De strategematibus

 τῇδε τῇ δέλτῳ πρός τε κατασκευὴν καὶ χρείαν καθεξῆς προϊόντες, κατὰ τάξιν ἀναγράψαντες ἐξεθέμεθα. Καὶ μή τις λέξεων ἐξονυχιστής, συνθήκην ἀττικίζουσαν

 τῶν πόλεων θέσεις ἀκριβῶς διερχόμενον ἐπισκέπτεσθαι χρὴ πρότερον, καὶ τὴν τοῦ ἰδίου λαοῦ πρὸ πάντων ἀβλαβῆ ποιούμενον φύλαξιν τῆς πολιορκίας ἀπάρχεσθα

 ἐκ πλοκῆς ἰτεΐνων βεργῶν νεοτμήτων ἢ ἐκ μυρίκης ἢ φιλύρας, ὀξείας καὶ αὐτὰς κατὰ πρόσωπον οὔσας ἄχρι τῆς κατὰ κορυφὴν ῥάχεως. Τὰς δὲ καλουμένας λαίσας

 ἀνταλλαττόμενον ἕξειν. Εἰ δὲ κατὰ κλοπὴν νυκτὸς τὴν πόλιν βουλόμεθα λαβεῖν τῶν πολιτῶν τὴν ἔλευσιν ἡμῶν ἀγνοούντων καὶ ἀνελπίστων ὄντων, χειμῶνος κατα

 στυλαρίοις λεπτοῖς μᾶλλον καὶ πυκνοῖς, καὶ μὴ παχέσι καὶ ἀραιοῖς, ἐπάνω καὶ ὑποκάτω σανίδος τιθεμένης, ἵνα μὴ πρὸς τῇ γῇ ὑποχαλῶντα τὰ στυλάρια οὐ βασ

 ὑπεμβαίνουσαν καὶ ἀναστρεφομένην ἐπὶ τὴν ὀνομαζομένην πυελίδα ἤτοι ἐπικεφαλίδα τινὰ οὖσαν, κανόνος τῇ γῇ ἐπικειμένου τοῦ προσ221 άγοντος αὐτὴν καὶ ἐπα

 περὶ κῶλα αὐτῶν καὶ τὰς ἐπὶ τῶν μονοξύλων κατὰ διάστασιν ἀνηκούσας ἀρτήσεις ἐπί τε κριοφόρων χελωνῶν πύργων τε καὶ τῶν διπλῶν κλιμάκων καὶ ἔτι τὰς δι'

 τὸ εὐκόπως προσάγεσθαι καὶ ἐκ μικρῶν συμπήγνυσθαι ξύλων, καὶ μὴ μίαν μεγίστην διὰ τὸ ἐκ μεγάλων καὶ δυσευρέτων γίνεσθαι καὶ διὰ τὸ βραδέως καὶ δυσκόπω

 τὴν κίνησιν. Ἐὰν θελήσωμεν τὸ σύμπαχον τῶν τειχῶν καταμαθεῖν καὶ τὰς γινομένας τῶν πολεμίων πράξεις καὶ τὸ πλῆθος ἐκ τῶν ὄπισθεν σκοπῆσαι, ἐργασίας κα

 ἀνὰ ˉλ ἔστωσαν· πρὸς δὲ τὸ ὕψος τῶν ˉκ τὴν περόνην δεχέσθωσαν· δίμοιρον δὲ τὰ ˉκ τῶν ˉλ. Καὶ τὰ ἀπὸ τῶν ὀρθῶν κατερχόμενα ἀνὰ ˉμˉε κατὰ μῆκος γινέσθωσ

 ἐποίουν· ἐπὶ πάντας δὲ ἀεὶ τὸ τῆς βάσεως πέμπτον μέρος ἄνωθεν ἀπετίθουν. Ὁ δὲ Ἀπολλόδωρος, σεμνότερον πρὸς πόδας κατασκευάζων τὸν πύργον, ὑφημιόλιον α

 ἐποίησε τοῖς παραστάταις τούτοις ἴσον, ἵνα μὴ αἱ συμβολαὶ αὐτῶν ἐγγὺς ἀλλήλων ὦσιν, ἀλλ' ἀντιπαραλλάσσῃ πᾶς ἁρμὸς ἀφεστηκὼς πρὸς τὸν ἕτερον, καὶ τῇ τῶ

 ὥστε καὶ αἱ τοῦ ὕψους πήχεις ˉξ καὶ αὐτῆς βάσεως τοῦ μήκους ˉιˉζ τὴν αὐτὴν ἀναλογίαν πρὸς τοὺς πόδας ἕξουσιν, ὡσαύτως δὲ καὶ τὴν ἐν λόγοις συμφωνίαν,

 χωρίου ἐπὶ τὰ ἀνώτερα μέρη τῶν τειχῶν κριομαχῶσιν· εὔθραυστον γὰρ καὶ εὐκατάλυτον πᾶν τὸ ἀνεστηκὸς καὶ προέχον ὡς ἀπολελυμένον καὶ ἀσύνδετον, οἷαί τε

 τῶν στομίων παρεξέχοντα· πρὸς ἃ νεύροις ὠμιαίοις ἢ νωτιαίοις πάντων ζῴων πλὴν συῶν διὰ μέσου τῶν χοινικίδων διερχομένοις ἐπὶ τῇ τῆς στροφῆς τάσει δεῖ

 οὖσα τὴν τῶν προειρημένων κλιμάκων κατασκευὴν ἐπιδεχέσθω. Ἡ δὲ ἀνάγεσθαι μέλλουσα πρὸς ὅλον αὐτῆς τὸ μῆκος καταστρωθήτω σανίσι, καὶ σχοινίοις περιειλη

 κάτωθεν, κατὰ μὲν πρόσωπον τῶν ἐναντίων ῥᾳδίως καταπίπτοντα καὶ ἀντεχόμενα ὄπισθεν, ἄνωθεν δὲ πρὸς ὄνυχα ἐκκεκομμένα, κατὰ κορυφὴν συννεύοντα καὶ πρὸς

 ἐν λόγῳ δειχθήσονται· καὶ γὰρ οἱ δύο ἥμισυ πήχεις τῆς διαμέτρου ἑξάκις μὲν τὸν ˉιˉε μετροῦσι, τετράκις δὲ τὸν ˉι, καὶ δωδεκάκις μὲν τὸν ˉλ, τὸν δὲ ˉκ

 τὰ πλοῖα, 270 ὀρθὸν καὶ ἀπαράπτωτον διασώζηται τὸ μηχάνημα, Πρὸς δὲ τοὺς ἀνέμους δεῖ καὶ τὰ ἐμπαράσκευα ἐξ ἑτοίμου ἔχειν τὰ πρὸς πολιορκίαν ἀμυντήρια·

 παρατίθησι πρὸς τὸ ἕτερον χεῖλος τοῦ ποταμοῦ ὅλην κατὰ μῆκος ἐφαρμόζουσα, τοῦ πλήθους συνηγμένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν τῆς μάχης ἀντιπαράταξιν. Ο

τῶν πόλεων θέσεις ἀκριβῶς διερχόμενον ἐπισκέπτεσθαι χρὴ πρότερον, καὶ τὴν τοῦ ἰδίου λαοῦ πρὸ πάντων ἀβλαβῆ ποιούμενον φύλαξιν τῆς πολιορκίας ἀπάρχεσθαι, πρὸς ἄλλοις μὲν τόποις καστρομαχεῖν ἐνδεικνύμενον, εἰς τὸ ἐκεῖσε τοὺς ἐχθροὺς ἀπατωμένους παρασκευάζεσθαι, καὶ πρὸς ἄλλους εἰσφέρειν τὰ μηχανήματα, τὴν δὲ προσβολὴν πρὸς τὰ σαθρότερα τῶν τειχῶν ἐκ διαδοχῆς στρατιωτικῶν ταγμάτων κατὰ συνέχειαν ποιεῖσθαι, σὺν πολλῷ θορύβῳ τοὺς ἔνδον περισπῶντα καὶ σάλπιγγας νύκτωρ ἐπὶ τὰ ὀχυρώτερα μέρη ἀνίεσθαι, ἵνα ὑπολαμβάνοντες οἱ πλεῖστοι ταῦτα ἁλίσκεσθαι, ἀπὸ τῶν μεταπυργίων μετὰ τῶν ἄλλων ἐκφύγωσι. Καὶ εἰ μὲν ἐφ' ὑψηλῶν λόφων ἢ κρημνῶν δυσβάτων ὦσιν αἱ πόλεις κείμεναι, δεῖ τὰ ἄνωθεν ἀπὸ τῶν ἐναντίων ἐπικυλιόμενα 205 παραφυλάττεσθαι βάρη, ἅτινά εἰσιν ὡς λίθοι στρογγύλοι, κίονες, τροχοί, σφονδύλοι, ἅμαξαι τετράτροχοι φορτίοις βεβαρημέναι, ἀγγεῖα ἐκ πλοκῆς διάφορα κόχλακος ἢ γῆς πεπιλημένης γέμοντα, καὶ οἷα τὰ ἐκ σανίδων κυκλοτέρως συνηρμοσμένα καὶ δεσμοῖς ἔξωθεν περιειλημένα τὰ πρὸς ὑποδοχὴν οἴνου γινόμενα ἐλαίου τε καὶ παντὸς ὑγροῦ· ἄλλα τε ὅσα πρὸς ἄμυναν ἐνδεχόμενόν ἐστι παρὰ τῶν ἐναντίων ἐπινοεῖσθαι. Καὶ χρὴ πρὸς ταῦτα ἀντιμηχανωμένους τριβόλους κατασκευάζειν ξυλίνους πενταπήχεις, ὑπό τινων λαβδαραίας καλουμένους, πάχους ἑκάστου σκέλους τὸν γῦρον ἔχοντος ὡσεὶ ποδῶν δύο, ὥστε μὴ θραύεσθαι ἢ διακλᾶσθαι, ἀλλ' ἀντέχειν πρὸς τὰ καταφερόμενα βάρη· ἱκανοὺς δὲ τῷ πλήθει κατασκευάζειν αὐτοὺς, ἵνα τριπλῆ ἢ καὶ τετραπλῆ ἡ τούτων γίνηται θέσις· οὕτως γὰρ τὰ δυσανάφορα καὶ δυσχερῆ τῶν τόπων περιορίζοντα δυνατόν ἐστιν ἐκτὸς βέλους ἀκινδύνως ἀνέρχεσθαι· ἡ γὰρ τῶν λίθων βιαία καταφορὰ ἐπὶ τῇ τῶν τριβόλων ἀναστροφῇ ἐνεχθεῖσα ἠρεμήσει. Ἔστι δὲ καὶ κατ' ἄλλον τρόπον τὴν ἐκ τῶν κατερχομένων παρα206 φυλάξασθαι βλάβην· ἐκ γὰρ τῆς ὑπωρείας κάτωθεν ἀρχομένους πλαγίας ὀρύσσειν δεῖ τάφρους, καὶ πρός τινα μέρη τῶν τειχῶν ἀφορᾶν καὶ ἀνέρχεσθαι, βάθος ἐχούσας ὡσεὶ ποδῶν ˉε, καὶ ἕνα τοῖχον ὀρθὸν ἐκ τοῦ αὐτοῦ ὀρύγματος ἐπ' ἀριστερὰ ὄντα, πρὸς ὃν ἐπιφέρεται τὰ κυλιόμενα βάρη, προτείχισμα καὶ ἀσπίδα τῶν ἀνερχομένων γινόμενον. Τὸν δὲ προορυχθέντα τόπον ἀσφαλίζεσθαι τοὺς ὀρύσσοντας οὕτως· ξύλα ὡς ἑξάπηχα ἢ νεάκια κάτωθεν ὀξύνοντας ὡς πασσάλους πρὸς τὸν ῥηθέντα ἐκ τοῦ χώματος ὀρθὸν τοῖχον ἐπ' ἀριστερὰ πρὸς τὸ ἀντέχειν πηγνύειν, λελοξευμένα πρὸς τὴν κατωφερῆ τοῦ λόφου κλίσιν· καὶ σανίδας ἐπ' αὐτὰ ἔξωθεν ἐπιθέντας, κλάδους δένδρων ἀπαγκαλίζοντας περιδεσμεῖν· καὶ τὴν ὀρυσσομένην ἅπασαν ὕλην ἐκεῖσε ἀπορρίπτοντας ὁδοὺς εὐθείας ἐξομαλίζειν πρὸς τὰς τῶν χελωνῶν ἀναβάσεις. Τὰς δὲ προσφερομένας χελώνας ἐμβόλους κατὰ πρόσωπον γίνεσθαι, τουτέστι σφηνοειδεῖς ἐκ τριγώνων ἢ πενταγωνοειδῶν βάσεων συνεστώσας πρὸς ὀξεῖαν κατ' ἔμπροσθεν γωνίαν, ἐκ δὲ τοῦ κάτω πλάτους πρὸς ὕψος ἀνερχομένας καὶ μέχρι τῆς κατὰ κορυφὴν ῥάχεως εἰς ὀξὺ προϊούσας, ὁμοιουμένας ἔμπροσθεν πλοίων πρώραις πρὸς γῆν ἐπισκηφθέντων· μικρὰς δὲ αὐτὰς εἶναι καὶ πλείονας διὰ τὸ ταχέως καὶ εὐκόλως κατασκευάζεσθαι καὶ ὑπ' ὀλίγων ἀνδρῶν εὐκόπως φέρεσθαι, λεῖα ξύλα ποδιαῖα περὶ 207 τὴν βάσιν ἐχούσας, καὶ ἀντὶ τῶν τροχῶν ἥλους σιδηροῦς διὰ τὸ τιθεμένας πρὸς τῇ γῇ πήγνυσθαι καὶ μὴ ὑπὸ τῆς ἐμβολῆς κατασύρεσθαι· ἔχειν δὲ καὶ πλάγιον ξύλον ἑκάστην κατὰ μέτωπον, ὥσπερ ἐν τοῖς ῥυμοῖς ἔχουσιν αἱ ἅμαξαι, ἵνα ὑποστρέφουσαν αὐτὴν πρὸς τὸ κατωφερὲς ἀντέχῃ καὶ ἐπιστηρίζῃ, καὶ μάλιστα ὅταν οἱ προσάγοντες αὐτὴν ἐπὶ τὸ ἀνωφερὲς ἀτονήσωσι καὶ πρὸς μικρὸν ἀναπαύεσθαι μέλλωσι. Συμβήσεται οὖν, ἢ τῇ τάφρῳ πλαγίᾳ οὔσῃ ἐμπίπτοντα παραφέρεσθαι τὰ βάρη, ἢ τοῖς λοξοῖς πασσάλοις πλαγίαν ἔχουσι θέσιν ἐνσείοντα ἀπορραπίζεσθαι, ἢ τοῖς ἐμβόλοις ἐγκρούοντα πρὸς θάτερον μέρος παράγεσθαι, τὸ δὲ διὰ μέσου χωρίον τῆς πληγῆς ἀπαλλάττεσθαι. Βέλτιον δὲ προσάγειν καὶ τὰς λεγομένας γερροχελώνας, ἐλαφροτέρας τῶν ῥηθέντων ἐμβόλων καὶ ὁμοιοσχήμους οὔσας, κατασκευαζομένας