Syntagma ad quendam politicum

 ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώ τερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει τῆς βασιλ

 ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος. ∆ιάθεσις τῶν παθῶν. Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαρ

 τῆς ἐν τῇ Τριάδι ἁγίᾳ. Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτί σθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, 28.1404 καὶ τοῦ ἁγίου Πνεύματος· ε

 ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς·

 ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώ

ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώπινον πάντα ποιεῖν ἀναπείθῃ. Ὡσαύτως καλὴ μὲν καὶ ὑγίεια, ὅταν εἰς εὐαρέστησιν τοῦ Θεοῦ καὶ ἐργασίαν τῶν αὐτοῦ ἐντολῶν χρώμεθα· κακὴ δὲ, ὅταν πρὸς ἀκολασίαν καὶ ἀδικίαν. Ὁμοίως καὶ ἡ νόσος, ὅταν εὐχαριστῶμεν καὶ συνεργῷ ταύτῃ χρώμεθα, καλή· κακὴ δὲ, ὅταν πρὸς ἀχαριστίαν, καὶ βλασφημίαν, καὶ ὀργὴν ἡμᾶς συνελαύνῃ. Καλὴ καὶ ἡ πολυμαθία, ὅταν πρὸς διδασκαλίαν καὶ βοήθειαν τοῖς ἀδικουμένοις ταύτῃ χρώμεθα· κακὴ δὲ, ὅταν πρὸς κενοδοξίαν, καὶ συνηγορίαν τῆς ἀδικίας. Καλὴ καὶ ἀμαθία, ὅταν παρασκευάζῃ ἡμᾶς ὑποτάσσεσθαι τοῖς εἰδόσι, καὶ παρ' αὐτῶν πορίζεσθαι τὴν ὠφέλειαν· κακὴ δὲ, ὅταν πείθῃ ἡμᾶς τῇ οἰκείᾳ στοιχεῖν ἀμαθίᾳ, καὶ μὴ τοῖς κρείττοσιν ἕπεσθαι. Ὡσαύτως καὶ τὰ λοιπὰ πάντα, οἷον εὐγένεια καὶ δυσγένεια, εὐμορφία καὶ ἀμορφία, καλλιφωνία καὶ κακοφωνία, ἰσχὺς καὶ ἀδυναμία, ταχύτης καὶ βραδύτης, τέχνη καὶ ἀτεχνία, καὶ πρὸς διακονίας ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης. Ταῦτα πάντα, ὡς εἴρηται, τῶν μέσων εἰσί· καὶ ὁ καλῶς τούτοις χρώμενος οὐδὲν παρὰ τούτων βλαβήσεται, ὡς ὁ μακάριος Ἰώβ. Εἰς ἀμφότερα γὰρ ἐξετασθεὶς, εὐδόκιμος ἀνεφάνη καὶ ἀκαταγώνιστος, καὶ διὰ πάντα εὐηρέστησε τῷ Θεῷ. Ὥστε οὐ δεῖ τὰ πράγματα αἰτιᾶσθαι· οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ δοθέντων κακὸν, ἀλλὰ παρὰ τὴν ἐσφαλμένην ἡμῶν καὶ ἐθελόδουλον προαίρεσιν, καὶ τὴν ἐθελοβλέπουσαν περὶ ταῦτα τῆς ψυχῆς ἡμῶν διάκρισιν, ἥτις αὐτεξουσίως πρὸς τὴν παράχρησιν τούτων ἐξολισθαίνει ἐξ οἰκείας φιληδονίας, καὶ τῆς τοῦ Θεοῦ καὶ τῆς αὐτοῦ βασιλείας κακαφρονῶν.

6