Τί ἐπαγγέλλεται ὁ παιδαγωγός.

 Συγκεκρότηται κρηπὶς ἀληθείας, ὦ παῖδες ὑμεῖς, ἡμῖν αὐτοῖς, ἁγίου νεὼ μεγάλου θεοῦ θεμέλιος γνώσεως ἀρραγής, προτροπὴ καλή, δι' ὑπακοῆς εὐλόγου ζωῆς ἀ

 Ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ παιδαγωγὸς ἐπιστατεῖ. Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος

 Ὅτι φιλάνθρωπος ὁ παιδαγωγός. Πάντα ὀνίνησιν ὁ κύριος καὶ πάντα ὠφελεῖ καὶ ὡς ἄνθρωπος καὶ ὡς θεός, τὰ μὲν ἁμαρτήματα ὡς θεὸς ἀφιείς, εἰς δὲ τὸ μὴ ἐξα

 Ὅτι ἐπ' ἴσης ἀνδρῶν καὶ γυναικῶν ὁ λόγος παιδαγωγός ἐστιν. Ταύτην τοίνυν πλέον τὴν ἀγαθὴν ἀσπασάμενοι πειθαρχίαν σφᾶς αὐτοὺς ἐπιδῶμεν κυρίῳ, τὸν βεβαι

 Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ. Ὅτι μὲν οὖν ἡ παιδαγωγία παίδων ἐστὶν ἀγωγή, σαφὲς ἐκ τοῦ ὀνόματος· λοιπὸν δέ ἐστι τ

 Πρὸς τοὺς ὑπολαμβάνοντας τὴν τῶν παιδίων καὶ νηπίων προσηγορίαν τὴν τῶν πρώτων μαθημάτων αἰνίττεσθαι διδαχήν. Ἔξεστι δὲ ἡμῖν ἐκ περιουσίας πρὸς τοὺς φ

 Τίς ὁ παιδαγωγός, καὶ περὶ τῆς παιδαγωγίας αὐτοῦ. Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χ

 Πρὸς τοὺς ἡγουμένους μὴ εἶναι ἀγαθὸν τὸν δίκαιον. Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν

 Ὅτι τῆς αὐτῆς δυνάμεως καὶ εὐεργετεῖν καὶ κολάζειν δικαίως, ἐν ᾧ τίς ὁ τρόπος τῆς παιδαγωγίας τοῦ λόγου. Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγ

 Ὅτι ὁ αὐτὸς θεὸς διὰ τοῦ αὐτοῦ λόγου καὶ ἀπείργει τῶν ἁμαρτιῶν ἀπειλῶν καὶ σῴζει τὴν ἀνθρωπότητα παρακαλῶν. Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρω

 Ὅτι διὰ νόμου καὶ προφητῶν ὁ λόγος ἐπαιδαγώγει. Ὁ μὲν δὴ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ καὶ παιδαγωγίας ὡς ἐνῆν ἡμῖν ὑποδέδεικται. ∆ιόπερ παγκάλως αὐτὸ

 Ὅτι ἀναλόγως τῇ πατρικῇ διαθέσει κέχρηται ὁ παιδαγωγὸς αὐστηρίᾳ καὶ χρηστότητι. Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τ

 Ὅτι ὡς τὸ κατόρθωμα κατὰ τὸν ὀρθὸν γίνεται λόγον, οὕτως ἔμπαλιν τὸ ἁμάρτημα παρὰ τὸν λόγον. Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. Αὐτί

 Πῶς περὶ τὰς τροφὰς ἀναστρεπτέον. Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ'

 Πῶς τῷ ποτῷ προσενεκτέον. Οἴνῳ δὲ ὀλίγῳ χρῶ, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, διὰ τὸν στόμαχόν σου, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώμα

 Ὅτι οὐ χρὴ περὶ τὴν πολυτέλειαν τῶν σκευῶν ἐσπουδακέναι. Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεω

 Πῶς χρὴ περὶ τὰς ἐστιάσεις ἀνίεσθαι. Ἀπέστω δὲ ἡμῖν τῆς λογικῆς εὐωχίας ὁ κῶμος, ἀλλὰ καὶ αἱ παννυχίδες αἱ μάταιοι ἐπὶ παροινίᾳ κομῶσαι· ὃ μὲν γάρ ἐστ

 Περὶ γέλωτος. Μιμηλοὺς δὲ ἀνθρώπους γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν τῆς ἡμετέρας ἐξελαστέον πολιτείας. Πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθο

 Περὶ αἰσχρολογίας. Αἰσχρολογίας δὲ παντελῶς αὐτοῖς τε ἡμῖν ἀφεκτέον καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον καὶ ὄψει δριμυτέρᾳ καὶ προσώπου ἀποστροφῇ κα

 Τίνα χρὴ παραφυλάττεσθαι τοὺς ἀστείως συμβιοῦντας. Ἀπέστω δέ, ἀπέστω ἡμῶν καὶ τὸ σκώπτειν ὕβρεως προκατάρχον, ἐξ ὧν ἔριδες καὶ μάχαι καὶ ἔχθραι διοιδα

 Εἰ μύροις καὶ στεφάνοις χρηστέον. Στεφάνων δὲ ἡμῖν καὶ μύρων χρῆσις οὐκ ἀναγκαία. Ἐξοκέλλει γὰρ εἰς ἡδονὰς καὶ ῥᾳθυμίας, μάλιστα γειτνιώσης τῆς νυκτός

 Πῶς τῷ ὕπνῳ προσενεκτέον. Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον. Μετὰ γὰρ τὴν εὐωχίαν εὐλογή

 Τίνα διαληπτέον περὶ παιδοποιίας. Συνουσίας δὲ τὸν καιρὸν μόνοις τοῖς γεγαμηκόσιν ἀπολέλειπται σκοπεῖν, τοῖς δὲ γεγαμηκόσι σκοπὸς ἡ παιδοποιία, τέλος

 Οὐκοῦν οὐδὲ ἐσθῆτος ἀντιποιη τέον πολυτελοῦς καθάπερ οὐδὲ τροφῆς ποικίλης. Αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τ

 Περὶ ὑποδέσεως. Παραπλήσιαι δὲ καὶ περὶ τὰς ὑποδέσεις εἰσὶν αἱ ἀλαζόνες τὴν πολλὴν βλακείαν κἀνταῦθα ἐπιδεικνύμεναι. Αἰσχρὰ γοῦν ἀληθῶς τὰ σανδάλια ἐκ

 Ὅτι οὐ χρὴ περὶ τοὺς λίθους καὶ τὸν χρυσοῦν ἐπτοῆσθαι κόσμον. Λίθους δὲ πελίους ἢ χλωροὺς καὶ τῆς ἀπεξενωμένης θαλάττης τὰ ἐκβράσματα καὶ τῆς γῆς τὰ ἐ

 Περὶ τοῦ κάλλους τοῦ ἀληθινοῦ. Ἦν ἄρα, ὡς ἔοικεν, πάντων μέγιστον μαθημάτων τὸ γνῶναι αὑτόν· ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομο

 Ὅτι οὐ χρὴ καλλωπίζεσθαι. Οὐκ ἄρα ἡ πρόσοψις τοῦ ἐκτὸς ἀνθρώπου, ἀλλὰ ἡ ψυχὴ καλλωπιστέα τῷ τῆς καλοκἀγαθίας κοσμήματι· εἴη δ' ἂν καὶ τὴν σάρκα εἰπεῖν

 Πρὸς τοὺς καλλωπιζομένους τῶν ἀνδρῶν. Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρ

 Τίσι συνδιατριπτέον. Ἀλλὰ γὰρ ἐλελήθειν παραπλεύσας τῷ πνεύματι τὴν ἀκολουθίαν, ἐφ' ἣν αὖθις παλινδρομητέον καὶ τῶν οἰκετῶν τὴν πολυκτημοσύνην ὀνειδισ

 Πῶς περὶ τὰ λουτρὰ ἀναστρεπτέον. Οἷα δὲ καὶ τὰ λουτρὰ αὐταῖς· οἶκοι τεχνητοί, συμπαγεῖς καὶ περιφορητοί, διαφανεῖ σινδόνι καλυπτόμενοι, καθέδραι τε ἐπ

 Ὅτι μόνος πλούσιος ὁ Χριστιανός. Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλό

 Ὅτι καλὸν ἐφόδιον Χριστιανῷ ἡ εὐτέλεια. Τρυφὴ δὲ εἰς ἡδονὰς ἀλωμένη χαλεπὸν ἀνθρώποις ναυάγιον γίνεται· ἀλλότριον γὰρ τῆς ἀληθοῦς φιλοκαλίας καὶ τῶν ἀ

 Ὅτι αἱ εἰκόνες καὶ τὰ ὑποδείγματα μέγιστον μέρος τῆς ὀρθῆς εἰσι διδασκαλίας. Εἰ δέ τις ὑμῶν φεύξεται διὰ τέλους τρυφὴν εὐτελείᾳ τιθηνούμενος, μελετήσε

 Τίνος ἕνεκεν τὸ λουτρὸν παραληπτέον. Βαλανείου τοίνυν–ἐντεῦθεν γὰρ ἀπετράπην λέγων– τέσσαρές εἰσιν αἰτίαι, καθ' ἃς ἐπ' αὐτὸ παραγινόμεθα· ἢ γὰρ καθαρι

 Ὅτι καὶ γυμνάσια ἐγκριτέον τοῖς κατὰ λόγον βιοῦσιν. Μειρακίοις δὲ γυμνάσιον ἀπόχρη, κἂν βαλανεῖον παρῇ· καὶ γὰρ καὶ ταῦτα τοῖς ἀνδράσι παντὸς μᾶλλον π

 Ἐπιδρομὴ κεφαλαιώδης τοῦ ἀρίστου βίου. ∆ιὰ τοῦτο καὶ τὸ χρυσοφορεῖν καὶ τὸ ἐσθῆτι μαλακωτέρᾳ χρῆσθαι οὐ τέλεον περικοπτέον, χαλινωτέον δὲ τὰς ἀλόγους

 Ἐπιδρομὴ κεφαλαιώδης ὁμοίως τοῦ ἀρίστου βίου, ὅσαι τῶν ἁγίων γραφῶν χαρακτηρίζουσαι τὸν τῶν Χριστιανῶν βίον. Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂ

Chapter V.—On Laughter.

People who are imitators of ludicrous sensations, or rather of such as deserve derision, are to be driven from our polity.383    Luke xx. 34.    Or, society.

For since all forms of speech flow from mind and manners, ludicrous expressions could not be uttered, did they not proceed from ludicrous practices. For the saying, “It is not a good tree which produces corrupt fruit, nor a corrupt tree which produces good fruit,”384    Matt. vii. 18; Luke vi. 43. is to be applied in this case. For speech is the fruit of the mind. If, then, wags are to be ejected from our society, we ourselves must by no manner of means be allowed to stir up laughter. For it were absurd to be found imitators of things of which we are prohibited to be listeners; and still more absurd for a man to set about making himself a laughing-stock, that is, the butt of insult and derision. For if we could not endure to make a ridiculous figure, such as we see some do in processions, how could we with any propriety bear to have the inner man made a ridiculous figure of, and that to one’s face? Wherefore we ought never of our own accord to assume a ludicrous character. And how, then, can we devote ourselves to being and appearing ridiculous in our conversation, thereby travestying speech, which is the most precious of all human endowments? It is therefore disgraceful to set one’s self to do this; since the conversation of wags of this description is not fit for our ears, inasmuch as by the very expressions used it familiarizes us with shameful actions.385    [Our author is a terrible satirist; but it is instructive to see Christianity thus prescribing the minor morals, and banishing pagan brutality with holy scorn.]

Pleasantry is allowable, not waggery. Besides, even laughter must be kept in check; for when given vent to in the right manner it indicates orderliness, but when it issues differently it shows a want of restraint.

For, in a word, whatever things are natural to men we must not eradicate from them, but rather impose on them limits and suitable times. For man is not to laugh on all occasions because he is a laughing animal, any more than the horse neighs on all occasions because he is a neighing animal. But as rational beings, we are to regulate ourselves suitably, harmoniously relaxing the austerity and over-tension of our serious pursuits, not inharmoniously breaking them up altogether.

For the seemly relaxation of the countenance in a harmonious manner—as of a musical instrument—is called a smile. So also is laughter on the face of well-regulated men termed. But the discordant relaxation of countenance in the case of women is called a giggle, and is meretricious laughter; in the case of men, a guffaw, and is savage and insulting laughter. “A fool raises his voice in laughter,”386    Ecclus. xxi. 20. says the Scripture; but a clever man smiles almost imperceptibly. The clever man in this case he calls wise, inasmuch as he is differently affected from the fool. But, on the other hand, one needs not be gloomy, only grave. For I certainly prefer a man to smile who has a stern countenance than the reverse; for so his laughter will be less apt to become the object of ridicule.

Smiling even requires to be made the subject of discipline. If it is at what is disgraceful, we ought to blush rather than smile, lest we seem to take pleasure in it by sympathy; if at what is painful, it is fitting to look sad rather than to seem pleased. For to do the former is a sign of rational human thought; the other infers suspicion of cruelty.

We are not to laugh perpetually, for that is going beyond bounds; nor in the presence of elderly persons, or others worthy of respect, unless they indulge in pleasantry for our amusement. Nor are we to laugh before all and sundry, nor in every place, nor to every one, nor about everything. For to children and women especially laughter is the cause of slipping into scandal. And even to appear stern serves to keep those about us at their distance. For gravity can ward off the approaches of licentiousness by a mere look. All senseless people, to speak in a word, wine

“Commands both to laugh luxuriously and to dance,”

changing effeminate manners to softness. We must consider, too, how consequently freedom of speech leads impropriety on to filthy speaking.

“And he uttered a word which had been better unsaid.”387    Odyss., xiv. 463–466.

Especially, therefore, in liquor crafty men’s characters are wont to be seen through, stripped as they are of their mask through the caitiff licence of intoxication, through which reason, weighed down in the soul itself by drunkenness, is lulled to sleep, and unruly passions are roused, which overmaster the feebleness of the mind.

Περὶ γέλωτος. Μιμηλοὺς δὲ ἀνθρώπους γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν τῆς ἡμετέρας ἐξελαστέον πολιτείας. Πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθους ῥεόντων οὐχ οἷόν τέ ἐστι γελοίους τινὰς προέσθαι λόγους, μὴ οὐχὶ ἀπὸ γελοίου ἤθους φερομένους. Τὸ γὰρ οὐκ ἔστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρὸν οὐδὲ μὴν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν κἀνταῦθ' ἂν ἁρμόσαι· καρπὸς διανοίας ὁ λόγος ἐστίν. Εἰ τοίνυν τοὺς γελωτοποιοὺς ἐξοικιστέον τῆς ἡμεδαπῆς πολιτείας, πολλοῦ γε καὶ δεῖ ἡμῖν αὐτοῖς ἐπιτρέπειν γελωτοποιεῖν. Ἄτοπον γάρ, ὧν ἀκροατὰς γενέσθαι κεκώλυται, τούτων εὑρίσκεσθαι μιμητάς· πολλῷ δὲ ἔτι ἀτοπώτερον γελοῖον αὐτὸν σπουδάζειν γενέσθαι, τοῦτ' ἔστιν ἐφύβριστον καὶ κατα γέλαστον. Εἰ γὰρ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες, οὐκ ἂν ὑπομείναιμεν, πῶς ἂν εἰκότως τὸν ἐντὸς ἄνθρω πον ἐπὶ τὸ γελοιότερον σχηματιζόμενον ἀνασχοίμεθα; Καὶ εἰ τὸ πρόσωπον οὐκ ἂν ἑκόντες ἐπὶ τὸ γελοιότερον μεταστρέψαιμέν ἄν ποτε, καὶ πῶς ἂν κατὰ τοὺς λόγους ἐπιτηδεύσαιμεν εἶναί τε καὶ φαίνεσθαι γελοῖοι, τὸ τιμιώτερον πάντων τῶν ἐν ἀνθρώποις κτημάτων καταμωκώμενοι, τὸν λόγον; Χλεύη μὲν οὖν ἐπιτηδεύειν ταῦτα, ἐπεὶ μηδὲ ὁ τῶν γελοίων λόγος τοῖος ἀκροάσεως ἄξιος, διὰ τῶν ὀνομάτων αὐτῶν ἐπὶ τὰ αἰσχρὰ τῶν ἔργων ἐθίζων, χαριεντιστέον τε, οὐ γελωτοποιητέον. Ἀλλὰ καὶ αὐτὸν τὸν γέλωτα ἐπιστομιστέον. Καὶ γὰρ αὖ καὶ αὐτὸς ὃν μὲν δεῖ τρόπον ἐξαγόμενος ἐμφαίνει κοσμιότητα, μὴ ταύτῃ δὲ χωρῶν ἀκολασίαν ἐνδείκνυται. Ἁπλῶς γὰρ ὁπόσα φυσικὰ τοῖς ἀνθρώποις ἐστίν, ταῦτα οὐκ ἀναιρεῖν ἐξ αὐτῶν δεῖ, μᾶλλον δὲ μέτρον αὐτοῖς καὶ καιρὸν ἐπιτιθέναι πρέποντα. Οὐ γὰρ ἐπειδὴ γελαστικὸν ζῷον ὁ ἄνθρωπος, γελαστέον τὰ πάντα, ἐπειδὴ οὐδὲ ὁ ἵππος χρεμετιστικὸς ὢν χρεμετίζει τὰ πάντα· ὡς δὲ ζῷα λογικὰ σφᾶς αὐτοὺς ἁρμοστέον εὐκράτως, τὸ αὐστηρὸν τῆς σπουδῆς ἡμῶν καὶ τὸ ὑπέρ τονον χαλῶντας ἐμμελῶς, οὐκ ἐκλύοντας ἐκμελῶς. Ἡ μὲν γὰρ καθ' ἁρμονίαν τοῦ προσώπου, καθάπερ ὀργάνου, κόσμιος ἄνεσις μειδίαμα κέκληται–διάχυσις οὕτως ἀνακλᾶται κατὰ πρόσωπον–, σωφρονούντων ὁ γέλως· ἡ δὲ ἐκμελὴς τοῦ προσώπου ἔκλυσις, εἰ μὲν ἐπὶ γυναικῶν γίνοιτο, κιχλισμὸς προσαγορεύεται, γέλως δέ ἐστι πορνικός, εἰ δὲ ἐπὶ ἀνδρῶν, καγχασμός, γέλως ἐστὶν οὗτος μνηστηριώδης κἀξυβρίζων· Μωρὸς δὲ ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, φησὶν ἡ γραφή, ἀνὴρ δὲ πανοῦργος μόγις ἡσυχῇ μειδιάσει. Φρόνιμον λέγει τὸν πανοῦργον νῦν, τὸν ἐναντίως τῷ μωρῷ διακείμενον. Ἀλλ' οὐδ' ἔμπαλιν εἶναι δεῖ σκυθρωπόν, ἀλλὰ σύννουν· ἀποδέχομαι γὰρ εὖ μάλα ἐκεῖνον προσώποις μειδιῶντα ὃς ἐφαίνετο μειδιόων βλοσυροῖσι προσώπασι τὸν τοῖς βλοσυροῖς· ἧττον γὰρ ἂν καταγέλαστος ὁ γέλως αὐτῷ εἴη. Χρὴ δὲ καὶ τὸ μειδίαμα παιδαγωγεῖσθαι, καὶ εἰ μὲν ἐπ' αἰσχροῖς εἴη, ἐρυθριῶντας μᾶλλον ἢ μειδιῶντας φαίνεσθαι, μὴ συνήδεσθαι διὰ συμπάθειαν δοκῶμεν, εἰ δὲ ἐπὶ λυπηροῖς, κατηφεστέρους ἁρμόζει βλέπεσθαι ἢ ἐφήδεσθαι δοκεῖν· τὸ μὲν γὰρ ἀνθρωπίνου λογισμοῦ τεκμήριον, τὸ δὲ ὠμότητος ὑπόληψιν ἐνδείκνυται. Οὔτε γὰρ ἀεὶ γελαστέον–ἄμετρον γάρ–οὔτε πρεσβυτέρων ἤ τινων ἑτέρων ἐντροπῆς ἀξίων παρόντων, εἰ μὴ ἄρα τι αὐτοὶ εἰς τὸ διαχέαι ἡμᾶς χαριεντίσαιντο, οὔτε μὴν πρὸς τοὺς τυχόντας γελαστέον οὐδ' ἐν παντὶ τόπῳ οὐδὲ μὴν πᾶσιν οὐδὲ ἐπὶ πᾶσιν. Μάλιστα γὰρ μειρακίοις καὶ γυναιξὶν ὄλισθος εἰς διαβολὰς ὁ γέλως ἐστίν. Τὸ δὲ καὶ φαίνεσθαι καταπληκτικὸν πόρρωθεν τῶν πειρώντων ἐστὶ φυγαδευτικόν· δυνατὴ γὰρ ἀποκρούσασθαι τῆς ἀσελγείας τὰς προσβολὰς καὶ ἐκ μόνης τῆς προσόψεως ἡ σεμνότης· πάντας δέ, ὡς ἔπος εἰπεῖν, τοὺς ἀνοήτους ὁ οἶνος καί θ' ἁπαλὸν γελάσαι καὶ ὀρχήσασθαι ἀνώγει, εἰς μαλακίαν ἐκτρέπων τὸ ἀνδρόγυνον ἦθος. Καὶ σκοπεῖν δεῖ πῶς ἐντεῦθεν ἡ παρρησία τὴν ἀκοσμίαν εἰς αἰσχρολογίαν αὔξει· καί τι ἔπος προέηκεν, ὅπερ τ' ἄρρητον ἄμεινον. Μάλιστα γοῦν ἐν οἴνῳ καθορᾶσθαι τὰ ἤθη τῶν ὑπούλων συμβέβηκεν τῆς ὑποκρίσεως ἀπογυμνούμενα διὰ τὴν ἀνελεύθερον παρρησίαν τῆς παροινίας, δι' ἣν κατακοιμίζεται μὲν ὁ λόγος ἐν αὐτῇ τῇ ψυχῇ καρηβαρήσας τῇ μέθῃ, τὰ δὲ ἐκτράπελα ἐπεγείρεται πάθη καταδυναστεύοντα τῆς ἀσθενείας τοῦ λογισμοῦ.