Syntagma ad quendam politicum

 ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώ τερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει τῆς βασιλ

 ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος. ∆ιάθεσις τῶν παθῶν. Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαρ

 τῆς ἐν τῇ Τριάδι ἁγίᾳ. Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτί σθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, 28.1404 καὶ τοῦ ἁγίου Πνεύματος· ε

 ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς·

 ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώ

τῆς ἐν τῇ Τριάδι ἁγίᾳ. Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτί σθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, 28.1404 καὶ τοῦ ἁγίου Πνεύματος· εἰς μίαν οὐσίαν δηλονότι, καὶ θεότητα, καὶ μίαν βασιλείαν, καὶ ἀρχὴν, καὶ ἰσχύν· καὶ τρεῖς ὑποστάσεις, εἴτουν πρόσωπα, καὶ χαρακτῆρας, εἰ δὲ βούλει καλεῖν, καὶ ἰδιότητας. Ἄλλο γὰρ ὑποστάσεις, καὶ ἄλλο οὐσία. Οὐσίαν γὰρ κα λοῦμεν τὸ κοινὸν τῶν τριῶν ὑποστάσεων· μιᾶς γὰρ φύσεως καὶ οὐσίας τὰ τρία πρόσωπα. Ὑπόστασιν δὲ καλοῦμεν φύσιν μετὰ χαρακτηριστικῶν ἰδιωμάτων· ἄλλος γὰρ ὁ Πατὴρ, καὶ ἄλλος ὁ Υἱὸς, καὶ ἄλλος τὸ Πνεῦμα τὸ ἅγιον· ὅπερ τέμνει τὰς ἰδιότητας μόνον, ἤγουν ὑποστάσεις, οὐ μὴν καὶ φύσιν. Οὐκ ἄλλο δὲ καὶ ἄλλο, ὅπερ τέμνει τὰς φύσεις· ἀλλὰ τῆς αὐτῆς φύσεως, καὶ τῆς αὐτῆς οὐσίας. Ἅμα γὰρ Πατὴρ καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα· ἀλλ' ὁ μὲν Πατὴρ καὶ ἀγέννητος, ὁ δὲ Υἱὸς καὶ γέννημα τοῦ Πατρὸς, ὡς ἐξ ἡλίου φῶς, καὶ ἐκ νοῦ λόγος· τὸ δὲ Πνεῦμα ἅγιον καὶ ἐκπόρευμα τοῦ Πατρός. Ἴδιον οὖν τοῦ Πατρὸς ἡ ἀγεννησία, καὶ τὸ καλεῖσθαι Πατήρ· ἴδιον τοῦ Υἱοῦ, τὸ καλεῖσθαι Υἱὸν, καὶ γεννᾶσθαι ἐκ τοῦ Πατρός· ἴδιον οὖν τοῦ Πνεύματος τὸ καλεῖσθαι Πνεῦμα ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Τῶν δὲ τριῶν προσ ώπων, εἴτουν ὑποστάσεων, μία φύσις, μία θέλησις, μία ἐνέργεια, μία ἀγαθότης, μία δύναμις, μία βού λησις. ∆ιὰ τοῦτο καὶ ἕνα Θεὸν ὁμολογοῦμεν. Οὐ γὰρ κεχωρισμένοι εἰσὶν ἀπ' ἀλλήλων, ὥσπερ καὶ οἱ ἄν θρωποι, οὐδὲ τὰς γνώμας διάφοροι· ἀλλ' ἅμα Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον ἐν ἀλλήλοις ἀσυγχύτως καὶ ἀδιαιρέτως περιχωροῦσιν. Ἕκαστον δὲ πρόσωπον, ὡς εἴρηται, φυλάττει τὸ ἴδιον· τὸ μὲν τὴν πατρότητα, τὸ δὲ τὴν υἱότητα, τὸ δὲ τὴν ἐκπόρευσιν. Εἰ οὖν ἔροιτό σέ τις· Τί ἐστι Πατήρ; ἀποκρίθητι αὐτῷ· Ὅπερ ἐστὶν Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μένων Πατήρ. Εἰ δὲ λέγοι· Τί ἐστιν Υἱός; ἀποκρίθητι· Ὅπερ ἐστὶν ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, μένων Υἱός. Ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γάρ ἐστιν ὃ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, μένων Πνεῦμα. Ἡ ἰδιότης ἀκοινώνητος, καθώς φησιν ὁ μέγας ἐν θεολό γοις καὶ θεῖος Γρηγόριος. Πῶς γὰρ, φησὶν, ἰδιότης μείνῃ, κινουμένη, καὶ μεταπίπτουσα; Ἔστιν οὖν ἡ θεότης, εἰ δεῖ συντόμως εἰπεῖν, ἀμέριστος ἐν μεμερισμένοις, τὸ μὲν τῇ φύσει, τὸ δὲ ταῖς ὑποστάσεσιν· οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. Ὅταν τοιγαροῦν πρὸς τὴν θεότητα τὴν ἐν μιᾷ φύσει βλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζόμενον· ὅταν δὲ πρὸς τὰς ἰδιότητας καὶ τὰ πρόσωπα ἐν οἷς ἡ θεό της, τρία τὰ προσκυνούμενα. Παραδείγματα δὲ προσκείσθω ἀμυδράν τινα εἰκόνα δηλοῦντα τοῦ τοσούτου πράγματος, τῆς θείας φημὶ φύσεως, κατὰ τὸν Θεό λογον Γρηγόριον· ὀφθαλμοῦ νόει μοι βλέψιν, καὶ ἀρχὴν ὕδατος, καὶ πηγὴν, καὶ ποταμόν· ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέῤῥηκται τῇ πρὸς ἄλληλα συναφείᾳ, κἂν δοκῇ ταῖς ἰδιότησι τέμνεσθαι· ἐνθυμοῦ καὶ ἥλιον, καὶ φῶς, καὶ ἀκτῖνα· νοῦν, καὶ λόγον, καὶ πνεῦμα τῷ λόγῳ συνεξιόν. Πλὴν κατὰ τὸν εἰπόντα· Πίστις ἡγείσθω, καὶ μὴ ἀπόδειξις, καὶ χρὴ πάντα ἄνθρωπον διὰ καθαρᾶς καὶ θεολαμποῦς πράξεως, ὁδηγῷ τῷ Πνεύματι χρώμενον, ἵνα φωτὶ καταλαμβάνηται φῶς, πιστεύειν τε εἰς Πατέρα, καὶ 28.1405 Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὴν μίαν θεότητά τε καὶ δύναμιν ἐν τρισὶ γνωριζομένην καὶ προσκυνουμένην ταῖς ὑποστάσεσιν. Ὅπως δεῖ πιστεύειν περὶ τῆς τοῦ Κυρίου ἐναν θρωπήσεως. Ὅτι αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὁ ἀπερίγραπτος, ὁ ἀσώματος, ὁ μονογενὴς τοῦ Πατρὸς Υἱὸς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς, καὶ τῆς ἀθανασίας, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τῇ βουλήσει τοῦ προανάρχου καὶ συναϊδίου αὐτοῦ Πατρὸς, καὶ τῇ συνεργείᾳ τοῦ ἁγίου Πνεύμα τος, ἐκ τῶν παρθενικῶν αἱμάτων τῆς Θεοτόκου, καὶ

4