Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
φρόνημα, καὶ πᾶσαν ἐπὶ Θεῷ θέμενον τὴν ἐλπίδα, καταβιάζονταί τε καὶ διαρ πάζουσιν, βαρβάρων ἀγρίων ἐπιπηδῶντες δίκην, ἄνδρες ἀλιτήριοι καὶ διαβολικῶν σκεμμάτων ὑπουρ γοὶ, καὶ δαιμονιώδους μανίας ἐκμεμεστωμένοι· καὶ προσέτι τούτοις καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀπηνεστάτη πληθύς. Ἐπιτρίζουσι γὰρ τοὺς ὀδόν τας τοῖς εὐδοκιμεῖν ἐθέλουσιν, καὶ τοῖς θείοις νόμοις εὐήνιον ὑπέχουσι τὸν αὐχένα. Πλὴν οὐ κατὰ τὸ αὐ τοῖς δοκοῦν πάντως τὸ τῶν πραγμάτων ἔρχεται πέ ρας· σώζει γὰρ τοὺς δικαίους ὁ πανσθενὴς τοῦ Θεοῦ Λόγος. Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἂ οὐκ ἐγίνω σκον ἠρώτων με. (B f. 115 b) Ἐνταῦθα σαφῶς τῆς Ἰουδαϊκῆς ἀνοσιότητος διαμνημονεύει Χριστὸς, καὶ τῶν εἰς αὐτὸν πεπαρῳνημένων ποιεῖται κατάλογον. Σεσυκοφαντή κασιν μὲν γὰρ αὐτὸν Πιλάτῳ προσάγοντες οἱ τῶν Ἰουδαίων καθηγηταί. Εἰσεκόμισαν γὰρ ψευδομαρτυ ροῦντάς τινας· "Οὗτος ἔφη, ὅτι ∆ύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῆσαι αὐτόν." Καὶ αὐτοὶ δὲ τὰς αἰτίας εἰπεῖν ἐξαιτούμε νοι δι' ἃς ἐπεφωνοῦντο, "Ἆραι, ἆραι, σταυροῦ αὐ τὸν," κατεψεύδοντο λέγοντες, ὅτι "Κωλύει φόρους διδόναι Καίσαρι, καὶ ὅτι ἀνασείει τοὺς ὄχλους." Σεσυκοφαντήκασι δὲ καὶ πρὸ τοῦ τιμίου σταυροῦ, καὶ καθ' ἑτέρους τρόπους· ἔφασκον γὰρ τοῖς ὑπὸ χεῖρα λαοῖς· "Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυεν τὸ Σάββατον." ∆ιετείνοντο δὲ ὅτι καὶ δαιμόνιον ἔχει καὶ μαίνεται, φάγον τε καὶ οἰνοπότην, ἐνεργοῦντά τε διὰ τοῦ Βεελζεβοὺλ, ὠνόμαζον αὐτόν. [Ἀνταπεδίδοσάν μοι πονηρά. Εὐεργετοῦντα γὰρ ἐλοιδόρουν, παρακαλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον αὐτὸν, νουθετοῦντα παν σόφως, καὶ ἐμβιβάζοντα ταῖς εἰς εὐσέβειαν ἀποκο μιζούσαις τρίβοις, ὕβριζον οἱ τάλανες, καὶ προσέτι καὶ ἐπεβουλεύοντο, ὥστε καὶ ἀτεκνίαν αὐτῷ κατασκευά ζειν.] Καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. (B f. 116 b) Ἔθος τῇ θείᾳ Γραφῇ υἱοὺς ὀνομάζειν κατὰ μαθητείαν τῶν μυσταγωγεῖν εἰωθότων τοὺς μυσταγωγουμένους. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων τισίν· "Ἐν γὰρ Χριστῷ Ἰησοῦ, φησὶν, διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα·" καὶ μὴν καὶ Γαλάταις· "Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ 69.904 μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Ὠνομάζοντο δὲ καὶ υἱοὶ τῶν ἁγίων προφητῶν, οἱ κατὰ διάθεσίν τε καὶ μάθησιν οἰκεῖοι καὶ προσεδρεύοντες αὐτοῖς. Ὅτι γὰρ οὐ συνεχώρουν ὑπὸ Χριστοῦ μαθητεύεσθαί τινας οἱ καθηγεῖσθαι λαχόντες τῶν Ἰουδαϊκῶν ταγμάτων, σαφὲς ἂν γένοιτο κἀντεῦθεν ἀκονιτί. Προσεφώνουν μὲν γὰρ, ὡς ἔφην, τοῖς ὄχλοις, ὅτι "∆αιμόνιον ἔχει καὶ μαίνεται;" τί ἀκούετε αὐτοῦ, Ἔτυπτον δὲ καὶ τοὺς ἁγίους ἀποστόλους ἐν συνεδρίῳ πολλάκις, ἐγκαλοῦντες αὐτοῖς τὴν μυσταγωγίαν. [Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν. Ὁποῖος δέ ἐστιν ὁ πένθους τρόπος, παρά γε τοῖς τὴν ἁγίαν κατορθοῦν εἰωθόσι ζωὴν, οὗτος ὁ στίχος εὗ μάλα διατρανοῖ. "Ἐταπείνουν γὰρ ἐν νηστείᾳ τὴν ψυχήν μου," φησί. Καὶ ἐντεῦθεν τὸν τοῦ πέν θους παραχρῆμα δεικνύει καρπὸν, καὶ τῶν ἁγιοπρε πῶν ἱδρώτων τὴν ὄνησιν.] Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφή σεται. (B f. 117) "Ἡ προσευχή μου γὰρ, φησὶν, εἰς κόλπον μου ἀποστραφήσεται, τουτέστιν οὐκ ἄπρα κτος οὐδὲ ἀνήνυτος γέγονεν παρὰ Θεῷ, δεκτὴ δὲ μᾶλ λον, καὶ οἷον εἰς κόλπον δοθεῖσα τοὺς ἐμούς. Εἰθί σμεθά πως ἐν κόλπῳ δέχεσθαι τὰ παρ' ὅτου οὖν προσ φερόμενα δῶρα. Ὅτι γὰρ τὰς τῶν ὁσίων ἱκετηρίας προσίεται Θεὸς, πῶς ἂν ἐνδοιάσειέ τις; αὐτοῦ λέγον τος ἐναργῶς ποτὲ μὲν, ὅτι, "Κέκραξον πρός με καὶ εἰσακούσομαί σου·" ποτὲ δὲ πάλιν ἑκάστῳ τῶν προσ αγόντων τὰς ἱκετηρίας· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. (cod. M. f. 55) Ἀντὶ τοῦ, Προσευχόμενος, ἐδεχό μην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. Τοῦτο σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκείνους τῇ ἁμαρτίᾳ· οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, τῇ ὑπερβολῇ τῆς ἀνοίας τὴν προσευχὴν ὥσπερ εἰς ἑαυτὸν ἐπανακάμψαι ποιήσαντες. [Ὡς πλησίον, καὶ ὡς ἀδελφόν. Ἑκάστῳ, φησὶν, οὕτως ἀρέσειν ἐσπούδαζον, ὥστε δοκεῖν εἶναί τινα τῶν ἀγχιστέων καὶ τῶν τεταγμένων εἰς ἀδελφούς.] ∆ιεσχίσθησαν, καὶ οὐ κατηνύγησαν. (B f. 117 b)