Syntagma ad quendam politicum

 ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώ τερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει τῆς βασιλ

 ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος. ∆ιάθεσις τῶν παθῶν. Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαρ

 τῆς ἐν τῇ Τριάδι ἁγίᾳ. Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτί σθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, 28.1404 καὶ τοῦ ἁγίου Πνεύματος· ε

 ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς·

 ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώ

ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώ τερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωὴν, προσδοκῶν τὴν ἀποκειμένην μακαριότητα τοῖς ἀγα πῶσι τὸν Κύριον. ∆ιαίρεσις καὶ ἀποδιαίρεσις λεπτομερὴς τῆς ψυχῆς. Ἡ ψυχὴ διαιρεῖται εἰς τὸ λογιστικὸν, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. Τοῦ λογιστικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀπιστία, ἡ αἵρεσις, ἡ ἀφροσύνη, ἡ ἀδιακρισία, ἡ βλασφημία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων τῶν ἐκ τοῦ παθητικοῦ μέρους. Ἴασις δὲ τούτων καὶ θεραπεία ἡ ἀδίστακτος πίστις πρὸς τὸν Θεὸν καὶ τὰ ἀληθινὰ δόγματα, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ Πνεύματος, ἡ καθαρὰ προσευχὴ, καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν εὐχαριστία. Τοῦ θυμικοῦ τὰ ἁμαρτήματα ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος, καὶ ἡ συνεχὴς περὶ τὰ τοιαῦτα μελέτη. Ἴασις τούτων καὶ θεραπεία ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ φιλαδελφία, ἡ συμπά θεια, ἡ ἀνεξικακία, ἡ χρηστότης. Τοῦ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματα ἡ γαστριμαργία, ἡ πορνεία, ἡ ἀκα θαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς δόξης ἐπι θυμία. Ἴασις τούτων καὶ θεραπεία, ἡ ἐγκράτεια, ἡ νηστεία, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρη μάτων πρὸς πένητας σκορπισμὸς, ἡ τῶν ἀθανάτων ἐκείνων ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία. ∆ιάγνωσις τῶν λογισμῶν, δι' ὧν πᾶσα ἁμαρτία τελεῖται. Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ λογισμοί. Πρῶτος ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆς πορνείας τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς ὀργῆς· πέμ πτος ὁ τῆς λύπης· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάν τας τοὺς λογισμοὺς παρενοχλεῖν μὲν ἡμῖν ἢ μὴ παρεν 28.1400 οχλεῖν τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν· ἐμμένειν δὲ, ἢ πάθη κινεῖν, ἢ μὴ κινεῖν, ὁμοίως τῶν ἐφ' ἡμῖν. Ἄλλο δέ ἐστι προσβολὴ, καὶ ἄλλο συνδυασμὸς, καὶ ἄλλο πάθος, καὶ ἄλλο πάλη, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο ἐνέργεια. Καὶ προσβολὴ μὲν ἔστιν ἡ ἁπλῶς γινομένη τοῦ ἐχθροῦ ὑπόμνησις· οἷον, Ποίησον τόδε, ἢ τόδε· ὡς ἐπὶ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τοῦτο, ὡς εἴρηται, οὐκ ἐφ' ἡμῖν. Συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ· οἷον μετ' αὐτοῦ μελέτη καὶ ὁμιλία ὑπὲρ τῇ προαιρέσει ἡμῶν. Πάθος δέ ἐστιν ἡ ἀπὸ τοῦ συνδυασμοῦ ἕξις γινομένη παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους· καὶ οἷον ἡ συνοχὴ, μελέτη, καὶ φαντασία. Πάλη δέ ἐστιν ἡ ἀντίστασις, ἢ πρὸς ἀναίρεσιν τοῦ λογισμοῦ τοῦ πάθους, ἢ πρὸς συγκατά θεσιν, καθώς φησιν ὁ Ἀπόστολος· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις.» Συγκατάθεσις δὲ ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ ἡ αὐτὴ πρᾶξις. Ἀναιρεῖται δὲ ὑπὸ μὲν τῆς ἐγκρατείας ἡ γαστριμαργία, ὑπὸ δὲ τοῦ θείου πόθου καὶ τῆς τῶν μελλόντων ἐφέσεως ἡ πορνεία· ὑπὸ δὲ τῆς συμπαθείας τῆς πρὸς τοὺς πένητας ἡ φιλ αργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάν τας ἀγάπης ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπομονῆς, καὶ καρτερίας, καὶ τῆς πρὸς Θεὸν εὐχαριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς συνεχοῦς προσευχῆς ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ, ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἡγεῖ σθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία. Τούτων οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθεὶς, καὶ πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν ζωὴν, τὸν ἀῤῥαβῶνα δεχόμενος τοῦ Πνεύματος· καὶ τῶν ἐντεῦθεν ἀποδημήσας μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς ἁγίας καὶ μακαρίας Τριάδος εἰς αἰῶνας

2