De strategematibus

 τῇδε τῇ δέλτῳ πρός τε κατασκευὴν καὶ χρείαν καθεξῆς προϊόντες, κατὰ τάξιν ἀναγράψαντες ἐξεθέμεθα. Καὶ μή τις λέξεων ἐξονυχιστής, συνθήκην ἀττικίζουσαν

 τῶν πόλεων θέσεις ἀκριβῶς διερχόμενον ἐπισκέπτεσθαι χρὴ πρότερον, καὶ τὴν τοῦ ἰδίου λαοῦ πρὸ πάντων ἀβλαβῆ ποιούμενον φύλαξιν τῆς πολιορκίας ἀπάρχεσθα

 ἐκ πλοκῆς ἰτεΐνων βεργῶν νεοτμήτων ἢ ἐκ μυρίκης ἢ φιλύρας, ὀξείας καὶ αὐτὰς κατὰ πρόσωπον οὔσας ἄχρι τῆς κατὰ κορυφὴν ῥάχεως. Τὰς δὲ καλουμένας λαίσας

 ἀνταλλαττόμενον ἕξειν. Εἰ δὲ κατὰ κλοπὴν νυκτὸς τὴν πόλιν βουλόμεθα λαβεῖν τῶν πολιτῶν τὴν ἔλευσιν ἡμῶν ἀγνοούντων καὶ ἀνελπίστων ὄντων, χειμῶνος κατα

 στυλαρίοις λεπτοῖς μᾶλλον καὶ πυκνοῖς, καὶ μὴ παχέσι καὶ ἀραιοῖς, ἐπάνω καὶ ὑποκάτω σανίδος τιθεμένης, ἵνα μὴ πρὸς τῇ γῇ ὑποχαλῶντα τὰ στυλάρια οὐ βασ

 ὑπεμβαίνουσαν καὶ ἀναστρεφομένην ἐπὶ τὴν ὀνομαζομένην πυελίδα ἤτοι ἐπικεφαλίδα τινὰ οὖσαν, κανόνος τῇ γῇ ἐπικειμένου τοῦ προσ221 άγοντος αὐτὴν καὶ ἐπα

 περὶ κῶλα αὐτῶν καὶ τὰς ἐπὶ τῶν μονοξύλων κατὰ διάστασιν ἀνηκούσας ἀρτήσεις ἐπί τε κριοφόρων χελωνῶν πύργων τε καὶ τῶν διπλῶν κλιμάκων καὶ ἔτι τὰς δι'

 τὸ εὐκόπως προσάγεσθαι καὶ ἐκ μικρῶν συμπήγνυσθαι ξύλων, καὶ μὴ μίαν μεγίστην διὰ τὸ ἐκ μεγάλων καὶ δυσευρέτων γίνεσθαι καὶ διὰ τὸ βραδέως καὶ δυσκόπω

 τὴν κίνησιν. Ἐὰν θελήσωμεν τὸ σύμπαχον τῶν τειχῶν καταμαθεῖν καὶ τὰς γινομένας τῶν πολεμίων πράξεις καὶ τὸ πλῆθος ἐκ τῶν ὄπισθεν σκοπῆσαι, ἐργασίας κα

 ἀνὰ ˉλ ἔστωσαν· πρὸς δὲ τὸ ὕψος τῶν ˉκ τὴν περόνην δεχέσθωσαν· δίμοιρον δὲ τὰ ˉκ τῶν ˉλ. Καὶ τὰ ἀπὸ τῶν ὀρθῶν κατερχόμενα ἀνὰ ˉμˉε κατὰ μῆκος γινέσθωσ

 ἐποίουν· ἐπὶ πάντας δὲ ἀεὶ τὸ τῆς βάσεως πέμπτον μέρος ἄνωθεν ἀπετίθουν. Ὁ δὲ Ἀπολλόδωρος, σεμνότερον πρὸς πόδας κατασκευάζων τὸν πύργον, ὑφημιόλιον α

 ἐποίησε τοῖς παραστάταις τούτοις ἴσον, ἵνα μὴ αἱ συμβολαὶ αὐτῶν ἐγγὺς ἀλλήλων ὦσιν, ἀλλ' ἀντιπαραλλάσσῃ πᾶς ἁρμὸς ἀφεστηκὼς πρὸς τὸν ἕτερον, καὶ τῇ τῶ

 ὥστε καὶ αἱ τοῦ ὕψους πήχεις ˉξ καὶ αὐτῆς βάσεως τοῦ μήκους ˉιˉζ τὴν αὐτὴν ἀναλογίαν πρὸς τοὺς πόδας ἕξουσιν, ὡσαύτως δὲ καὶ τὴν ἐν λόγοις συμφωνίαν,

 χωρίου ἐπὶ τὰ ἀνώτερα μέρη τῶν τειχῶν κριομαχῶσιν· εὔθραυστον γὰρ καὶ εὐκατάλυτον πᾶν τὸ ἀνεστηκὸς καὶ προέχον ὡς ἀπολελυμένον καὶ ἀσύνδετον, οἷαί τε

 τῶν στομίων παρεξέχοντα· πρὸς ἃ νεύροις ὠμιαίοις ἢ νωτιαίοις πάντων ζῴων πλὴν συῶν διὰ μέσου τῶν χοινικίδων διερχομένοις ἐπὶ τῇ τῆς στροφῆς τάσει δεῖ

 οὖσα τὴν τῶν προειρημένων κλιμάκων κατασκευὴν ἐπιδεχέσθω. Ἡ δὲ ἀνάγεσθαι μέλλουσα πρὸς ὅλον αὐτῆς τὸ μῆκος καταστρωθήτω σανίσι, καὶ σχοινίοις περιειλη

 κάτωθεν, κατὰ μὲν πρόσωπον τῶν ἐναντίων ῥᾳδίως καταπίπτοντα καὶ ἀντεχόμενα ὄπισθεν, ἄνωθεν δὲ πρὸς ὄνυχα ἐκκεκομμένα, κατὰ κορυφὴν συννεύοντα καὶ πρὸς

 ἐν λόγῳ δειχθήσονται· καὶ γὰρ οἱ δύο ἥμισυ πήχεις τῆς διαμέτρου ἑξάκις μὲν τὸν ˉιˉε μετροῦσι, τετράκις δὲ τὸν ˉι, καὶ δωδεκάκις μὲν τὸν ˉλ, τὸν δὲ ˉκ

 τὰ πλοῖα, 270 ὀρθὸν καὶ ἀπαράπτωτον διασώζηται τὸ μηχάνημα, Πρὸς δὲ τοὺς ἀνέμους δεῖ καὶ τὰ ἐμπαράσκευα ἐξ ἑτοίμου ἔχειν τὰ πρὸς πολιορκίαν ἀμυντήρια·

 παρατίθησι πρὸς τὸ ἕτερον χεῖλος τοῦ ποταμοῦ ὅλην κατὰ μῆκος ἐφαρμόζουσα, τοῦ πλήθους συνηγμένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν τῆς μάχης ἀντιπαράταξιν. Ο

ἐποίουν· ἐπὶ πάντας δὲ ἀεὶ τὸ τῆς βάσεως πέμπτον μέρος ἄνωθεν ἀπετίθουν. Ὁ δὲ Ἀπολλόδωρος, σεμνότερον πρὸς πόδας κατασκευάζων τὸν πύργον, ὑφημιόλιον αὐτὸν τῶν ˉξ πηχῶν καὶ τετράτροχον δηλοῖ, ποδῶν πρὸς ὕψος ἐμφαίνων ˉξ· ὅθεν καὶ αὐτὸς ἑκάστην τὴν περὶ τὴν βάσιν πλευρὰν κατὰ μῆκος ποδῶν ἐποίει ˉιˉ, δίχα τῆς ποδιαίας ἐπὶ τὰ ἄκρα παρεξοχῆς, πλάτους ποδὸς ἑνὸς καὶ δακτύλων τεσσάρων, κατὰ δὲ πάχος δακτύλων ˉιˉβ, διπλᾶ τὰ κάτω ζυγὰ ποιῶν, ὅπου οἱ τροχοὶ πρὸς τὸ μέσον, οἱ δὲ μεσοστάται ἐπὶ ταῖς παρεξοχαῖς ἐμβάλλεσθαι μέλλουσι. Ταῦτα τὰ δύο καὶ δύο ζυγὰ κατὰ πάχος ἐτίθει, καὶ μεταξὺ πρὸς ἕκαστα ˉιˉβ 240 δακτύλων μεσόχωρον εἴτε καὶ μεῖζον ἐπὶ τὰ πλάτη διϊστῶν, ὀρθοὺς ἐπὶ τὰ ἄκρα τοὺς μεσοστάτας ἐμβάλλει μέχρι τοῦ ἐδάφους κατερχομένους, οὕς τινες σκέλη τοῦ πύργου ὠνόμασαν, ποδῶν πρὸς ὕψος ἀνὰ ˉιˉ ὄντα, πλάτους ποδὸς ἑνὸς καὶ δακτύλων τεσσάρων, κατὰ δὲ πάχος ἀνὰ δακτύλων ˉιˉβ· ταῦτα πρὸς τοῖς κειμένοις διπλοῖς διὰ κανονίων περιστομίδων τε καὶ χελωνίων, ἤτοι ἡμισφαιρίων περὶ τὸ μέσον ἐγγεγλυμμένων καὶ ὡς γρονθαρίων τινῶν ἐκκεκομμένων, παρομοίων τοῖς ἐπὶ τῶν στροφίγγων τῶν θυρῶν τιθεμένοις, περὶ τὴν προσήλωσιν ἀσφαλίζεται, ἵνα μένωσιν ὀρθά. Τοῖς ὀρθίοις τούτοις σκέλεσι μεσοστάταις οὖσιν ἀπὸ τῶν κειμένων διπλῶν ἐπὶ τὰ ἀντικείμενα διπλᾶ ἕτερα ξύλα ἴσα ὄντα κατὰ μῆκος ὡς ἀντιζυγίδας ἐτίθει, ἰσοτετράγωνον τὸ τοῦ πύργου σχηματίζων ἐσχάριον, ἤτοι τὴν βάσιν ἐξ ἴσου περιορίζων, ἵνα οἱ ῥηθέντες τέσσαρες μεσοστάται ἴσον ἀπ' ἀλλήλων πανταχόθεν ἀπέχωσιν· ἐφ' ἑκάστῳ δὲ τῶν τεσσάρων δύο παρίστανε ξύλα ἀριθμῷ ὄντα ˉη, ἰσοπλατῆ τούτων καὶ ἰσοπαχῆ, ὕψους ἀνὰ ποδῶν ˉθ, ἐφεστῶτα δὲ καὶ παριστάμενα τῶν μεσοστατῶν ἐφ' ἑκάτερα ἐπὶ τὰ κείμενα διπλᾶ καὶ προσηλούμενα καὶ αὐτὰ ἀσφαλῶς (ὡς προείρηται) πρός τε τὰ ζυγὰ καὶ τοὺς μεσοστάτας· καὶ οὕτως τὰ τρία συνίστανεν ἐν τάξει ὀρθοστάτου ἑνὸς κατὰ μέσον ὑπερανέχοντος. Ταῦτα δὲ τὰ ὀκτὼ παραστάται καλείσθωσαν. Καὶ ἐπεὶ δυσεύρετοί εἰσι διὰ τὸ τοῦ πλάτους μέγεθος οἵ τε μεσοστάται καὶ παραστάται, ἀνάγκη τοῖς περὶ ∆ιάδην καὶ Χαρίαν ἕπε241 σθαι καὶ ἰσοτετράγωνα ἀνὰ ˉιˉβ δακτύλων τὰ σκέλη κάτωθεν ποιεῖν, ἄνωθεν δὲ ἐλάσσονα· ἐξαιρέτως δὲ τὰ παριστάμενα, καὶ μάλιστα πρὸς κατασκευὴν μεγέθους τοιούτου πύργου σύμμετρα τυγχάνοντα. Πρὸς αὐτὰ δὲ πάλιν ἄνωθεν ὁ προρρηθεὶς Ἀπολλόδωρος ὁμοίως τοῖς κάτω ζυγὰ καὶ ἐπιζυγίδας ἐτίθει ἐλάσσονας τῷ μήκει ποδὸς ἄχρι, καὶ ἕως τῆς ἀνωτάτω στέγης πρός τε μῆκος καὶ πλάτος ἐκ τῶν τιθεμένων ἀνὰ πόδα ἀφῄρει, ἵνα συναγωγὴν ἄνωθεν ὁ πύργος λάβῃ, μήπως ἀκροβαρήσας περινεύσῃ, ἀλλ' ἀσφαλῆ τὴν στάσιν ἐκ τοῦ κάτωθεν πλάτους τῆς ἕδρας ἕξῃ. Τῶν δὲ στεγῶν αἱ μὲν περίπτεροι ἔστωσαν, αἱ δὲ περιδρόμους κύκλῳ ἔχουσαι πλάτους ὡσεὶ ποδῶν τριῶν· χρειώδεις γάρ εἰσιν εἰς τὴν τῶν ἐμπρησμῶν ἐκβοήθησιν. Καθ' ὃ δὲ διέστηκεν ἐπὶ τὰ πλάτη τὰ κάτω ζυγὰ τὰ τοὺς μεσοστάτας δεξάμενα ἐπὶ τὰ ῥηθέντα δωδεκαδάκτυλα ἢ καὶ μείζονα μεσόχωρα, τῷ τεχνίτῃ ἐμφαίνων ἐντέλλεται τροχοὺς ἐμβάλλειν δι' ἐξευτόνων ἀξόνων συμπεπερονημένους καὶ σιδηροῖς πετάλλοις ψυχρηλάτοις συνδεδεμένους, τὴν διάμετρον ἔχοντας ἤτοι τὸ ὕψος ποδῶν ὡσεὶ τεσσάρων ἥμισυ· συμπερονᾶσθαι δὲ ὁτὲ τοὺς αὐτοὺς τροχοὺς καὶ διὰ σιδηρῶν βραχέων ἀξόνων, διά τε τὸ ἐπικείμενον βάρος καὶ τὸ ἔξογκον τοῦ μεγέθους· καὶ τοὺς μὲν δύο πρὸς ἕκαστα μόνα τὰ δύο ξύλα ἀσφαλίζεσθαι, τοὺς δὲ λοιποὺς δύο πρὸς τὰ ἐξ ἐναντίας ἀντικείμενα αἴροντας ἀπὸ τῆς γῆς καὶ 242 ἀνέχοντας τὰ διπλᾶ ξύλα, ἵνα εὐστρόφως οἱ τροχοὶ καὶ ἀπαρεμποδίστως κυλίωνται καὶ ὅλον συγκινῶσι τὸ τοῦ πύργου σύμπηγμα. Οὕτως οὖν τῆς κατασκευῆς συνισταμένης εὑρίσκοντο οἱ πρῶτοι μεσοστάται τρίτῳ ἑαυτῶν μήκους μέρει ἐπὶ τῇ ἀνωτέρᾳ στέγῃ ἀνέχοντες. Ὅθεν παραστάτας ἐπὶ τὰ ἀνώτερα ζυγὰ πάλιν ἐπετίθει ὑπερέχοντας τοῦ μεσοστάτου, καὶ πρὸς αὐτὸν ἄλλον συνεχόμενον ὑπὸ τῶν παραστατῶν, καὶ οὕτως κατὰ πᾶσαν στέγην τετραμερῶς συμπλέκων τὸν πύργον ἐστήριξεν. Καὶ τὸν μὲν πρῶτον μεσοστάτην οὐκ