Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
σῶν θαυμασίων, ὧν τε κατὰ τὸν Ἰορδάνην ἡμῖν ἔδειξας, ὧν τε κατὰ τὸ γειτονοῦν αὐτῷ ὄρος τὸ Ἀερμὼν, παραμυθήσομαι ἐμαυτόν. Ὑψηλῶς δὲ οὕτω φησί· Γενησόμενος ἐν τῷ Ἰορδάνῃ, τουτ έστιν ἀξιωθεὶς τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικαῦτά σου μνησθήσομαι διὰ τοῦ ῥήματος τῆς ὁμολογίας· μνησθήσομαι δὲ καὶ τοῦ Ἑρμωνιεὶμ, ὃ ἑρμηνεύεται ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν ἀνοίγοντος φωτισμοῦ. ∆οκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν, κατὰ τὸ ῥητόν. Μετὰ τὴν Μωσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσάγοντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορδάνῃ, τὴν κιβωτὸν ἐπ' ὤμοις φέροντες, ὁ Ἰορδάνης, ὥς φησιν ἡ Γραφὴ, ἐπληροῦτο καθ' ὅλην τὴν κρηπίδα αὐτοῦ. Καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν ἀλῶν. Καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύματος χωροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκὴν, τοῦ δὲ ἄνωθεν κατιόντος, παραδόξως Θεοῦ δυνάμει ἀνα στελλομένου, καὶ εἰς τοὐπίσω χωροῦντος· καὶ δὴ τὰ ἀπὸ τῶν πηγῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου ῥεύματα, μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς 69.1008 εἷς ἐγίνετο, ἐπαιρομένων τῶν ὑδάτων καταλλήλων, διὰ τὸ ἀποκεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. Ἀναπο λῶν οὖν, φησὶ, τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν, εἰκότως ἐπὶ τοῦ παρόντος τὴν ψυχὴν κατατήκομαι, μηδεμιᾶς τοιαύτης καὶ ἐφ' ἡμῶν γενομένης τοῦ Θεοῦ προνοίας. Οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον, καὶ τὸ παρακεί μενον ὄρος τὸ Ἀερμών· ἐπ' ἐμοῦ δὲ τοῦ ταῦτα λέ γοντος τοιοῦτον οὐδὲν πέπρακται. Ταῦτα τῶν αἰχ μαλώτων τὰ ῥήματα. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου. (E f. 79 b, L f. 114) Ἄβυσσος δηλοῖ τὸ τῆς πο λυπληθίας ἄπειρον· ἀντὶ τοῦ εἰπεῖν· Τὴν ἀλλήλων συμμαχίαν ἐπὶ τῇ καθ' ἡμῶν συγκαλοῦνται [al. cod. ἐγκαλ.] συνδρομῇ, διὰ τὸ τὴν συγχώρησιν τῆς ἐκεί νων συνδρομῆς [al. cod. ὁρμῆς] εἶναι διάβασιν· κα ταῤῥακτῶν γὰρ εἰκότως τὴν τοῦ Θεοῦ συγχώρησιν ὡς πρὸς τὰς ἀβύσσους ἐκάλεσεν. (A f. 250, I f. 225 b, L f. 114) Οὐ μόνον τοῦ ἐν τῷ Ἰορδάνῃ γενομένου θαύματος ποιοῦνται μνήμην ἐπὶ σωτηρίᾳ τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ ἑτέρων πάλιν θαυμάτων ποιοῦνται κατάλογον, τιθέντες ἐφεξῆς ἅπερ συνέβη γενέσθαι κατὰ καιρούς. Ἀλλόφυλοι μὲν γάρ ποτε κατεστρατεύοντο τῶν ἐξ Ἰσραὴλ εἰς Μασσηφάτ· γέγραπται γὰρ οὕτως ἐν ταῖς Βασιλείαις. Ὡς δὲ προσήγαγον εἰς μάχην, τὸν τοῦ πολέμου νόμον ἐξηρ τυμένοι, δεδιότες τὴν ἔφοδον οἱ ἐξ Ἰσραὴλ, προσῄε σαν τῷ θεσπεσίῳ Σαμουὴλ, καὶ τὰς ὑπέρ γε σφῶν αὐτῶν ποιεῖσθαι λιτὰς ἐλιπάρουν. Ὁ δὲ τέθυκεν ἄρνα γαλαθηνὸν, καὶ ὕδωρ ἐξέχεεν ἐπὶ τὴν γῆν, εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ τοιαύτης γενομένης ὑπὲρ αὐτῶν θυσίας, κατηνέχθη τῶν πολεμίων χάλαζα τοσαύτη, ὥστε σχεδὸν ἅπαντας οὐδενὸς αὐτοῖς ἀν θρώπου μαχομένου πεσεῖν. Ἔοικεν δὴ οὖν τὴν τῆς χαλάζης ἄσχετον φορὰν, ἄβυσσον ἐπ' ἀβύσσῳ τρέ χουσαν ὀνομάζειν· τὸ γὰρ ἐπικαλεῖται, ἀντὶ τοῦ ἐκκαλεῖταί [al. cod. ἀνακαλεῖται] φησιν. Ἀλλεπάλ ληλος γὰρ ἦν ἡ ταύτης φορὰ, καὶ ὥσπερ ἐξεκαλεῖτο τὴν δευτέραν ἡ πρώτη. Φωναὶ δὲ καταῤῥακτῶν αἱ τῆς χαλάζης καταφοραὶ νοηθεῖεν ἄν. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. (A f. 230 b, I f. 215 b, L f. 114) Εἶτ' εὐθὺς ἑτέ ρου διαμνημονεύουσι θαύματος· διῆλθον γὰρ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης, τὴν τοῦ Φαραὼ φυγόντες μο χθηρίαν· καὶ οἷον ἐδόκουν μὲν οἱ τῶν κυμάτων μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις, φέρεσθαι κατ' αὐτῶν, ἀλλ' ἠδίκουν οὐδέν· τοῦτο οἶμαι, ἔστι τὸ, "Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον·" ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ ξηρὰ ἐφυλάχθη ἡ διάβασις. Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ [ῃαρ. λεξτ. αὐτοῦ]. (A f. 251, K f. 84 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ μέντοι μεθ' ἡμέραν ὁ Θεὸς, τουτέστι φανερῶς καὶ οἱονεί πως ἐν φωτὶ, καθυπισχνεῖται τὸν ἔλεον διὰ 69.1009 φωνῆς ἁγίων· δηλοῖ δὲ αὐτὸν, τουτέστι