Τί ἐπαγγέλλεται ὁ παιδαγωγός.

 Συγκεκρότηται κρηπὶς ἀληθείας, ὦ παῖδες ὑμεῖς, ἡμῖν αὐτοῖς, ἁγίου νεὼ μεγάλου θεοῦ θεμέλιος γνώσεως ἀρραγής, προτροπὴ καλή, δι' ὑπακοῆς εὐλόγου ζωῆς ἀ

 Ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ παιδαγωγὸς ἐπιστατεῖ. Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος

 Ὅτι φιλάνθρωπος ὁ παιδαγωγός. Πάντα ὀνίνησιν ὁ κύριος καὶ πάντα ὠφελεῖ καὶ ὡς ἄνθρωπος καὶ ὡς θεός, τὰ μὲν ἁμαρτήματα ὡς θεὸς ἀφιείς, εἰς δὲ τὸ μὴ ἐξα

 Ὅτι ἐπ' ἴσης ἀνδρῶν καὶ γυναικῶν ὁ λόγος παιδαγωγός ἐστιν. Ταύτην τοίνυν πλέον τὴν ἀγαθὴν ἀσπασάμενοι πειθαρχίαν σφᾶς αὐτοὺς ἐπιδῶμεν κυρίῳ, τὸν βεβαι

 Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ. Ὅτι μὲν οὖν ἡ παιδαγωγία παίδων ἐστὶν ἀγωγή, σαφὲς ἐκ τοῦ ὀνόματος· λοιπὸν δέ ἐστι τ

 Πρὸς τοὺς ὑπολαμβάνοντας τὴν τῶν παιδίων καὶ νηπίων προσηγορίαν τὴν τῶν πρώτων μαθημάτων αἰνίττεσθαι διδαχήν. Ἔξεστι δὲ ἡμῖν ἐκ περιουσίας πρὸς τοὺς φ

 Τίς ὁ παιδαγωγός, καὶ περὶ τῆς παιδαγωγίας αὐτοῦ. Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χ

 Πρὸς τοὺς ἡγουμένους μὴ εἶναι ἀγαθὸν τὸν δίκαιον. Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν

 Ὅτι τῆς αὐτῆς δυνάμεως καὶ εὐεργετεῖν καὶ κολάζειν δικαίως, ἐν ᾧ τίς ὁ τρόπος τῆς παιδαγωγίας τοῦ λόγου. Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγ

 Ὅτι ὁ αὐτὸς θεὸς διὰ τοῦ αὐτοῦ λόγου καὶ ἀπείργει τῶν ἁμαρτιῶν ἀπειλῶν καὶ σῴζει τὴν ἀνθρωπότητα παρακαλῶν. Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρω

 Ὅτι διὰ νόμου καὶ προφητῶν ὁ λόγος ἐπαιδαγώγει. Ὁ μὲν δὴ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ καὶ παιδαγωγίας ὡς ἐνῆν ἡμῖν ὑποδέδεικται. ∆ιόπερ παγκάλως αὐτὸ

 Ὅτι ἀναλόγως τῇ πατρικῇ διαθέσει κέχρηται ὁ παιδαγωγὸς αὐστηρίᾳ καὶ χρηστότητι. Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τ

 Ὅτι ὡς τὸ κατόρθωμα κατὰ τὸν ὀρθὸν γίνεται λόγον, οὕτως ἔμπαλιν τὸ ἁμάρτημα παρὰ τὸν λόγον. Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. Αὐτί

 Πῶς περὶ τὰς τροφὰς ἀναστρεπτέον. Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ'

 Πῶς τῷ ποτῷ προσενεκτέον. Οἴνῳ δὲ ὀλίγῳ χρῶ, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, διὰ τὸν στόμαχόν σου, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώμα

 Ὅτι οὐ χρὴ περὶ τὴν πολυτέλειαν τῶν σκευῶν ἐσπουδακέναι. Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεω

 Πῶς χρὴ περὶ τὰς ἐστιάσεις ἀνίεσθαι. Ἀπέστω δὲ ἡμῖν τῆς λογικῆς εὐωχίας ὁ κῶμος, ἀλλὰ καὶ αἱ παννυχίδες αἱ μάταιοι ἐπὶ παροινίᾳ κομῶσαι· ὃ μὲν γάρ ἐστ

 Περὶ γέλωτος. Μιμηλοὺς δὲ ἀνθρώπους γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν τῆς ἡμετέρας ἐξελαστέον πολιτείας. Πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθο

 Περὶ αἰσχρολογίας. Αἰσχρολογίας δὲ παντελῶς αὐτοῖς τε ἡμῖν ἀφεκτέον καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον καὶ ὄψει δριμυτέρᾳ καὶ προσώπου ἀποστροφῇ κα

 Τίνα χρὴ παραφυλάττεσθαι τοὺς ἀστείως συμβιοῦντας. Ἀπέστω δέ, ἀπέστω ἡμῶν καὶ τὸ σκώπτειν ὕβρεως προκατάρχον, ἐξ ὧν ἔριδες καὶ μάχαι καὶ ἔχθραι διοιδα

 Εἰ μύροις καὶ στεφάνοις χρηστέον. Στεφάνων δὲ ἡμῖν καὶ μύρων χρῆσις οὐκ ἀναγκαία. Ἐξοκέλλει γὰρ εἰς ἡδονὰς καὶ ῥᾳθυμίας, μάλιστα γειτνιώσης τῆς νυκτός

 Πῶς τῷ ὕπνῳ προσενεκτέον. Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον. Μετὰ γὰρ τὴν εὐωχίαν εὐλογή

 Τίνα διαληπτέον περὶ παιδοποιίας. Συνουσίας δὲ τὸν καιρὸν μόνοις τοῖς γεγαμηκόσιν ἀπολέλειπται σκοπεῖν, τοῖς δὲ γεγαμηκόσι σκοπὸς ἡ παιδοποιία, τέλος

 Οὐκοῦν οὐδὲ ἐσθῆτος ἀντιποιη τέον πολυτελοῦς καθάπερ οὐδὲ τροφῆς ποικίλης. Αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τ

 Περὶ ὑποδέσεως. Παραπλήσιαι δὲ καὶ περὶ τὰς ὑποδέσεις εἰσὶν αἱ ἀλαζόνες τὴν πολλὴν βλακείαν κἀνταῦθα ἐπιδεικνύμεναι. Αἰσχρὰ γοῦν ἀληθῶς τὰ σανδάλια ἐκ

 Ὅτι οὐ χρὴ περὶ τοὺς λίθους καὶ τὸν χρυσοῦν ἐπτοῆσθαι κόσμον. Λίθους δὲ πελίους ἢ χλωροὺς καὶ τῆς ἀπεξενωμένης θαλάττης τὰ ἐκβράσματα καὶ τῆς γῆς τὰ ἐ

 Περὶ τοῦ κάλλους τοῦ ἀληθινοῦ. Ἦν ἄρα, ὡς ἔοικεν, πάντων μέγιστον μαθημάτων τὸ γνῶναι αὑτόν· ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομο

 Ὅτι οὐ χρὴ καλλωπίζεσθαι. Οὐκ ἄρα ἡ πρόσοψις τοῦ ἐκτὸς ἀνθρώπου, ἀλλὰ ἡ ψυχὴ καλλωπιστέα τῷ τῆς καλοκἀγαθίας κοσμήματι· εἴη δ' ἂν καὶ τὴν σάρκα εἰπεῖν

 Πρὸς τοὺς καλλωπιζομένους τῶν ἀνδρῶν. Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρ

 Τίσι συνδιατριπτέον. Ἀλλὰ γὰρ ἐλελήθειν παραπλεύσας τῷ πνεύματι τὴν ἀκολουθίαν, ἐφ' ἣν αὖθις παλινδρομητέον καὶ τῶν οἰκετῶν τὴν πολυκτημοσύνην ὀνειδισ

 Πῶς περὶ τὰ λουτρὰ ἀναστρεπτέον. Οἷα δὲ καὶ τὰ λουτρὰ αὐταῖς· οἶκοι τεχνητοί, συμπαγεῖς καὶ περιφορητοί, διαφανεῖ σινδόνι καλυπτόμενοι, καθέδραι τε ἐπ

 Ὅτι μόνος πλούσιος ὁ Χριστιανός. Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλό

 Ὅτι καλὸν ἐφόδιον Χριστιανῷ ἡ εὐτέλεια. Τρυφὴ δὲ εἰς ἡδονὰς ἀλωμένη χαλεπὸν ἀνθρώποις ναυάγιον γίνεται· ἀλλότριον γὰρ τῆς ἀληθοῦς φιλοκαλίας καὶ τῶν ἀ

 Ὅτι αἱ εἰκόνες καὶ τὰ ὑποδείγματα μέγιστον μέρος τῆς ὀρθῆς εἰσι διδασκαλίας. Εἰ δέ τις ὑμῶν φεύξεται διὰ τέλους τρυφὴν εὐτελείᾳ τιθηνούμενος, μελετήσε

 Τίνος ἕνεκεν τὸ λουτρὸν παραληπτέον. Βαλανείου τοίνυν–ἐντεῦθεν γὰρ ἀπετράπην λέγων– τέσσαρές εἰσιν αἰτίαι, καθ' ἃς ἐπ' αὐτὸ παραγινόμεθα· ἢ γὰρ καθαρι

 Ὅτι καὶ γυμνάσια ἐγκριτέον τοῖς κατὰ λόγον βιοῦσιν. Μειρακίοις δὲ γυμνάσιον ἀπόχρη, κἂν βαλανεῖον παρῇ· καὶ γὰρ καὶ ταῦτα τοῖς ἀνδράσι παντὸς μᾶλλον π

 Ἐπιδρομὴ κεφαλαιώδης τοῦ ἀρίστου βίου. ∆ιὰ τοῦτο καὶ τὸ χρυσοφορεῖν καὶ τὸ ἐσθῆτι μαλακωτέρᾳ χρῆσθαι οὐ τέλεον περικοπτέον, χαλινωτέον δὲ τὰς ἀλόγους

 Ἐπιδρομὴ κεφαλαιώδης ὁμοίως τοῦ ἀρίστου βίου, ὅσαι τῶν ἁγίων γραφῶν χαρακτηρίζουσαι τὸν τῶν Χριστιανῶν βίον. Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂ

Chapter XIII.—Virtue Rational, Sin Irrational.

Everything that is contrary to right reason is sin. Accordingly, therefore, the philosophers think fit to define the most generic passions thus: lust, as desire disobedient to reason; fear, as weakness disobedient to reason; pleasure, as an elation of the spirit disobedient to reason. If, then, disobedience in reference to reason is the generating cause of sin, how shall we escape the conclusion, that obedience to reason—the Word—which we call faith, will of necessity be the efficacious cause of duty? For virtue itself is a state of the soul rendered harmonious by reason in respect to the whole life. Nay, to crown all, philosophy itself is pronounced to be the cultivation of right reason; so that, necessarily, whatever is done through error of reason is transgression, and is rightly called, (ἁμάρτημα) sin. Since, then, the first man sinned and disobeyed God, it is said, “And man became like to the beasts:”266    Ps. xlix. 12, 20. being rightly regarded as irrational, he is likened to the beasts. Whence Wisdom says: “The horse for covering; the libidinous and the adulterer is become like to an irrational beast.”267    Ecclus. xxxiii. 6. Wherefore also it is added: “He neighs, whoever may be sitting on him.” The man, it is meant, no longer speaks; for he who transgresses against reason is no longer rational, but an irrational animal, given up to lusts by which he is ridden (as a horse by his rider).

But that which is done right, in obedience to reason, the followers of the Stoics call προσῆκον and καθῆκον, that is, incumbent and fitting. What is fitting is incumbent. And obedience is founded on commands. And these being, as they are, the same as counsel—having truth for their aim, train up to the ultimate goal of aspiration, which is conceived of as the end (τέλος). And the end of piety is eternal rest in God. And the beginning of eternity is our end. The right operation of piety perfects duty by works; whence, according to just reasoning, duties consist in actions, not in sayings. And Christian conduct is the operation of the rational soul in accordance with a correct judgment and aspiration after the truth, which attains its destined end through the body, the soul’s consort and ally.268    [Note this definition in Christian ethics.] Virtue is a will in conformity to God and Christ in life, rightly adjusted to life everlasting. For the life of Christians, in which we are now trained, is a system of reasonable actions—that is, of those things taught by the Word—an unfailing energy which we have called faith. The system is the commandments of the Lord, which, being divine statutes and spiritual counsels, have been written for ourselves, being adapted for ourselves and our neighbours. Moreover, they turn back on us, as the ball rebounds on him that throws it by the repercussion. Whence also duties are essential for divine discipline, as being enjoined by God, and furnished for our salvation. And since, of those things which are necessary, some relate only to life here, and others, which relate to the blessed life yonder, wing us for flight hence; so, in an analogous manner, of duties, some are ordained with reference to life, others for the blessed life. The commandments issued with respect to natural life are published to the multitude; but those that are suited for living well, and from which eternal life springs, we have to consider, as in a sketch, as we read them out of the Scriptures.

Ὅτι ὡς τὸ κατόρθωμα κατὰ τὸν ὀρθὸν γίνεται λόγον, οὕτως ἔμπαλιν τὸ ἁμάρτημα παρὰ τὸν λόγον. Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. Αὐτίκα γοῦν τὰ πάθη τὰ γενικώτατα ὧδέ πως ὁρίζεσθαι ἀξιοῦσιν οἱ φιλόσοφοι, τὴν μὲν ἐπιθυμίαν ὄρεξιν ἀπειθῆ λόγῳ, τὸν δὲ φόβον ἔκκλισιν ἀπειθῆ λόγῳ, ἡδονὴν δὲ ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, λύπην δὲ συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ. Εἰ τοίνυν ἡ πρὸς τὸν λόγον ἀπείθεια ἁμαρτίας ἐστὶ γεννητική, πῶς οὐχὶ ἐξ ἀνάγκης ἡ τοῦ λόγου ὑπακοή, ἣν δὴ πίστιν φαμέν, τοῦ καλουμένου καθήκοντος ἔσται περιποιητική; Καὶ γὰρ ἡ ἀρετὴ αὐτὴ διάθεσίς ἐστι ψυχῆς σύμφωνος τῷ λόγῳ περὶ ὅλον τὸν βίον. Ναὶ μὴν τὸ κορυφαιότατον, αὐτὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν, ὡς ἐξ ἀνάγκης εἶναι τὸ πλημμελούμενον πᾶν διὰ τὴν τοῦ λόγου διαμαρτίαν γινόμε νον εἰκότως καλεῖσθαι ἁμάρτημα. Αὐτίκα γοῦν ὅτε ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος καὶ παρήκουσεν τοῦ θεοῦ, καὶ παρωμοιώθη, φησί, τοῖς κτήνεσιν. Ὁ ἄνθρωπος παρὰ τὸν λόγον ἐξαμαρτὼν εἰκότως ἄλογος νομισθεὶς εἰκάζεται κτήνεσιν. Ἐντεῦθεν καὶ ἡ σοφία λέγει· ἵππος εἰς ὀχείαν ὁ φιλήδονος καὶ ὁ μοιχός, ἀλογίστῳ κτήνει παρομοιωθείς, διὸ καὶ ἐπιφέρει· παντὸς ὑποκάτω ἐπικαθημένου χρεμετίζει. Οὐκέτι λαλεῖ, φησίν, ὁ ἄνθρωπος· οὐ γάρ ἐστιν λογικὸς ἔτι ὁ παρὰ λόγον ἁμαρτάνων, θηρίον δὲ δὴ ἄλογον, ἔκδοτον ἐπιθυμίαις, ᾧ πᾶσαι ἐπικάθηνται ἡδοναί. Τὸ δὲ κατορθούμενον κατὰ τὴν τοῦ λόγου ὑπακοὴν προσῆκον καὶ καθῆκον Στωϊκῶν ὀνομάζουσιν παῖδες· τὸ μὲν οὖν καθῆκον προσῆκόν ἐστιν, ὑπακοὴ δὲ θεμελιοῦται ἐντολαῖς· αὗται δὲ ταῖς ὑποθήκαις αἱ αὐταὶ οὖσαι τὴν ἀλήθειαν ἔχουσαι σκοπόν, ἐπὶ τὸ ἔσχατον ὀρεκτόν, ὃ τέλος νοεῖται, παιδαγωγοῦσιν· τέλος δέ ἐστιν θεοσεβείας ἡ ἀίδιος ἀνάπαυσις ἐν τῷ θεῷ, τοῦ δὲ αἰῶνός ἐστιν ἀρχὴ τὸ ἡμέτερον τέλος. Τὸ μέντοι τῆς θεοσεβείας κατόρθωμα δι' ἔργων τὸ καθῆκον ἐκτελεῖ· ὅθεν εἰκότως τὰ καθήκοντα περὶ τὰς πράξεις, οὐ τὰς λέξεις, συνίσταται· καὶ ἔστιν ἡ μὲν πρᾶξις ἡ τοῦ Χριστιανοῦ ψυχῆς ἐνέργεια λογικῆς κατὰ κρίσιν ἀστείαν καὶ ὄρεξιν ἀληθείας διὰ τοῦ συμφυοῦς καὶ συναγωνιστοῦ σώματος ἐκτελουμένη· καθῆκον δὲ ἀκόλουθον ἐν βίῳ θεῷ καὶ Χριστῷ βούλημα ἕν, κατορθούμενον ἀιδίῳ ζωῇ· καὶ γὰρ ὁ βίος ὁ Χριστιανῶν, ὃν παιδαγωγούμεθα νῦν, σύστημά τί ἐστι λογικῶν πράξεων, τουτέστιν τῶν ὑπὸ τοῦ λόγου διδασκομένων ἀδιάπτω τος ἐνέργεια, ἣν δὴ πίστιν κεκλήκαμεν. Τὸ δὲ σύστημα ἐντολαὶ κυριακαί, αἳ δὴ δόξαι οὖσαι θεϊκαὶ ὑποθῆκαι πνευματικαὶ ἡμῖν αὐτοῖς ἀναγεγράφαται, πρός τε ἡμᾶς αὐτοὺς καὶ πρὸς τοὺς πέλας εὔθετοι· καὶ δὴ καὶ αὗται αὖθις πρὸς ἡμᾶς ἀνταναστρέφουσι, καθάπερ πρὸς τὸν βάλλοντα ἡ σφαῖρα διὰ τὴν ἀντιτυπίαν παλινδρομοῦσα· ὅθεν καὶ ἔστιν ἀναγκαῖα τὰ καθήκοντα εἰς παιδαγωγίαν θεϊκήν, ὡς ὑπὸ θεοῦ παρηγγελμένα καὶ εἰς σωτηρίαν πεπορισμένα. Καὶ ἐπεὶ τῶν ἀναγκαίων τὰ μὲν πρὸς τὸ ζῆν ἐστι τὸ ἐνταῦθα μόνον, τὰ δὲ ἔνθεν πρὸς τὸ εὖ ζῆν ἐκεῖσε ἀναπτεροῖ, ἀναλόγως καὶ τῶν καθηκόντων τὰ μὲν πρὸς τὸ ζῆν, τὰ δὲ πρὸς τὸ εὖ ζῆν διατάττεται. Ὅσα μὲν οὖν πρὸς τὸ ἐθνικὸν ζῆν παραγγέλλεται, ταῦτα καὶ παρὰ τοῖς πολλοῖς δεδήμευται, ἃ δὲ πρὸς τὸ εὖ ζῆν ἁρμόττει, ἐξ ὧν τὸ ἀίδιον ἐκεῖνο περιγίνεται ζῆν, ταῦτα δὲ ἐν ὑπογραφῆς μέρει ἐξ αὐτῶν ἀναλεγομένοις τῶν γραφῶν ἐξέστω σκοπεῖν.