De strategematibus

 τῇδε τῇ δέλτῳ πρός τε κατασκευὴν καὶ χρείαν καθεξῆς προϊόντες, κατὰ τάξιν ἀναγράψαντες ἐξεθέμεθα. Καὶ μή τις λέξεων ἐξονυχιστής, συνθήκην ἀττικίζουσαν

 τῶν πόλεων θέσεις ἀκριβῶς διερχόμενον ἐπισκέπτεσθαι χρὴ πρότερον, καὶ τὴν τοῦ ἰδίου λαοῦ πρὸ πάντων ἀβλαβῆ ποιούμενον φύλαξιν τῆς πολιορκίας ἀπάρχεσθα

 ἐκ πλοκῆς ἰτεΐνων βεργῶν νεοτμήτων ἢ ἐκ μυρίκης ἢ φιλύρας, ὀξείας καὶ αὐτὰς κατὰ πρόσωπον οὔσας ἄχρι τῆς κατὰ κορυφὴν ῥάχεως. Τὰς δὲ καλουμένας λαίσας

 ἀνταλλαττόμενον ἕξειν. Εἰ δὲ κατὰ κλοπὴν νυκτὸς τὴν πόλιν βουλόμεθα λαβεῖν τῶν πολιτῶν τὴν ἔλευσιν ἡμῶν ἀγνοούντων καὶ ἀνελπίστων ὄντων, χειμῶνος κατα

 στυλαρίοις λεπτοῖς μᾶλλον καὶ πυκνοῖς, καὶ μὴ παχέσι καὶ ἀραιοῖς, ἐπάνω καὶ ὑποκάτω σανίδος τιθεμένης, ἵνα μὴ πρὸς τῇ γῇ ὑποχαλῶντα τὰ στυλάρια οὐ βασ

 ὑπεμβαίνουσαν καὶ ἀναστρεφομένην ἐπὶ τὴν ὀνομαζομένην πυελίδα ἤτοι ἐπικεφαλίδα τινὰ οὖσαν, κανόνος τῇ γῇ ἐπικειμένου τοῦ προσ221 άγοντος αὐτὴν καὶ ἐπα

 περὶ κῶλα αὐτῶν καὶ τὰς ἐπὶ τῶν μονοξύλων κατὰ διάστασιν ἀνηκούσας ἀρτήσεις ἐπί τε κριοφόρων χελωνῶν πύργων τε καὶ τῶν διπλῶν κλιμάκων καὶ ἔτι τὰς δι'

 τὸ εὐκόπως προσάγεσθαι καὶ ἐκ μικρῶν συμπήγνυσθαι ξύλων, καὶ μὴ μίαν μεγίστην διὰ τὸ ἐκ μεγάλων καὶ δυσευρέτων γίνεσθαι καὶ διὰ τὸ βραδέως καὶ δυσκόπω

 τὴν κίνησιν. Ἐὰν θελήσωμεν τὸ σύμπαχον τῶν τειχῶν καταμαθεῖν καὶ τὰς γινομένας τῶν πολεμίων πράξεις καὶ τὸ πλῆθος ἐκ τῶν ὄπισθεν σκοπῆσαι, ἐργασίας κα

 ἀνὰ ˉλ ἔστωσαν· πρὸς δὲ τὸ ὕψος τῶν ˉκ τὴν περόνην δεχέσθωσαν· δίμοιρον δὲ τὰ ˉκ τῶν ˉλ. Καὶ τὰ ἀπὸ τῶν ὀρθῶν κατερχόμενα ἀνὰ ˉμˉε κατὰ μῆκος γινέσθωσ

 ἐποίουν· ἐπὶ πάντας δὲ ἀεὶ τὸ τῆς βάσεως πέμπτον μέρος ἄνωθεν ἀπετίθουν. Ὁ δὲ Ἀπολλόδωρος, σεμνότερον πρὸς πόδας κατασκευάζων τὸν πύργον, ὑφημιόλιον α

 ἐποίησε τοῖς παραστάταις τούτοις ἴσον, ἵνα μὴ αἱ συμβολαὶ αὐτῶν ἐγγὺς ἀλλήλων ὦσιν, ἀλλ' ἀντιπαραλλάσσῃ πᾶς ἁρμὸς ἀφεστηκὼς πρὸς τὸν ἕτερον, καὶ τῇ τῶ

 ὥστε καὶ αἱ τοῦ ὕψους πήχεις ˉξ καὶ αὐτῆς βάσεως τοῦ μήκους ˉιˉζ τὴν αὐτὴν ἀναλογίαν πρὸς τοὺς πόδας ἕξουσιν, ὡσαύτως δὲ καὶ τὴν ἐν λόγοις συμφωνίαν,

 χωρίου ἐπὶ τὰ ἀνώτερα μέρη τῶν τειχῶν κριομαχῶσιν· εὔθραυστον γὰρ καὶ εὐκατάλυτον πᾶν τὸ ἀνεστηκὸς καὶ προέχον ὡς ἀπολελυμένον καὶ ἀσύνδετον, οἷαί τε

 τῶν στομίων παρεξέχοντα· πρὸς ἃ νεύροις ὠμιαίοις ἢ νωτιαίοις πάντων ζῴων πλὴν συῶν διὰ μέσου τῶν χοινικίδων διερχομένοις ἐπὶ τῇ τῆς στροφῆς τάσει δεῖ

 οὖσα τὴν τῶν προειρημένων κλιμάκων κατασκευὴν ἐπιδεχέσθω. Ἡ δὲ ἀνάγεσθαι μέλλουσα πρὸς ὅλον αὐτῆς τὸ μῆκος καταστρωθήτω σανίσι, καὶ σχοινίοις περιειλη

 κάτωθεν, κατὰ μὲν πρόσωπον τῶν ἐναντίων ῥᾳδίως καταπίπτοντα καὶ ἀντεχόμενα ὄπισθεν, ἄνωθεν δὲ πρὸς ὄνυχα ἐκκεκομμένα, κατὰ κορυφὴν συννεύοντα καὶ πρὸς

 ἐν λόγῳ δειχθήσονται· καὶ γὰρ οἱ δύο ἥμισυ πήχεις τῆς διαμέτρου ἑξάκις μὲν τὸν ˉιˉε μετροῦσι, τετράκις δὲ τὸν ˉι, καὶ δωδεκάκις μὲν τὸν ˉλ, τὸν δὲ ˉκ

 τὰ πλοῖα, 270 ὀρθὸν καὶ ἀπαράπτωτον διασώζηται τὸ μηχάνημα, Πρὸς δὲ τοὺς ἀνέμους δεῖ καὶ τὰ ἐμπαράσκευα ἐξ ἑτοίμου ἔχειν τὰ πρὸς πολιορκίαν ἀμυντήρια·

 παρατίθησι πρὸς τὸ ἕτερον χεῖλος τοῦ ποταμοῦ ὅλην κατὰ μῆκος ἐφαρμόζουσα, τοῦ πλήθους συνηγμένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν τῆς μάχης ἀντιπαράταξιν. Ο

ὑπεμβαίνουσαν καὶ ἀναστρεφομένην ἐπὶ τὴν ὀνομαζομένην πυελίδα ἤτοι ἐπικεφαλίδα τινὰ οὖσαν, κανόνος τῇ γῇ ἐπικειμένου τοῦ προσ221 άγοντος αὐτὴν καὶ ἐπακολουθοῦντος ἀεὶ τῷ τρυπωμένῳ τόπῳ. Περιστραφήσεται δὲ πρὸς τὴν αὐτὴν ἐργασίαν καὶ διὰ χειρῶν κινούμενος ὁ κύλινδρος σὺν τῷ τρυπάνῳ, ἐὰν κανόνια πρὸς τὸ μέσον εἰσδέξηται ὡς φρεατίας ἠλακάτης σταυροειδῶς διεκβληθέντα, ἅ τινες ἐκ τοῦ σχήματος ἀστερίσκους καλοῦσιν. Τὰς δὲ γινομένας ἐπὶ τῷ τείχει τρυπήσεις πλαγίας τε καὶ ἀνωφερεῖς δεῖ ποιεῖσθαι ὡς πρὸς τὸ ἐνδότερον μέρος ὑψηλοτέρας, ὅπως τὰ ἐκ τῆς πλίνθου ὑπὸ τῶν τρυπάνων περιξεόμενα εὐκατάφορα γίνηται καὶ τὸ ἐπ' ἄκρον τοῦ μοχλοῦ προσηλωθὲν πέταλλον καλῶς πρὸς τὴν ἐργασίαν ἀναβαστάζηται στηριζόμενον ὑπὸ τοῦ τῇ γῇ πλαγίου ἐπικειμένου κανόνος καὶ πρὸς αὐτῇ ἀντιστηριζομένου. Ἡ δὲ ἐκ τῶν τρυπάνων γινομένη ἀνωφερὴς σύντρησις οὐ ποιεῖ συγκάθεσιν μόνην τοῦ τεί222 χους, ἀλλὰ καὶ παρεγκεκλιμένην ἐπὶ τὴν ἔξω καταφοράν. Καὶ γίνεται ἀθρόως πολὺ περὶ τὸ τεῖχος τὸ σύμπτωμα. Καὶ ἔστι τὸ τῆς κλίσεως σχῆμα τοιοῦτον. Τρυπάσθω δὲ ἐξ ἴσου τὸ τεῖχος ἐπὶ τῆς αὐτῆς εὐθείας, ἀπεχομένων ἀπ' ἀλλήλων τῶν τρυπημάτων πόδα καὶ τέταρτον, τουτέστι δακτύλους ˉκ, ἤτοι σπιθαμὴν καὶ δύο παλαιστάς· ἔστι γὰρ ἡ σπιθαμὴ δακτύλων ˉιˉβ, ἡ δὲ παλαιστὴ τεσσάρων. Τὰς δὲ τρυπήσεις ἀπὸ τὴς γῆς ἄνωθεν ἀπαρχομένους δεῖ ποιεῖσθαι ὡς ἀπὸ ποδῶν τριῶν, καθάπερ καὶ ἐπὶ τῶν λιθίνων προειρήκαμεν τειχῶν, ἵνα ἡ ἐκ τῶν τρημάτων κατερχομένη ὕλη ἐπὶ τὸν ἐαθέντα κάτωθεν πίπτῃ τόπον. Ὅταν δὲ τρυπηθῇ κατὰ τάξιν μέτωπα τοῦ τείχους, ἀναγεμί223 ζονται τὰ τρήματα ἐκ τῆς ἔξωθεν ὄψεως ἐπὶ τὰ ἔνδον, οὐ πρὸς ὅλον τὸ πάχος ἀλλὰ ἐπὶ πόδα μόνον, ξύλοις ξηροῖς ἐσχισμένοις, μὴ τετραγώνοις ὥστε κατὰ πλάτος ἐφαρμόζειν ἀλλήλοις, ἀλλὰ παραστρογγύλοις ὡς πασσάλοις, πάχος ἔχουσι πρὸς τὴν βάσιν δακτύλων μὴ πλέον τριῶν, πρὸς δὲ τῇ κορυφῇ μᾶλλον ἐστενωμένοις πρὸς τὸ βαστάζειν τὸ τεῖχος κατὰ τὸν τῆς ἐργασίας καιρόν. Καὶ, εἰ ἐνδέχεται, δᾷδες οἱ πάσσαλοι ἔστωσαν· εἰ δὲ μή, ξύλα ξηρὰ πεπισσωμένα ἢ θείῳ τετριμμένῳ σὺν ὑγρᾷ πίσσῃ ἢ ἐλαίῳ ἐπαλιφέντα· στρογγύλοι δὲ γίνονται οἱ πάσσαλοι, ἵνα μεταξὺ πρὸς ἀλλήλους διαλείμματα ἔχωσιν, ἔνθα τὸ πῦρ ὑπεμβαῖνον καὶ ἀναστρεφόμενον ἐνάπτηται, καὶ μὴ τῇ πυκνότητι συμπνιγόμενον σβεννύηται. Ὅταν δὲ γεμισθῶσι πάντα τὰ τρήματα ποδὸς ἄχρι κατὰ βάθος, ὡς εἴρηται, πάλιν ἐπὶ τῆς αὐτῆς εὐθείας τρυπάσθωσαν κατὰ μέσον τὰ καταλειφθέντα διάχωρα κατὰ τάξιν ἐξ ἴσου πρὸς τὰ πρότερα. Τὰ δὲ ἔσχατα τρήματα πλαγιαζέσθωσαν ἐφ' ἑκάτερον μέρος, ἵνα ἐπὶ τὰ πρότερα ἡ τῶν ὑστέρων ἐπεισέρχηται σύντρησις, καὶ γεγεμίσθωσαν καὶ αὐτὰ ξυσμάτων ἤτοι πελεκημάτων ἢ ῥυκανισμάτων ξηρῶν καὶ εὐκαύστων φρυγάνων ἢ σχιδάκων, καθ' ὧν τὸ πῦρ ἐπιδρασσόμενον ταχεῖαν τὴν ἔκκαυσιν ποιεῖται. Ἐξεπίτηδες οὖν οἱ πάσσαλοι οὐκ ἔχουσιν ἴσην τὴν ἐπιφάνειαν κατὰ τὸ ὅλον ὕψος, ἀλλὰ μέζονές εἰσι κάτωθεν, ὥστε κρατεῖν δύνασθαι τὸ πῦρ καὶ ἀνέμου ἐμπνέοντος ἐπανάπτεσθαι. Εἰ δὲ νηνεμία κατὰ τὸν τῆς ἐργασίας καιρὸν ἢ τόπον εἴη, συμβαλλέσθω224 σαν κάλαμοι τετρυπημένοι δι' ὅλου ἔσωθεν, οἵους οἱ ἰξευταὶ ἔχουσιν, ἀσκώμασι χαλκικοῖς ἐμφυσώμενοι· πρὸς ὃν γὰρ ἄν τις ἐθέλῃ μεταφέρονται τόπον καὶ ἀνάπτουσι τὸ πῦρ, σιδηροῦν αὐλίσκον ἔμπροσθεν τοῦ πυρὸς ἔχοντες. Καὶ τὸ σχῆμα ὑπόκειται. Τῆς συντρήσεως ἐπὶ τῇ ὑποστυλώσει καὶ ἐκκαύσει τελεσθείσης καὶ τοῦ τείχους ἀκλινῶς ἠδρασμένου καὶ ἀτρεμοῦντος ἐπὶ τῷ συμπάχῳ τῆς πλινθίνης οἰκοδομῆς τεχνουργήματι, κριομαχεῖν ἀνάγκη. Εἰ γὰρ καὶ ἔκλυτος καὶ ἀνίσχυρος ἡ τοῦ κριοῦ πρὸς τὴν πλίνθον γίνεται πληγή, λακκίζουσα μᾶλλον διὰ τὸ χαῦνον καὶ μαλακὸν ἢ σείουσα καὶ ῥηγνύουσα διὰ τὸ σκληρὸν καὶ ἀντίτυπον ὡς ἐπὶ λίθων, ἀλλ' οὖν διὰ τῆς προγεγονυίας κάτωθεν ἐργασίας ἀτονῆσαν πρὸς τῇ βάσει τὸ τεῖχος οὐ δυνήσεται ἀντέχειν πρὸς τὰς συνεχεῖς τῶν κριῶν κερατίσεις, ἀλλὰ τῇ βίᾳ πληττόμενον συντρήσει τὴν κλίσιν εἰσδέξεται. 225 Τὰς δὲ συμβολὰς καὶ συνδέσεις τῶν κατὰ μῆκος συμβεβλημένων κριῶν, τάς τε