De strategematibus

 τῇδε τῇ δέλτῳ πρός τε κατασκευὴν καὶ χρείαν καθεξῆς προϊόντες, κατὰ τάξιν ἀναγράψαντες ἐξεθέμεθα. Καὶ μή τις λέξεων ἐξονυχιστής, συνθήκην ἀττικίζουσαν

 τῶν πόλεων θέσεις ἀκριβῶς διερχόμενον ἐπισκέπτεσθαι χρὴ πρότερον, καὶ τὴν τοῦ ἰδίου λαοῦ πρὸ πάντων ἀβλαβῆ ποιούμενον φύλαξιν τῆς πολιορκίας ἀπάρχεσθα

 ἐκ πλοκῆς ἰτεΐνων βεργῶν νεοτμήτων ἢ ἐκ μυρίκης ἢ φιλύρας, ὀξείας καὶ αὐτὰς κατὰ πρόσωπον οὔσας ἄχρι τῆς κατὰ κορυφὴν ῥάχεως. Τὰς δὲ καλουμένας λαίσας

 ἀνταλλαττόμενον ἕξειν. Εἰ δὲ κατὰ κλοπὴν νυκτὸς τὴν πόλιν βουλόμεθα λαβεῖν τῶν πολιτῶν τὴν ἔλευσιν ἡμῶν ἀγνοούντων καὶ ἀνελπίστων ὄντων, χειμῶνος κατα

 στυλαρίοις λεπτοῖς μᾶλλον καὶ πυκνοῖς, καὶ μὴ παχέσι καὶ ἀραιοῖς, ἐπάνω καὶ ὑποκάτω σανίδος τιθεμένης, ἵνα μὴ πρὸς τῇ γῇ ὑποχαλῶντα τὰ στυλάρια οὐ βασ

 ὑπεμβαίνουσαν καὶ ἀναστρεφομένην ἐπὶ τὴν ὀνομαζομένην πυελίδα ἤτοι ἐπικεφαλίδα τινὰ οὖσαν, κανόνος τῇ γῇ ἐπικειμένου τοῦ προσ221 άγοντος αὐτὴν καὶ ἐπα

 περὶ κῶλα αὐτῶν καὶ τὰς ἐπὶ τῶν μονοξύλων κατὰ διάστασιν ἀνηκούσας ἀρτήσεις ἐπί τε κριοφόρων χελωνῶν πύργων τε καὶ τῶν διπλῶν κλιμάκων καὶ ἔτι τὰς δι'

 τὸ εὐκόπως προσάγεσθαι καὶ ἐκ μικρῶν συμπήγνυσθαι ξύλων, καὶ μὴ μίαν μεγίστην διὰ τὸ ἐκ μεγάλων καὶ δυσευρέτων γίνεσθαι καὶ διὰ τὸ βραδέως καὶ δυσκόπω

 τὴν κίνησιν. Ἐὰν θελήσωμεν τὸ σύμπαχον τῶν τειχῶν καταμαθεῖν καὶ τὰς γινομένας τῶν πολεμίων πράξεις καὶ τὸ πλῆθος ἐκ τῶν ὄπισθεν σκοπῆσαι, ἐργασίας κα

 ἀνὰ ˉλ ἔστωσαν· πρὸς δὲ τὸ ὕψος τῶν ˉκ τὴν περόνην δεχέσθωσαν· δίμοιρον δὲ τὰ ˉκ τῶν ˉλ. Καὶ τὰ ἀπὸ τῶν ὀρθῶν κατερχόμενα ἀνὰ ˉμˉε κατὰ μῆκος γινέσθωσ

 ἐποίουν· ἐπὶ πάντας δὲ ἀεὶ τὸ τῆς βάσεως πέμπτον μέρος ἄνωθεν ἀπετίθουν. Ὁ δὲ Ἀπολλόδωρος, σεμνότερον πρὸς πόδας κατασκευάζων τὸν πύργον, ὑφημιόλιον α

 ἐποίησε τοῖς παραστάταις τούτοις ἴσον, ἵνα μὴ αἱ συμβολαὶ αὐτῶν ἐγγὺς ἀλλήλων ὦσιν, ἀλλ' ἀντιπαραλλάσσῃ πᾶς ἁρμὸς ἀφεστηκὼς πρὸς τὸν ἕτερον, καὶ τῇ τῶ

 ὥστε καὶ αἱ τοῦ ὕψους πήχεις ˉξ καὶ αὐτῆς βάσεως τοῦ μήκους ˉιˉζ τὴν αὐτὴν ἀναλογίαν πρὸς τοὺς πόδας ἕξουσιν, ὡσαύτως δὲ καὶ τὴν ἐν λόγοις συμφωνίαν,

 χωρίου ἐπὶ τὰ ἀνώτερα μέρη τῶν τειχῶν κριομαχῶσιν· εὔθραυστον γὰρ καὶ εὐκατάλυτον πᾶν τὸ ἀνεστηκὸς καὶ προέχον ὡς ἀπολελυμένον καὶ ἀσύνδετον, οἷαί τε

 τῶν στομίων παρεξέχοντα· πρὸς ἃ νεύροις ὠμιαίοις ἢ νωτιαίοις πάντων ζῴων πλὴν συῶν διὰ μέσου τῶν χοινικίδων διερχομένοις ἐπὶ τῇ τῆς στροφῆς τάσει δεῖ

 οὖσα τὴν τῶν προειρημένων κλιμάκων κατασκευὴν ἐπιδεχέσθω. Ἡ δὲ ἀνάγεσθαι μέλλουσα πρὸς ὅλον αὐτῆς τὸ μῆκος καταστρωθήτω σανίσι, καὶ σχοινίοις περιειλη

 κάτωθεν, κατὰ μὲν πρόσωπον τῶν ἐναντίων ῥᾳδίως καταπίπτοντα καὶ ἀντεχόμενα ὄπισθεν, ἄνωθεν δὲ πρὸς ὄνυχα ἐκκεκομμένα, κατὰ κορυφὴν συννεύοντα καὶ πρὸς

 ἐν λόγῳ δειχθήσονται· καὶ γὰρ οἱ δύο ἥμισυ πήχεις τῆς διαμέτρου ἑξάκις μὲν τὸν ˉιˉε μετροῦσι, τετράκις δὲ τὸν ˉι, καὶ δωδεκάκις μὲν τὸν ˉλ, τὸν δὲ ˉκ

 τὰ πλοῖα, 270 ὀρθὸν καὶ ἀπαράπτωτον διασώζηται τὸ μηχάνημα, Πρὸς δὲ τοὺς ἀνέμους δεῖ καὶ τὰ ἐμπαράσκευα ἐξ ἑτοίμου ἔχειν τὰ πρὸς πολιορκίαν ἀμυντήρια·

 παρατίθησι πρὸς τὸ ἕτερον χεῖλος τοῦ ποταμοῦ ὅλην κατὰ μῆκος ἐφαρμόζουσα, τοῦ πλήθους συνηγμένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν τῆς μάχης ἀντιπαράταξιν. Ο

ὥστε καὶ αἱ τοῦ ὕψους πήχεις ˉξ καὶ αὐτῆς βάσεως τοῦ μήκους ˉιˉζ τὴν αὐτὴν ἀναλογίαν πρὸς τοὺς πόδας ἕξουσιν, ὡσαύτως δὲ καὶ τὴν ἐν λόγοις συμφωνίαν, ὅτι κοινῷ μέτρῳ ἀμφότεροι μετροῦνται. Ὁ γὰρ ˉλ τρὶς μὲν μετρεῖ τὸν ˉ, δὶς δὲ τὸν ˉξ· καὶ πάλιν ὁ ˉη τρὶς μὲν τὸν ˉκˉδ μετρεῖ, δὶς δὲ τὸν ˉιˉ· καὶ ἔστιν ὡς ˉ πρὸς ˉξ, οὕτως ˉκˉδ πρὸς ˉιˉ· καὶ ὡς ˉκˉδ πρὸς ˉιˉ, οὕτως καὶ οἱ τροχοὶ πρὸς ἀλλήλους κατ' ἀριθμόν τε καὶ μέγεθος, καὶ ἡ βάσις πρὸς τὴν βάσιν, ὡς καὶ τὰ τρία πρὸς δύο. ἐδείχθησαν ἄρα καὶ οἱ με246 τροῦντες πρὸς ἀλλήλους τὸν αὐτὸν τοῖς μετρουμένοις κατ' ἀναλογίαν ἔχοντες λόγον· ὥστε οὐ μόνον πρὸς συμμετρίαν, ἀλλὰ καὶ συμφωνίαν τῶν φορητῶν πύργων κατασκευὰς οἱ περὶ Ἀπολλόδωρον πρὸς τοὺς περὶ ∆ιάδην καὶ Χαρίαν εὑρίσκονται ποιοῦντες. Καὶ φανερὸν ὅτι οἱ πάλαι μηχανικοὶ καὶ πολυμαθέστατοι ἀρχιτέκτονες ἐπιστημονικῶς καὶ οὐκ ἀλόγως τὰς τῶν μηχανημάτων κατασκευὰς ἐποίουν. Τοῦ πύργου οὕτως ἐπὶ τῇ κατασκευῇ τελεσθέντος, ἐὰν μὴ ὁμαλὸς καὶ ἰσοπέδιος πρὸς τὴν βάσιν ὑποκείμενος εἴη τόπος ἀλλ' ἀνωφερὴς τυγχάνῃ, ποιήσομεν ὑπόθημα πρὸς τῇ βάσει τοῦ πύργου τῇ ὁμοίᾳ αὐτοῦ συμπλοκῇ ἐπὶ τῷ ἀνωμάλῳ τῆς γῆς προσερχομένῃ καὶ πλατυνούσῃ τὸν ὑποκείμενον κάτωθεν τόπον, ὅπως ἐπὶ τῇ συμβολῇ καὶ τῷ κλόνῳ τῆς μάχης ἀκλινὴς πρὸς τὴν στάσιν ὁ πύργος συντηρῆται. ∆ιαφυλαχθήσεται δὲ πρὸς τὸ μὴ καίεσθαι ἐκ τῶν πεμπομένων πυροφόρων τριβόλων καὶ ἀναπτομένων φλογῶν προσηλούμενος σανίσι, μάλιστα μὲν φοινικίναις ἢ ταῖς ἐξ εὐτόνων ξύλων γινομέναις, πλὴν κεδρίνων πευκίνων τε καὶ κληθρίνων, διὰ τὸ ἔκπυρον αὐτῶν εὔκλαστόν τε καὶ εὔθραυστον. Ἐπικρεμάσθωσαν δὲ καὶ δέρματα τῷ πύργῳ ἐπὶ τοῖς ῥηθεῖσιν ἐπὶ τῇ κατασκευῇ περιπτέροις τε καὶ περιδρόμοις, μὴ προσεγγίζοντα 247 ταῖς σανίσιν, ἀλλὰ μικρὸν ἔξωθεν ἀπέχοντα διά τε τὰ πυροβόλα καὶ ὅπως ἀσθενεῖς πρὸς αὐτὰ καὶ ἔκλυτοι ἐπὶ τῇ τῆς βολῆς ἐνδόσει αἱ τῶν λιθοβόλων πρὸς τὸ χαῦνον γίνωνται πληγαί. Προσηλούσθω δὲ καὶ ἥλοις ὁ πύργος ἄνωθεν, ὡς προείρηται καὶ ἐπὶ τῶν χελωνῶν, καὶ πηλοῦ λιπαροῦ καὶ κολλώδους ἀναγεμισθήτω ὁ διὰ μέσου τόπος. Εἰς δὲ τὰ προκείμενα τοῖς πυροβόλοις μέρη τοῦ πύργου ἀντὶ σωλήνων τῶν τὸ ὕδωρ πεμπόντων ἔντερα βοῶν εἰργασμένα ὡσὰν τεταριχευμένα παρατίθενται ὕδωρ ἐπιχέοντα. Τούτοις τοῖς ἐντέροις ἀσκοὶ πλήρεις ὕδατος ὑποτίθενται· ἐκθλιβόμενοι δὲ καὶ πιεζόμενοι ἀναφέρουσι τὸ ὕδωρ. Εἰ δὲ καὶ ἀκρωτήριόν που τοῦ πύργου δυσδιάβατον καίεται, μὴ ἔστι δὲ ὄργανον ὃ καλεῖται σίφων, καλαμοὶ τετρυπημένοι δι' ὅλου ἔσωθεν οἵους οἱ ἰξευταὶ ἔχουσι πρὸς ἀλλήλους συμβάλλονται, καὶ ὅπου δέῃ ἐκπέμπουσι τὸ ὕδωρ· ἀσκοὶ γὰρ ὡς καὶ ἐπὶ τῶν ἐντέρων ὑπόκεινται ἐκφέροντες αὐτὸ διὰ τῶν καλάμων ἐπὶ τὸν ἐμπυριζόμενον τόπον. Οὐ μικρὰν δὲ ὠφέλειαν τῷ πύργῳ ἐμπαρέξουσι καὶ τύλια ἔξωθεν κρεμαμένα ἀχύροις ὄξει βεβρεγμένοις γεμισθέντα, ἢ δίκτυα ἐνύγρων βρύων ἢ τοῦ καλουμένου θαλασσοπράσου, ὡς δυνάμενα 248 μὴ μόνον ταῖς ἐκ τῶν πυροβόλων ἀντιμάχεσθαι ἐμπρήσεσιν ἀλλὰ καὶ πρὸς τὰς τῶν λιθοβόλων ἀντέχεσθαι πληγάς. Καὶ δεῖ εἰδέναι ὅτι πᾶσαι αἱ ἐκ τῶν πυροφόρων καὶ ἀναπτομένων φλογῶν ... ...................... ... μέρη τὸν κριὸν βασταζόμενον φέρεσθαι. Ἀπὸ δὲ τοῦ τρίτου βαθμοῦ τῆς ἄνωθεν κλίμακος ἐπὶ τὸν τῆς ἑτέρας τρίτον καὶ ἰσοϋψῆ διὰ σανίδων στεγάζονται ἢ βεργῶν πεπλεγμένων, ἀμφοτέρων δὲ πηλῷ ἐπικεχρισμένων ἢ βύρσαις βοῶν νεοσφαγῶν σκεπομένων διά τε τὰ πυροβόλα καὶ τὰς τῶν λίθων βολάς. Κατωτέρω δὲ τοῦ 249 τρίτου βαθμοῦ μετὰ πόδας ˉιˉη ἢ καὶ ˉκ οἱ τυχόντες βαθμοὶ ἄλλην στέγην λαμβάνουσιν, οὐ πρὸς ὅλον τὸ πλάτος τῶν βαθμῶν· ἀστέγαστος γὰρ ὁ πρὸς τὴν ἀνάβασιν παραλειφθήσεται τόπος. Χρὴ δὲ τὰς ἐμβαλλομένας περόνας ἐπὶ τοὺς τῶν κλιμάκων μηροὺς πλέον παρεξέρχεσθαι, ἵνα πλατύτερον τῶν κλιμάκων τὸ χωρίον στεγάζηται· ἐκεῖ γὰρ ὁ κριὸς ἐνεργήσει μάλιστα ἀπὸ τῆς ἄνωθεν ἠρτημένος στέγης δυσὶ βαστάγμασιν ἰσοϋψέσι παρὰ μικρόν τι, ἵνα καὶ οἱ τὸν κριὸν ὠθοῦντες ἐπὶ τοῦ καταστρώματος τοῦ ἐστεγασμένου ἑστῶτες