Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
∆αβὶδ, ἵνα τῆς ἐνούσης ὑπεροχῆς τὸ μέγεθος τῇ θείᾳ καὶ ἀποῤῥήτῳ φύσει μανθάνοντες, ἀποπεμψώμεθα μὲν ὡς ὀλέθριον χρῆμα τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν· ἐμβάλλοντες δὲ ταῖς ἑαυτῶν καρ δίαις τὸν τοῦ Θεοῦ φόβον, ἀντεχώμεθα παντὸς ἀγαθοῦ, καὶ οὕτως ἀναβαίνωμεν εἰς οἰκειότητα τὴν πρὸς αὐτόν. Ὅτι γὰρ σωτήριος τοῖς ἀγαπῶσιν αὐτὸν ὁ θεῖός ἐστι φόβος, διδάξει τὸ Γράμμα τὸ ἱερόν· "Φόβος γὰρ Κυρίου, φησὶ, τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. Ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοι κοῦντες τὴν οἰκουμένην. (A f. 180 b, B f. 100 b, C f. 68) Ἀκούοντες, φη σὶν, αὐτοῦ οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι, ἀπὸ τῆς προτέρας στάσεως ἧς εἶχον, εἰδωλολατροῦν τες δηλονότι, σαλευθήτωσαν, τῷ ἰδίῳ δημιουργῷ ὑπακούοντες. Τὸ γὰρ σαλευθῆναι ἐνταῦθα ὑποδηλοῖ οὐ κίνησίν τινα σωματικὴν ἢ κλόνον τοιοῦτον· ἐκεῖνο 69.876 δὲ μᾶλλον ἔθος καὶ τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἡμῖν αὐτοῖς ἐπὶ τῶν ἐπισήμως δρωμένων λέγειν, ὅτι ἐσα λεύθη. Οἷον ὅτε ἐποχούμενος τῷ πώλῳ μειρακίων ὑμνολογούντων αὐτὸν, ἀνέβη εἰς Ἱεροσόλυμα, τότε τὸ ἐπίσημον τῆς εἰσβολῆς διερμηνεύων ὁ εὐαγγελι στὴς γέγραφεν, ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις· ἀντὶ τοῦ, ἔγνω, καὶ ἔλαθεν οὐδένα, καὶ τεθαύμαστο παρὰ πάντων. Οὔτω καὶ ἐνθάδε νοήσεις τὸ σαλευθῆναι πάντας τοὺς κατοικοῦν τας τὴν οἰκουμένην, καταπληττομένους οἱονεὶ καὶ θαυμάζοντας, ὡς ἀγνοῆσαι παντελῶς οὐδένα τὴν τοῦ Θεοῦ δόξαν, καὶ τὸ ὑπερφερὲς ἀξίωμα τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ ὑπεροχῆς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετεί λατο, καὶ ἐκτίθησαν. (A f. 180 b, C f. 68) Ἦν μὲν καὶ ἔστιν αὐτὸς, ἡμεῖς δὲ ἐκτίσμεθα διὰ τοῦ ζῶντος αὐτοῦ καὶ ἐν υποστάτου Λόγου, ὅς ἐστιν αὐτοῦ καὶ σοφία καὶ δύνα μις. Τὸ δὲ ἐνετείλατο μὴ νομίσῃς ἀνθρωποπρεπῶς, ἐννόει δὲ μᾶλλον ὅτι καὶ τῶν βαναυσικῶν τεχνῶν οἱ ἐπιστήμονες, ὅταν τι διατεκτήνασθαι βούλωνται τῶν ἐγνωσμένων αὐτοῖς, μονονουχὶ καὶ ἐντέλλονται τῇ ἑαυτῶν ἐπιστήμῃ καὶ τέχνῃ διά γε τοῦ ἐθέλειν ἐργά σασθαί τι· καὶ ἡ τοῦ νοῦ πρὸς τὰ ἔργα ῥοπὴ, δύνα μιν ἔχει προστάγματος καὶ αὐτοκελεύστου φορᾶς. Ἀλλ' ἐπὶ μὲν ἀνθρώπων, ἀνυπόστατος αὐτὴ καθ' ἑαυτὴν ἥ τε σοφία καὶ ἡ δύναμις αὐτῶν· ἐπὶ δὲ Θεοῦ οὐκέτι. Ὑφέστηκε γὰρ ὁ Λόγος δι' οὗ τὰ πάντα ἐργάζεται, διά γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ σοφίας. (A f. 181) Ὅρα δὲ ὅτι πρὸς δύο ταῦτα προάγοντα, τὸ "Φοβηθήτω πᾶσα ἡ γῆ," καὶ τὸ "Σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην," δύο ἐπήγαγε· τὸ, "Αὐτὸς εἶπε καὶ ἐγενήθησαν·" καὶ τὸ, "Αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν." Ἐπειδὴ γὰρ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηΐνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον· κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦσα ψυχή. Καταλλή λως οὖν τῇ μὲν γῇ, ἤγουν τῷ πλάσματι ἡμῶν τῷ ἀπὸ τῆς γῆς, τὸ ἐγενήθη ἀποδέδοται· ἐπὶ δὲ τῆς κατ' εἰκόνα Θεοῦ κτισθείσης ψυχῆς, τὸ ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, "Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·" καὶ τὸ, "Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·" τάχα τὸ μὲν ἐγενήθη ἐπὶ τῆς πρώτης τοῦ ἀνθρώπου οὐσιώσεως λέγεται, τὸ δὲ ἐκτίσθη ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως. Ὅσον δὲ λόγου ψιλοῦ ἐντολὴ Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. (A f. 181 b) Ἀναπηδᾷ τοίνυν ἐνταῦθα εἰς ἔννοιαν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, καὶ οἷα κατώρθωται δι' αὐτῆς περιαθρεῖ. Ὁ μὲν γὰρ νομι σθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, καὶ τὰ τῶν δαι 69.877 μονίων ἔθνη, πικρὰ καθ' ἡμῶν ἐσκέπτοντο· πλείστη γὰρ ἦν ἡ τοῦ θανάτου πάγη πανταχοῦ, καὶ οἱ τῆς ἁμαρτίας βρόχοι διεῤῥιμμένοι. "Ἐν ὁδῷ γὰρ, φησὶ, ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι·" καὶ οὐκ ἦν διαφυγεῖν τῆς ἐκείνων σκαιότητος τὰ ἐπιτηδεύ ματα. Προσεκύνουν μὲν γὰρ οἱ ἄνθρωποι αὐτοῖς τε τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ μὴν καὶ ξύλοις, καὶ λίθοις,