De strategematibus

 τῇδε τῇ δέλτῳ πρός τε κατασκευὴν καὶ χρείαν καθεξῆς προϊόντες, κατὰ τάξιν ἀναγράψαντες ἐξεθέμεθα. Καὶ μή τις λέξεων ἐξονυχιστής, συνθήκην ἀττικίζουσαν

 τῶν πόλεων θέσεις ἀκριβῶς διερχόμενον ἐπισκέπτεσθαι χρὴ πρότερον, καὶ τὴν τοῦ ἰδίου λαοῦ πρὸ πάντων ἀβλαβῆ ποιούμενον φύλαξιν τῆς πολιορκίας ἀπάρχεσθα

 ἐκ πλοκῆς ἰτεΐνων βεργῶν νεοτμήτων ἢ ἐκ μυρίκης ἢ φιλύρας, ὀξείας καὶ αὐτὰς κατὰ πρόσωπον οὔσας ἄχρι τῆς κατὰ κορυφὴν ῥάχεως. Τὰς δὲ καλουμένας λαίσας

 ἀνταλλαττόμενον ἕξειν. Εἰ δὲ κατὰ κλοπὴν νυκτὸς τὴν πόλιν βουλόμεθα λαβεῖν τῶν πολιτῶν τὴν ἔλευσιν ἡμῶν ἀγνοούντων καὶ ἀνελπίστων ὄντων, χειμῶνος κατα

 στυλαρίοις λεπτοῖς μᾶλλον καὶ πυκνοῖς, καὶ μὴ παχέσι καὶ ἀραιοῖς, ἐπάνω καὶ ὑποκάτω σανίδος τιθεμένης, ἵνα μὴ πρὸς τῇ γῇ ὑποχαλῶντα τὰ στυλάρια οὐ βασ

 ὑπεμβαίνουσαν καὶ ἀναστρεφομένην ἐπὶ τὴν ὀνομαζομένην πυελίδα ἤτοι ἐπικεφαλίδα τινὰ οὖσαν, κανόνος τῇ γῇ ἐπικειμένου τοῦ προσ221 άγοντος αὐτὴν καὶ ἐπα

 περὶ κῶλα αὐτῶν καὶ τὰς ἐπὶ τῶν μονοξύλων κατὰ διάστασιν ἀνηκούσας ἀρτήσεις ἐπί τε κριοφόρων χελωνῶν πύργων τε καὶ τῶν διπλῶν κλιμάκων καὶ ἔτι τὰς δι'

 τὸ εὐκόπως προσάγεσθαι καὶ ἐκ μικρῶν συμπήγνυσθαι ξύλων, καὶ μὴ μίαν μεγίστην διὰ τὸ ἐκ μεγάλων καὶ δυσευρέτων γίνεσθαι καὶ διὰ τὸ βραδέως καὶ δυσκόπω

 τὴν κίνησιν. Ἐὰν θελήσωμεν τὸ σύμπαχον τῶν τειχῶν καταμαθεῖν καὶ τὰς γινομένας τῶν πολεμίων πράξεις καὶ τὸ πλῆθος ἐκ τῶν ὄπισθεν σκοπῆσαι, ἐργασίας κα

 ἀνὰ ˉλ ἔστωσαν· πρὸς δὲ τὸ ὕψος τῶν ˉκ τὴν περόνην δεχέσθωσαν· δίμοιρον δὲ τὰ ˉκ τῶν ˉλ. Καὶ τὰ ἀπὸ τῶν ὀρθῶν κατερχόμενα ἀνὰ ˉμˉε κατὰ μῆκος γινέσθωσ

 ἐποίουν· ἐπὶ πάντας δὲ ἀεὶ τὸ τῆς βάσεως πέμπτον μέρος ἄνωθεν ἀπετίθουν. Ὁ δὲ Ἀπολλόδωρος, σεμνότερον πρὸς πόδας κατασκευάζων τὸν πύργον, ὑφημιόλιον α

 ἐποίησε τοῖς παραστάταις τούτοις ἴσον, ἵνα μὴ αἱ συμβολαὶ αὐτῶν ἐγγὺς ἀλλήλων ὦσιν, ἀλλ' ἀντιπαραλλάσσῃ πᾶς ἁρμὸς ἀφεστηκὼς πρὸς τὸν ἕτερον, καὶ τῇ τῶ

 ὥστε καὶ αἱ τοῦ ὕψους πήχεις ˉξ καὶ αὐτῆς βάσεως τοῦ μήκους ˉιˉζ τὴν αὐτὴν ἀναλογίαν πρὸς τοὺς πόδας ἕξουσιν, ὡσαύτως δὲ καὶ τὴν ἐν λόγοις συμφωνίαν,

 χωρίου ἐπὶ τὰ ἀνώτερα μέρη τῶν τειχῶν κριομαχῶσιν· εὔθραυστον γὰρ καὶ εὐκατάλυτον πᾶν τὸ ἀνεστηκὸς καὶ προέχον ὡς ἀπολελυμένον καὶ ἀσύνδετον, οἷαί τε

 τῶν στομίων παρεξέχοντα· πρὸς ἃ νεύροις ὠμιαίοις ἢ νωτιαίοις πάντων ζῴων πλὴν συῶν διὰ μέσου τῶν χοινικίδων διερχομένοις ἐπὶ τῇ τῆς στροφῆς τάσει δεῖ

 οὖσα τὴν τῶν προειρημένων κλιμάκων κατασκευὴν ἐπιδεχέσθω. Ἡ δὲ ἀνάγεσθαι μέλλουσα πρὸς ὅλον αὐτῆς τὸ μῆκος καταστρωθήτω σανίσι, καὶ σχοινίοις περιειλη

 κάτωθεν, κατὰ μὲν πρόσωπον τῶν ἐναντίων ῥᾳδίως καταπίπτοντα καὶ ἀντεχόμενα ὄπισθεν, ἄνωθεν δὲ πρὸς ὄνυχα ἐκκεκομμένα, κατὰ κορυφὴν συννεύοντα καὶ πρὸς

 ἐν λόγῳ δειχθήσονται· καὶ γὰρ οἱ δύο ἥμισυ πήχεις τῆς διαμέτρου ἑξάκις μὲν τὸν ˉιˉε μετροῦσι, τετράκις δὲ τὸν ˉι, καὶ δωδεκάκις μὲν τὸν ˉλ, τὸν δὲ ˉκ

 τὰ πλοῖα, 270 ὀρθὸν καὶ ἀπαράπτωτον διασώζηται τὸ μηχάνημα, Πρὸς δὲ τοὺς ἀνέμους δεῖ καὶ τὰ ἐμπαράσκευα ἐξ ἑτοίμου ἔχειν τὰ πρὸς πολιορκίαν ἀμυντήρια·

 παρατίθησι πρὸς τὸ ἕτερον χεῖλος τοῦ ποταμοῦ ὅλην κατὰ μῆκος ἐφαρμόζουσα, τοῦ πλήθους συνηγμένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν τῆς μάχης ἀντιπαράταξιν. Ο

ἐκ πλοκῆς ἰτεΐνων βεργῶν νεοτμήτων ἢ ἐκ μυρίκης ἢ φιλύρας, ὀξείας καὶ αὐτὰς κατὰ πρόσωπον οὔσας ἄχρι τῆς κατὰ κορυφὴν ῥάχεως. Τὰς δὲ καλουμένας λαίσας, ἐλαφροτάτας οὔσας, ἐκ πλοκῆς καὶ αὐτὰς ἀμπελίνων κλημάτων ἢ νεοτμήτων βεργῶν ἐν σχήματι τροπικῷ διὰ τάχους γινομένας, οὐ δεῖ πρὸς κατωφερεῖς καὶ κρημνώδεις εἰσφέρειν τόπους, μήπως ὄλεθρον τοῖς ἄγουσιν ἐμποιήσωσιν, ἀδυνατοῦσαι ἀντέχεσθαι πρὸς τὰ ὑπέρογκα τῶν βαρῶν· χρᾶσθαι δὲ αὐταῖς μᾶλλον, ὅταν ἐν ἐπιπέδοις καὶ ὁμαλοῖς τόποις ὦσιν αἱ πόλεις κείμεναι· τότε γὰρ ἔσονται εὔχρηστοι. 208 Ὁ δὲ πρὸς τὴν καστρομαχίαν ἀνερχόμενος λαὸς ἀκολουθήσει πρὸς τὰ πλάτη τῶν ἐμβόλων φυλαττόμενος ἤτοι τῶν χελωνῶν ὄπισθεν, καὶ ταῖς ἀμπελοχελώναις σκεπόμενος διά τε τὰς τοξείας καὶ τὰς σφενδονήσεις. Εἰσὶ δὲ τοιαῦται· ξύλα βαστάζουσιν οἱ ὁπλῖται ὀρθὰ, πρὸς ὕψος ἄνισα ὄντα ἓν παρ' ἓν, πάχος ἔχοντα γυρόθεν ὡσεὶ δακτύλων ˉιˉβ, κατὰ δὲ ˉε πόδας πρὸς ἕτερα πλάγια ἐπ' εὐθείας ἐπεζευγμένα, ἵνα φυλάττηται τὸ τῶν ˉε ποδῶν πρὸς ἄλληλα μεταξὺ διάστημα· καὶ τὰ μὲν ὑψηλότερα αὐτῶν ὑπὲρ ἀνδρὸς ἡλικίαν καὶ ἥμισυ, τὰ δὲ ταπεινότερα ὑπὲρ ἄνδρα ἔστωσαν· ἄνωθεν δὲ σκεπόμενα, διὰ τὸ ἄνισον ἐξομοιοῦνται ἀναδενδράσι, τὸ δὲ ἀπὸ τῆς κορυφῆς τοῦ ἐμβόλου ἄχρι τῶν σκεπομένων ἀνίσων ξύλων ἐν σχήματι ἅμα φανήσεται χελώνης. Τὰ δὲ ὑπὸ τῶν ὁπλιτῶν βασταζόμενα ξύλα κάτωθεν ὡς ξίφη ἐχέτωσαν, ὅπως τῇ γῇ ἐμπησσόμενα τοὺς φέροντας ἀναπαύωσι. ∆έρματα δὲ, ἢ λινᾶ παχέα, ἢ τρίχινα κρεμνῶνται ἔξωθεν καὶ κατὰ πρόσωπον· ἐπὶ δὲ τοῖς ἀνίσοις ξύλοις δέρματα ἐπικείσθωσαν ἄνωθεν διπλᾶ, οὐκ ἀπεκτεταμένα πρὸς ὁμαλὴν καὶ ἴσην ἐπιφάνειαν, ἀλλὰ ἐπισυνηγμένα κατὰ μικρὸν καὶ προσκεχαλασμένα πρὸς τοῖς ἀνίσοις ξύλοις, ἵνα τῇ τούτων χαυνότητι τὰ ἐπιπίπτοντα βέλη πρὸς τὴν πληγὴν ἀτονῇ καὶ ἐκλύηται, 209 οἱ δὲ ἔνδον σκεπόμενοι ἀβλαβεῖς διαμένωσι. Τὰ δὲ ὑπογεγραμμένα πάντα σὺν τοῖς σχήμασι κατὰ τάξιν ὑπόκεινται. Εἰ δὲ ἐν ἐπιπέδοις καὶ ὁμαλοῖς τόποις ὦσιν αἱ πόλεις κείμεναι, τὰς χωστρίδας δεῖ προσάγεσθαι χελώνας, ὑποτρόχους αὐτὰς οὔσας καὶ ἔμπροσθεν καταστεγεῖς, ἵνα οἱ τὰς τάφρους χωννύοντες ἀπὸ τῶν ἐναντίων μὴ πλήττωνται· ἢ τὰς προειρημένας λαίσας, ὡς ἐλαφροτάτας καὶ χρησίμους πρὸς τὸ χωννύειν τάφρους, τόπους τε ἐνύδρους καὶ ὑπόμβρους ἀναγεμίζειν καὶ παντοῖα λακκίσματα ἐξομαλίζειν τοῖς τείχεσι πλησιάζοντα, ὅπως εὐδιάβατον καὶ ἀκίνδυνον τὴν τῶν μηχανημάτων ἀγωγὴν ποιησώμεθα. ∆εῖ δὲ ἀκριβῶς σκοποῦντας ἀνερευνᾶν τὰς ἐπὶ τὰς τάφρους φαινομένας ἰσοπέδους διαβάσεις διὰ τὰ κάτωθεν πολλάκις κρυπτόμενα ὑπὸ τῶν ἐναντίων κεράμια, καὶ τοῖς μὲν ἀνθρώποις εὐδιάβατον καὶ ἀκίνδυνον τὴν ὁδὸν ἀποφαίνεσθαι τοῖς δὲ προσφερομένοις ὀργάνοις λίαν βαρυτάτοις οὖσι καταδύνειν καὶ διασπᾶσθαι ἐπὶ τῇ θραύσει καὶ ἐπιδόσει τῶν ὑποκειμένων κεραμίων. Ὅθεν χρὴ μετὰ 210 ἀκοντίων εὐτόνων λόγχας ἀσφαλεῖς ἐχόντων ἢ ὁλοσιδήρων ἢ τρυπάνων τινῶν ἐπιτηδείων τὴν ἀπόπειραν ποιεῖσθαι· πρὸς δὲ 211 τοὺς κατεσπαρμένους ὑπὸ τῶν ἐχθρῶν σιδηροῦς τριβόλους τῇ γῇ 212 ἀναμιγνυμένους καὶ ἀφανεῖς ὄντας ξύλινα ὑποθέματα πρὸς τοὺς πόδας τοῖς ὑποδήμασι κάτωθεν ὑποθέντας ἀβλαβῶς διαβαίνειν ἢ τοῖς γεωργικοῖς κτεσὶν οὓς καὶ γριφάνας τινὲς καλοῦσιν, ὀδοντωτοῖς οὖσιν, τούτους ἀνακαθαίρειν. καὶ πρὸς τὰς ἐπὶ βοθρεύμασι τιθεμένας θύρας πρόπειραν ποιουμένους ταῖς δικέλλαις ἀνασκάπτειν. Χρὴ δὲ καὶ τὰς ὑπὸ γῆν πρὸς τῷ τείχει γινομένας ὑπορύξεις κρυφίας βαθείας πρὸς τοῖς θεμελίοις ποιεῖσθαι, καὶ μὴ εἰς ὄψιν τῆς γῆς, ἵνα μὴ διαγνόντες οἱ πολέμιοι ἔνδον ἀντορύξωσι καὶ τῷ τείχει ἀντιτρυπήσαντες κάπνῳ ἢ ὕδατι τοὺς τὴν ὀρυγὴν κατεργαζομένους ἀπολέσωσι. Τὸν δὲ βουλόμενον εὐκόπως πορθεῖν τὰς πόλεις, κατὰ Φίλωνα τὸν Ἀθηναῖον, δεῖ μάλιστα τρυγητοῦ ὄντος ἢ ἑορτῆς ἔξω τῆς πόλεως ἀγομένης ἀθρόαν τὴν ἐπίθεσιν ποιεῖσθαι· πλείστους γὰρ ἔξω τότε χειρούμενον εὐάλωτον ἢ ὑπόφορον καὶ τὴν πόλιν ἐκ τῶν λοιπῶν οἰκητόρων διὰ τὴν πρὸς αὐτοὺς στοργὴν ἢ συγγένειαν