Syntagma ad quendam politicum

 ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώ τερον κτησάμενος φρόνημα ἀπ' ἐντεῦθεν ἀπολαύει τῆς βασιλ

 ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος. ∆ιάθεσις τῶν παθῶν. Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαρ

 τῆς ἐν τῇ Τριάδι ἁγίᾳ. Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτί σθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, 28.1404 καὶ τοῦ ἁγίου Πνεύματος· ε

 ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς·

 ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώ

ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς· ἐγεννήθη Θεὸς ἀνθρωπόμορφος, τουτέστι Θεὸς καὶ ἄνθρωπος ἐν μιᾷ ὑποστάσει δύο φύσεις ἐπιφερό μενος, ἀδιαιρέτως, καὶ ἀσυγχύτως, καὶ δύο θελήσεις, καὶ ἐνεργείας, θεϊκὰς ὁμοῦ καὶ ἀνθρωπικάς· ἤθελε γὰρ ὡς Θεὸς καὶ ἐνήργει, καὶ ἤθελεν ὡς ἄνθρωπος καὶ ἐνήργει· ἀλλὰ φυσικὴν θέλησιν, καὶ ἐνέργειαν, οὐ μὴ ἁμαρτητικήν. Ἀναμαρτήτως γὰρ προσελήφθη ἡ φύσις ἡ ἀνθρωπική· καὶ ἐξ αὐτῆς τῆς ἑνώσεως τῷ θελήματι ἡνώθησαν. Ὅπερ ἐβούλετο τὸ θεῖον θέλημα, τοῦτο καὶ τὸ τῆς προσλήψεως. Ἀλλὰ θέλημα λέγομεν καὶ ἐνέργειαν τὰ φυσικά· οἷον, ἤθελε φα γεῖν, ἤθελε πιεῖν, ἤθελε περιπατῆσαι· καὶ ταῦτα ἐνήργει, καὶ ἤθελεν. Ἀλλὰ ταῦτα ἐποίει τῆς θείας φύσεως παραχωρούσης, οὐ μὴν κατηναγκασμένως, ὥσπερ ἡμεῖς· ἀλλὰ καὶ τὸ κοπιᾷν, καὶ τὸ ἀγωνιᾷν, καὶ τὸ αἰτεῖν τὸν Πατέρα παρελθεῖν τὸ ποτήριον, καὶ τοῦτο τοῦ φυσικοῦ θελήματος. Ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν δύο φύσεις ὁμολογοῦμεν ἐπὶ Χριστοῦ, θελητικὰς, καὶ ἐνεργητικάς. Ὅπου γὰρ φύσις λογικὴ, ἐκεῖ καὶ θέ λησις καὶ ἐνέργεια. Φυσικὰς δὲ δύο θελήσεις, γνώμην δὲ μίαν· οἰκονομούσης γὰρ τῆς θεότητος, ἑπομένης δὲ τῆς ἀνθρωπότητος, καὶ παραχωρούσης αὐτῇ ἐνερ γεῖν τὰ ἀμφότερα. Περὶ διαφορᾶς ἀρετῶν. Ἐλάβομεν ἐντολὰς παρὰ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, τὰς ἀπεντεῦθεν θεουργούσας, καὶ ποιούσας ἡμᾶς ἀναμαρτήτους διάγειν, καὶ ὡς ἀγγέλους ἀναστρέφεσθαι μετὰ τῶν ἀνθρώπων· οἷον τὴν μετάνοιαν, τὴν ταπεινοφροσύνην καὶ τὸ διηνεκὲς πένθος, τὴν πρὸς αὐτὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας ἐγγινομένην, καὶ τὴν πρὸς τὸν πλησίον διάθεσιν, τὴν καθαρὰν προσευχὴν, καὶ τὴν ἑαυτῶν ἀπάρνησιν, καὶ τὸ δι' ὅλου πρὸ ὀφθαλμῶν ἔχειν τὸν ὑπὲρ αὐτοῦ θάνατον, καὶ ἐν τῷ φωτὶ αὐτοῦ ἀδιαλείπτως πορεύεσθαι, καὶ τὸ ἔχειν ἑαυτὸν ὑπὸ πάσης κτίσεως, καὶ δέεσθαι αὐτοῦ διηνεκῶς. Ταύτας γὰρ τὰς θείας ἐντολὰς ὁ μετὰ πίστεως ἐργαζόμενος, Θεοῦ υἱὸς γίνεται, καὶ υἱὸς φωτὸς καὶ κληρονόμος Θεοῦ, καὶ συγκληρονόμος Χριστοῦ, καὶ σύμμορφος τῆς εἰκόνος αὐτοῦ καὶ σύμφυτος, καὶ συντόμως καὶ ἁπλῶς εἰπεῖν, θέσει κατὰ χάριν Θεός. Εἰσὶ δὲ ἕτεραι ἐντολαὶ τοῦ Χριστοῦ, αἱ ἄφεσιν μὲν προξενοῦσαι, οὐ μὴν δὲ καὶ τελειότητος ἀξιοῦσαι· οἷον 28.1408 τὸ ὁμολογεῖν καὶ ἐξαγορεύειν τὰ οἰκεῖα ἁμαρτήματα, τὸ μὴ κρίνειν, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, τὸ ἐλεεῖν ἐκ τῶν ὑπαρχόντων, τὸ φέρειν γενναίως καὶ μετ' εὐχαριστίας τὰ ἐπερχόμενα λυπηρὰ, τὸ ὁμολογεῖν δωρεὰν καὶ χάριτι σώζεσθαι. Εἰ μὲν οὖν τὰς πρώτας καὶ θεουργούσας ἐντολάς τις ἐργάζεται, ἀπεντεῦθεν λαμβάνει τὸν ἀῤῥαβῶνα τοῦ ἁγίου Πνεύματος· εἰ δὲ μὴ, κἂν τὰς δευτέρας μετ' ἐπιμελείας ἐργαζέσθω, ὅπως τύχῃ τῆς τῶν πλημμεληθέντων αὐτῷ συγχωρήσεως. Εἰ δ' ἀμφοτέρων ἐκπέσῃ, ἀχρεῖος οὗτος ἀνὴρ, καὶ ἄθλιος, καὶ ταλαίπωρος· καὶ προσδοκάτω τὴν ἀποκειμένην κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ∆ιάκρισις τῆς τῶν πραγμάτων φύσεως Τῶν πραγμάτων τὰ μέν εἰσι κυρίως καλὰ, τὰ δὲ κυρίως κακὰ, τὰ δὲ μέσα· καὶ κυρίως μὲν καλὰ, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη· κυρίως δὲ κακὰ, ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία· μέσα δὲ, πλοῦτος, πενία, δόξα, ἀδοξία, ὑγίεια, νόσος, πολυμαθία, ἀμαθία. Μέσα δὲ λέγονται διὰ τὸ καθ' ἑαυτὰ μήτε κυρίως καλὰ εἶναι, μήτε κυρίως κακά· ἀλλὰ παρὰ τῇ χρήσει τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γινόμενα· οἷον ὁ πλοῦτος καλὸς μὲν εἰς ἐλεημοσύνην διδόμενος, κακὸς δὲ πρὸς ἡδονὰς δαπανώμενος. Ὡσαύτως καὶ ἡ πενία καλὴ μὲν καρτερίαν, καὶ εὐχαριστίαν, καὶ ἐλευθερίαν ἡμᾶς διδάσκουσα· κακὴ δὲ βλασφημίαν, καὶ ἀνελευθερίαν ἐκ τοῦ μὴ καρτερεῖν ἡμᾶς

5