λόγος μάχεται, αἰτιώμενος τὴν ἀμετρίαν τῆς παρ' αὐτῶν ἐπαγομένης ἐπιβουλῆς· ὅτι οἱ μὲν ἄνθρωποί εἰσι ζῶον ἀσθενὲς, ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ ἀρκούμενοι πρώτῃ προσβολῇ, ἀλλὰ καὶ δευτέ ραν καὶ τρίτην ἐπάγετε· ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ περιπεσόντος ἡμῖν καταστρέψητε, ὥστε γενέ σθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνα τραπέντι. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι. (A f. 317 b.) Μόνον γὰρ οὐχὶ καὶ αὐτοῦ τοῦ λο γικοῦ οἱ δαίμονες ἡμᾶς ἀπεστέρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν· "Ἄνθρωπος ἐν τιμῇ ὣν οὐ συνῆκε." Ἔδραμον ἐν δίψει. (A f. 318.) Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ' ἡμῶν διψῶντες ἡμῶν τὴν ἀπώλειαν καὶ τὴν ἀποστέρησιν τῆς τιμῆς. Ἀκούεις ὅπως οἱ τῆς ἀνομίας υἱοὶ ἐξωθεῖν [cod. ἔξωθεν] ἡμᾶς σπουδάζουσι τῆς ἐκνεμηθείσης παρὰ Θεοῦ τιμῆς, καὶ ἀποστερεῖν ἐπείγοντες τῶν δεδω ρημένων ἡμῖν ἄνωθεν ἀγαθῶν; Θέλοντες δὲ τιμῆς ἐξῶσαι τοὺς ἡγιασμένους, δεδιψήκασι τοῦ πράγμα τος τὴν κατόρθωσιν, καὶ πᾶσαν εἰς τοῦτο πεποίην ται τὴν σπουδήν. Τοῦτο γάρ ἐστι τὸ, "Ἔδραμον ἐν δίψει." Ποίαις δὲ κέχρηνται μηχαναῖς· 69.1117 Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. (E f. 112 b.) Εἰσὶ γὰρ, εἰσὶν οἳ μὲν τὴν γλῶτταν ἔχουσι διφυᾶ, διπρόσωπον δὲ τὴν καρδίαν, οἳ χρη στοὶ μὲν εἰσὶν, ὅσον ἧκον εἰς λόγους, ἰοῦ δὲ μεμεστω μένον καὶ πονηρίας ἁπάσης ἔχουσι τὸν νοῦν. Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. (A f. 318. Κυρίλλου, Βασιλείου, Θεοδωρήτου.) Πάλιν τῇ ἰδίᾳ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς Θεὸν ἐπιτείνων. Ἐνδείκνυται δὲ τὸ μέγε θος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· "Ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν."-"Παρ' αὐτοῦ γὰρ ἡ ὑπομονή μου." Καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντι λήπτωρ μου, οὐ μεταναστεύσω. (A f. 318 b.) Ὁμολογοῦμεν οὐχ ὑπεσταλμένως, ἀλλ' ἐν παῤῥησίᾳ τεθαρσηκότες καὶ ἀληθεύοντες ὅτι Θεὸς ἡμῶν ὁ Ἐμμανουὴλ, ὃν ἡ ἁγία θεοτόκος Παρθένος ἀπεκύησεν. Αὐτὸν οὖν εἰδότες ἀληθινὸν Θεὸν καὶ σωτηρίας πηγὴν, οὐκ ἀνεξόμεθα τὴν δουλείαν ἀμεῖψαι καὶ πρὸς ἑτέραν δεσποτείαν ἀναδραμεῖν. Τὸ γὰρ "Οὐ μὴ μεταναστεύσω," ἀντὶ τοῦ "οὐ μεταθή