Syntagma ad quendam politicum

 ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώ τερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει τῆς βασιλ

 ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος. ∆ιάθεσις τῶν παθῶν. Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαρ

 τῆς ἐν τῇ Τριάδι ἁγίᾳ. Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτί σθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, 28.1404 καὶ τοῦ ἁγίου Πνεύματος· ε

 ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς·

 ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώ

ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος. ∆ιάθεσις τῶν παθῶν. Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαργίαν, πορνείαν, μέθην, ἀσέλγειαν· ψυχικὰ δὲ μῖσος πρὸς τὸν πλησίον, φθόνος, ἔρις, κενοδοξία, ὑπερηφανία. Ταῦτα δὲ ἐνερ γοῦσιν εἰς τὴν ἡμετέραν ψυχὴν, ἀπούσης ἀγάπης καὶ ἐγκρατείας· παρούσης δὲ ἀγάπης καὶ ἐγκρατείας, ταῦτα πάντα ἐξαφανίζονται, τὰ μὲν ὑπὸ ἀγάπης πνευματικῆς, τὰ δὲ ὑπὸ νηστείας καὶ ἐγκρατείας. Τότε γὰρ ὁ νοῦς καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει καὶ τὸν Θεὸν ἀπαρεμποδίστως ὁρᾷ. Περὶ τῆς τοῦ Θεοῦ προνοίας. Πάντα ἐκ τοῦ Θεοῦ, καὶ τὰ ἀγαθὰ, καὶ τὰ λυπηρὰ καὶ τὰ ἀνάξια· ἀλλὰ τὰ μὲν εὐδοκίᾳ, τὰ δὲ οἰκονομίᾳ, τὰ δὲ παραχωρήσει. Καὶ τὰ κατ' εὐδοκίαν, ὅτε κατ' ἀρετὴν πολιτευώμεθα· βούλεται γὰρ ἡμᾶς ὁ Θεὸς ἀναμαρτήτους διάγειν, καὶ μετὰ τῆς εὐσεβείας, καὶ ἀρετῆς πολιτεύεσθαι. Κατ' οἰκονομίαν δὲ, ὅταν σφαλλόμενοι καὶ ἁμαρτάνοντες παιδευώμεθα. Κατὰ παραχώρησιν δὲ, ὅταν παιδευόμενοι μὴ ἐπιστρέφωμεν· 28.1401 εὐδόκησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον σωθῆναι, καθὼς καὶ οἱ ἄγγελοι ἐβόων λέγοντες· «∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ εἰρήνη ἐπὶ γῆς ἐν ἀνθρώποις εὐδοκίας.» Οἰκονομικῶς δὲ πάλιν παιδεύει ἡμᾶς ἁμαρτάνοντας, «ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν,» ὥς φησιν ὁ Ἀπόστολος· «Κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευό μεθα. Οὐκ ἔστι κακία ἐν πόλει, ἣν ὁ Κύριος οὐκ ἐποίησε·» τουτέστι λοιμοὺς, λιμοὺς, νόσους, καὶ σφαγὰς πολέμων. Ταῦτα γὰρ πάντα τῆς ἁμαρτίας ἐστὶν ἀναιρετικά. Παραχωρεῖ δὲ καὶ τελείως ἐγκα ταλιμπάνει τοὺς μὴ θέλοντας ἢ ἀναμαρτήτως δι άγειν, ἢ παιδευομένους μὴ ἐπιστρέφειν, ἀλλ' ἔτι τῇ κακίᾳ ἐμμένειν, καθὼς γέγραπται, ὅτι «Τετύφλωκεν ὁ Θεὸς αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν·» καί· «Παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα·» τουτέστιν, εἴασε διὰ τὸ αὐτεξούσιον· καί «Σκληρύνων σκληρυνῶ τὴν καρδίαν Φαραώ·» τουτέστι, παραχωρήσω σκληρυνθῆναι διὰ τὴν ἀπάθειαν αὐτοῦ. Περὶ τῆς αὐτεξουσιότητος ἡμῶν. Ὁ Θεὸς τὸν ἄνθρωπον αὐτεξούσιον ἔπλασε, λόγῳ καὶ σοφίᾳ τιμηθέντα, πρὸ ὀφθαλμῶν αὐτοῦ θεὶς τὴν ζωὴν καὶ τὸν θάνατον· ἵνα, εἰ μὲν θελήσει τῇ αὐτεξουσιότητι τῆς ζωῆς παραθήσῃ, ζήσῃ εἰς τὸν αἰῶνα· εἰ δὲ ἀπὸ κακῆς προαιρέσεως παραθήσει τὴν ὁδὸν τοῦ θανάτου, αἰωνίως κολάζηται. Τὰ γὰρ τῆς φύσεως ἀμετάβλητα οὔτε τιμωριῶν οὔτε τιμῆς ἄξια. Οὐδεὶς γὰρ ἐνεκλήθη ποτὲ τὸ εἶναι λευκὸς, ἢ μέλας, ἢ τὸ εἶναι μακρὸς, ἢ μικρός· οὐ γὰρ τῆς ἡμετέρας εἰσὶ προαιρέσεως. Τῶν γὰρ τῆς προαιρέσεως καὶ αἱ κολάσεις εἰσὶ καὶ αἱ τιμαί. Ἀμφοτέρων οὖν χρεία, καὶ τῆς ἡμετέρας βουλῆς καὶ θελήσεως, καὶ τῆς τοῦ Θεοῦ συνεργείας καὶ ἀντιλήψεως· ἑτέρου γὰρ λείποντος, ἀργεῖ καὶ τὸ ἕτερον. Προέγνω γὰρ ὁ Θεὸς, καὶ προώρισε, καὶ ἐκάλεσεν, ἀλλὰ τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας, καθώς φησιν ὁ Ἀπόστολος, τουτέστι κατὰ θέλησιν καὶ βούλησιν· τοὺς γὰρ μὴ βουληθέντας εἴασε τῷ αὐτῶν πορεύεσθαι θελήματι. Οὐ γὰρ βιάζεται, οὐδὲ λυμαίνεται τὸ αὐτεξούσιον ἡμῶν· τῆς γὰρ ἐπ' ἄμφω ῥοπῆς, πρὸς ἀρετήν φημι καὶ κακίαν, τὸ αὐτεξούσιον ἐλάβομεν. Οὐδὲν τῶν παρὰ τοῦ Θεοῦ δοθέντων ἡμῖν εἰς χρῆσιν, κακόν· πάντα γὰρ ὅσα ἐκ τοῦ Θεοῦ καλὰ, καὶ λίαν καλά· ἡ παρά χρησις μόνον κακόν· τοῦ γὰρ ἡμετέρου ἐστὶν αὐτεξουσίου. ∆ιὸ οὐ τὰ βρώματα κακὸν, ἀλλ' ἡ γαστριμαργία· οὐδὲ παιδοποιία, ἀλλ' ἡ πορνεία· οὐδὲ μετάληψις τοῦ οἴνου, ἀλλ' ἡ μέθη· οὐδὲ τὰ χρήματα, ἀλλ' ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλὰ ἡ κενοδοξία. Χρὴ οὖν πάντα ποιεῖν, ὥστε τὴν παράχρησιν φεύγειν, καὶ χρήσασθαι τοῖς παρὰ Θεοῦ δοθεῖσι δικαίως· οὕτω γὰρ ποιοῦντες, καὶ τῆς κακίας ἀνώτεροι γενησόμεθα, καὶ τῆς ἀρετῆς ἐντὸς εὑρεθῶμεν. Συνήθεια σαφὴς καὶ σύντομος, καὶ διάγνωσις τῆς πίστεως ἡμῶν

3