Τί ἐπαγγέλλεται ὁ παιδαγωγός.

 Συγκεκρότηται κρηπὶς ἀληθείας, ὦ παῖδες ὑμεῖς, ἡμῖν αὐτοῖς, ἁγίου νεὼ μεγάλου θεοῦ θεμέλιος γνώσεως ἀρραγής, προτροπὴ καλή, δι' ὑπακοῆς εὐλόγου ζωῆς ἀ

 Ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ παιδαγωγὸς ἐπιστατεῖ. Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος

 Ὅτι φιλάνθρωπος ὁ παιδαγωγός. Πάντα ὀνίνησιν ὁ κύριος καὶ πάντα ὠφελεῖ καὶ ὡς ἄνθρωπος καὶ ὡς θεός, τὰ μὲν ἁμαρτήματα ὡς θεὸς ἀφιείς, εἰς δὲ τὸ μὴ ἐξα

 Ὅτι ἐπ' ἴσης ἀνδρῶν καὶ γυναικῶν ὁ λόγος παιδαγωγός ἐστιν. Ταύτην τοίνυν πλέον τὴν ἀγαθὴν ἀσπασάμενοι πειθαρχίαν σφᾶς αὐτοὺς ἐπιδῶμεν κυρίῳ, τὸν βεβαι

 Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ. Ὅτι μὲν οὖν ἡ παιδαγωγία παίδων ἐστὶν ἀγωγή, σαφὲς ἐκ τοῦ ὀνόματος· λοιπὸν δέ ἐστι τ

 Πρὸς τοὺς ὑπολαμβάνοντας τὴν τῶν παιδίων καὶ νηπίων προσηγορίαν τὴν τῶν πρώτων μαθημάτων αἰνίττεσθαι διδαχήν. Ἔξεστι δὲ ἡμῖν ἐκ περιουσίας πρὸς τοὺς φ

 Τίς ὁ παιδαγωγός, καὶ περὶ τῆς παιδαγωγίας αὐτοῦ. Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χ

 Πρὸς τοὺς ἡγουμένους μὴ εἶναι ἀγαθὸν τὸν δίκαιον. Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν

 Ὅτι τῆς αὐτῆς δυνάμεως καὶ εὐεργετεῖν καὶ κολάζειν δικαίως, ἐν ᾧ τίς ὁ τρόπος τῆς παιδαγωγίας τοῦ λόγου. Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγ

 Ὅτι ὁ αὐτὸς θεὸς διὰ τοῦ αὐτοῦ λόγου καὶ ἀπείργει τῶν ἁμαρτιῶν ἀπειλῶν καὶ σῴζει τὴν ἀνθρωπότητα παρακαλῶν. Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρω

 Ὅτι διὰ νόμου καὶ προφητῶν ὁ λόγος ἐπαιδαγώγει. Ὁ μὲν δὴ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ καὶ παιδαγωγίας ὡς ἐνῆν ἡμῖν ὑποδέδεικται. ∆ιόπερ παγκάλως αὐτὸ

 Ὅτι ἀναλόγως τῇ πατρικῇ διαθέσει κέχρηται ὁ παιδαγωγὸς αὐστηρίᾳ καὶ χρηστότητι. Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τ

 Ὅτι ὡς τὸ κατόρθωμα κατὰ τὸν ὀρθὸν γίνεται λόγον, οὕτως ἔμπαλιν τὸ ἁμάρτημα παρὰ τὸν λόγον. Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. Αὐτί

 Πῶς περὶ τὰς τροφὰς ἀναστρεπτέον. Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ'

 Πῶς τῷ ποτῷ προσενεκτέον. Οἴνῳ δὲ ὀλίγῳ χρῶ, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, διὰ τὸν στόμαχόν σου, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώμα

 Ὅτι οὐ χρὴ περὶ τὴν πολυτέλειαν τῶν σκευῶν ἐσπουδακέναι. Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεω

 Πῶς χρὴ περὶ τὰς ἐστιάσεις ἀνίεσθαι. Ἀπέστω δὲ ἡμῖν τῆς λογικῆς εὐωχίας ὁ κῶμος, ἀλλὰ καὶ αἱ παννυχίδες αἱ μάταιοι ἐπὶ παροινίᾳ κομῶσαι· ὃ μὲν γάρ ἐστ

 Περὶ γέλωτος. Μιμηλοὺς δὲ ἀνθρώπους γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν τῆς ἡμετέρας ἐξελαστέον πολιτείας. Πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθο

 Περὶ αἰσχρολογίας. Αἰσχρολογίας δὲ παντελῶς αὐτοῖς τε ἡμῖν ἀφεκτέον καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον καὶ ὄψει δριμυτέρᾳ καὶ προσώπου ἀποστροφῇ κα

 Τίνα χρὴ παραφυλάττεσθαι τοὺς ἀστείως συμβιοῦντας. Ἀπέστω δέ, ἀπέστω ἡμῶν καὶ τὸ σκώπτειν ὕβρεως προκατάρχον, ἐξ ὧν ἔριδες καὶ μάχαι καὶ ἔχθραι διοιδα

 Εἰ μύροις καὶ στεφάνοις χρηστέον. Στεφάνων δὲ ἡμῖν καὶ μύρων χρῆσις οὐκ ἀναγκαία. Ἐξοκέλλει γὰρ εἰς ἡδονὰς καὶ ῥᾳθυμίας, μάλιστα γειτνιώσης τῆς νυκτός

 Πῶς τῷ ὕπνῳ προσενεκτέον. Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον. Μετὰ γὰρ τὴν εὐωχίαν εὐλογή

 Τίνα διαληπτέον περὶ παιδοποιίας. Συνουσίας δὲ τὸν καιρὸν μόνοις τοῖς γεγαμηκόσιν ἀπολέλειπται σκοπεῖν, τοῖς δὲ γεγαμηκόσι σκοπὸς ἡ παιδοποιία, τέλος

 Οὐκοῦν οὐδὲ ἐσθῆτος ἀντιποιη τέον πολυτελοῦς καθάπερ οὐδὲ τροφῆς ποικίλης. Αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τ

 Περὶ ὑποδέσεως. Παραπλήσιαι δὲ καὶ περὶ τὰς ὑποδέσεις εἰσὶν αἱ ἀλαζόνες τὴν πολλὴν βλακείαν κἀνταῦθα ἐπιδεικνύμεναι. Αἰσχρὰ γοῦν ἀληθῶς τὰ σανδάλια ἐκ

 Ὅτι οὐ χρὴ περὶ τοὺς λίθους καὶ τὸν χρυσοῦν ἐπτοῆσθαι κόσμον. Λίθους δὲ πελίους ἢ χλωροὺς καὶ τῆς ἀπεξενωμένης θαλάττης τὰ ἐκβράσματα καὶ τῆς γῆς τὰ ἐ

 Περὶ τοῦ κάλλους τοῦ ἀληθινοῦ. Ἦν ἄρα, ὡς ἔοικεν, πάντων μέγιστον μαθημάτων τὸ γνῶναι αὑτόν· ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομο

 Ὅτι οὐ χρὴ καλλωπίζεσθαι. Οὐκ ἄρα ἡ πρόσοψις τοῦ ἐκτὸς ἀνθρώπου, ἀλλὰ ἡ ψυχὴ καλλωπιστέα τῷ τῆς καλοκἀγαθίας κοσμήματι· εἴη δ' ἂν καὶ τὴν σάρκα εἰπεῖν

 Πρὸς τοὺς καλλωπιζομένους τῶν ἀνδρῶν. Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρ

 Τίσι συνδιατριπτέον. Ἀλλὰ γὰρ ἐλελήθειν παραπλεύσας τῷ πνεύματι τὴν ἀκολουθίαν, ἐφ' ἣν αὖθις παλινδρομητέον καὶ τῶν οἰκετῶν τὴν πολυκτημοσύνην ὀνειδισ

 Πῶς περὶ τὰ λουτρὰ ἀναστρεπτέον. Οἷα δὲ καὶ τὰ λουτρὰ αὐταῖς· οἶκοι τεχνητοί, συμπαγεῖς καὶ περιφορητοί, διαφανεῖ σινδόνι καλυπτόμενοι, καθέδραι τε ἐπ

 Ὅτι μόνος πλούσιος ὁ Χριστιανός. Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλό

 Ὅτι καλὸν ἐφόδιον Χριστιανῷ ἡ εὐτέλεια. Τρυφὴ δὲ εἰς ἡδονὰς ἀλωμένη χαλεπὸν ἀνθρώποις ναυάγιον γίνεται· ἀλλότριον γὰρ τῆς ἀληθοῦς φιλοκαλίας καὶ τῶν ἀ

 Ὅτι αἱ εἰκόνες καὶ τὰ ὑποδείγματα μέγιστον μέρος τῆς ὀρθῆς εἰσι διδασκαλίας. Εἰ δέ τις ὑμῶν φεύξεται διὰ τέλους τρυφὴν εὐτελείᾳ τιθηνούμενος, μελετήσε

 Τίνος ἕνεκεν τὸ λουτρὸν παραληπτέον. Βαλανείου τοίνυν–ἐντεῦθεν γὰρ ἀπετράπην λέγων– τέσσαρές εἰσιν αἰτίαι, καθ' ἃς ἐπ' αὐτὸ παραγινόμεθα· ἢ γὰρ καθαρι

 Ὅτι καὶ γυμνάσια ἐγκριτέον τοῖς κατὰ λόγον βιοῦσιν. Μειρακίοις δὲ γυμνάσιον ἀπόχρη, κἂν βαλανεῖον παρῇ· καὶ γὰρ καὶ ταῦτα τοῖς ἀνδράσι παντὸς μᾶλλον π

 Ἐπιδρομὴ κεφαλαιώδης τοῦ ἀρίστου βίου. ∆ιὰ τοῦτο καὶ τὸ χρυσοφορεῖν καὶ τὸ ἐσθῆτι μαλακωτέρᾳ χρῆσθαι οὐ τέλεον περικοπτέον, χαλινωτέον δὲ τὰς ἀλόγους

 Ἐπιδρομὴ κεφαλαιώδης ὁμοίως τοῦ ἀρίστου βίου, ὅσαι τῶν ἁγίων γραφῶν χαρακτηρίζουσαι τὸν τῶν Χριστιανῶν βίον. Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂ

Chapter III.—On Costly Vessels.

And so the use of cups made of silver and gold, and of others inlaid with precious stones, is out of place, being only a deception of the vision. For if you pour any warm liquid into them, the vessels becoming hot, to touch them is painful. On the other hand, if you pour in what is cold, the material changes its quality, injuring the mixture, and the rich potion is hurtful. Away, then, with Thericleian cups and Antigonides, and Canthari, and goblets, and Lepastæ,358    Limpet-shaped cups. [On this chapter consult Kaye, p. 74.]    Aristophanes, Lysistrata. and the endless shapes of drinking vessels, and wine-coolers, and wine-pourers also. For, on the whole, gold and silver, both publicly and privately, are an invidious possession when they exceed what is necessary, seldom to be acquired, difficult to keep, and not adapted for use. The elaborate vanity, too, of vessels in glass chased, more apt to break on account of the art, teaching us to fear while we drink, is to be banished from our well-ordered constitution. And silver couches, and pans and vinegar-saucers, and trenchers and bowls; and besides these, vessels of silver and gold, some for serving food, and others for other uses which I am ashamed to name, of easily cleft cedar and thyine wood, and ebony, and tripods fashioned of ivory, and couches with silver feet and inlaid with ivory, and folding-doors of beds studded with gold and variegated with tortoise-shell, and bed-clothes of purple and other colours difficult to produce, proofs of tasteless luxury, cunning devices of envy and effeminacy,—are all to be relinquished, as having nothing whatever worth our pains. “For the time is short,” as says the apostle. This then remains that we do not make a ridiculous figure, as some are seen in the public spectacles outwardly anointed strikingly for imposing effect, but wretched within. Explaining this more clearly, he adds, “It remains that they that have wives be as though they had none, and they that buy as though they possessed not.”359    1 Cor. vii. 29, 30.    [John xvii. 17. “Thy word is truth,” is here in mind; and, soon after, he speaks of the Scriptures and the Word (Logos) in the same way.] And if he speaks thus of marriage, in reference to which God says, “Multiply,” how do you not think that senseless display is by the Lord’s authority to be banished? Wherefore also the Lord says, “Sell what thou hast, and give to the poor; and come, follow me.”360    Matt. xix. 21.    [He rebukes heathen women out of their own poets; while he warns Christian women also to resist the contagion of their example, fortified by the Scriptures.]

Follow God, stripped of arrogance, stripped of fading display, possessed of that which is thine, which is good, what alone cannot be taken away—faith towards God, confession towards Him who suffered, beneficence towards men, which is the most precious of possessions. For my part, I approve of Plato, who plainly lays it down as a law, that a man is not to labour for wealth of gold or silver, nor to possess a useless vessel which is not for some necessary purpose, and moderate; so that the same thing may serve for many purposes, and the possession of a variety of things may be done away with. Excellently, therefore, the Divine Scripture, addressing boasters and lovers of their own selves, says, “Where are the rulers of the nations, and the lords of the wild beasts of the earth, who sport among the birds of heaven, who treasured up silver and gold, in whom men trusted, and there was no end of their substance, who fashioned silver and gold, and were full of care? There is no finding of their works. They have vanished, and gone down to Hades.”361    Baruch iii. 16–19.    Prov. ix. 11. Such is the reward of display. For though such of us as cultivate the soil need a mattock and plough, none of us will make a pickaxe of silver or a sickle of gold, but we employ the material which is serviceable for agriculture, not what is costly. What prevents those who are capable of considering what is similar from entertaining the same sentiments with respect to household utensils, of which let use, not expense, be the measure? For tell me, does the table-knife not cut unless it be studded with silver, and have its handle made of ivory? Or must we forge Indian steel in order to divide meat, as when we call for a weapon for the fight? What if the basin be of earthenware? will it not receive the dirt of the hands? or the footpan the dirt of the foot? Will the table that is fashioned with ivory feet be indignant at bearing a three-halfpenny loaf? Will the lamp not dispense light because it is the work of the potter, not of the goldsmith? I affirm that truckle-beds afford no worse repose than the ivory couch; and the goatskin coverlet being amply sufficient to spread on the bed, there is no need of purple or scarlet coverings. Yet to condemn, notwithstanding, frugality, through the stupidity of luxury, the author of mischief, what a prodigious error, what senseless conceit! See. The Lord ate from a common bowl, and made the disciples recline on the grass on the ground, and washed their feet, girded with a linen towel—He, the lowly-minded God, and Lord of the universe. He did not bring down a silver foot-bath from heaven. He asked to drink of the Samaritan woman, who drew the water from the well in an earthenware vessel, not seeking regal gold, but teaching us how to quench thirst easily. For He made use, not extravagance His aim. And He ate and drank at feasts, not digging metals from the earth, nor using vessels of gold and silver, that is, vessels exhaling the odour of rust—such fumes as the rust of smoking362    Or, proud.    [This is worth noting. Worse than love of wine, because he regards a love for finery as tending to loss of chastity.] metal gives off.

For in fine, in food, and clothes, and vessels, and everything else belonging to the house, I say comprehensively, that one must follow the institutions of the Christian363    [See Elucidation I. ἐνστάσεσιν τοῦ Χριστιανοῦ.]    Wealth. man, as is serviceable and suitable to one’s person, age, pursuits, time of life. For it becomes those that are servants of one God, that their possessions and furniture should exhibit the tokens of one beautiful364    καλοῦ.    1 Thess. ii. 17. life; and that each individually should be seen in faith, which shows no difference, practising all other things which are conformable to this uniform mode of life, and harmonious with this one scheme.

What we acquire without difficulty, and use with ease, we praise, keep easily, and communicate freely. The things which are useful are preferable, and consequently cheap things are better than dear. In fine, wealth, when not properly governed, is a stronghold of evil, about which many casting their eyes, they will never reach the kingdom of heaven, sick for the things of the world, and living proudly through luxury. But those who are in earnest about salvation must settle this beforehand in their mind, “that all that we possess is given to us for use, and use for sufficiency, which one may attain to by a few things.” For silly are they who, from greed, take delight in what they have hoarded up. “He that gathereth wages,” it is said, “gathereth into a bag with holes.”365    Hag. i. 6.    Jer. iv. 30. Such is he who gathers corn and shuts it up; and he who giveth to no one, becomes poorer.

It is a farce, and a thing to make one laugh outright, for men to bring in silver urinals and crystal vases de nuit, as they usher in their counsellors, and for silly rich women to get gold receptacles for excrements made; so that being rich, they cannot even ease themselves except in superb way. I would that in their whole life they deemed gold fit for dung.

But now love of money is found to be the stronghold of evil, which the apostle says “is the root of all evils, which, while some coveted, they have erred from the faith, and pierced themselves through with many sorrows.”366    1 Tim. vi. 10.    2 Cor. iv. 18.

But the best riches is poverty of desires; and the true magnanimity is not to be proud of wealth, but to despise it. Boasting about one’s plate is utterly base. For it is plainly wrong to care much about what any one who likes may buy from the market. But wisdom is not bought with coin of earth, nor is it sold in the market-place, but in heaven. And it is sold for true coin, the immortal Word, the regal gold.

Ὅτι οὐ χρὴ περὶ τὴν πολυτέλειαν τῶν σκευῶν ἐσπουδακέναι. Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεως ἀπάτη μόνον· εἴτε γὰρ αὐτοῖς ἐγχέαι τις θερμοῦ κράματος, διαπυρουμένων τῶν σκευῶν ἐπώδυνος ἡ λῆψις, εἴτε αὖ ψυχρὸν πάλιν ἐγχέαι, μεταδίδωσι τῆς ποιότητος ἡ ὕλη λυμαινομένη τὸ κρᾶμα καὶ ἔστιν ἐπιβλαβὴς ἡ πόσις ἡ πλουσία. Ἐρρέτων τοίνυν Θηρίκλειοί τινες κύλικες καὶ Ἀντιγονίδες κάνθαροί τε καὶ λαβρώνιοι καὶ λεπασταὶ καὶ τῶν ἐκπωμάτων εἴδη τὰ μυρία ψυκτῆρές τε ἐπὶ τούτοις καὶ οἰνοχόαι· χρυσός τε γὰρ ἁπαξαπλῶς καὶ ἄργυρος ἰδίᾳ τε καὶ δημοσίᾳ ἐστὶν ἐπίφθονον κτῆμα τὴν χρείαν ὑπερβεβηκὸς κτήσασθαί τε σπάνιον καὶ τηρῆσαι δύσκολον καὶ οὐκ ἐπιτήδειον χρήσασθαι. Ναὶ μὴν καὶ τορευτῶν περίεργος ἐφ' ὑέλῳ κενοδοξία εἰς θραῦσιν διὰ τέχνης ἑτοιμοτέρᾳ δεδιέναι τε ἅμα καὶ πίνειν διδάσκουσα περιοριστέα τῆς εὐνομίας ἡμῶν· κλιντῆρες δὲ ἀργυροῖ καὶ λεκάναι καὶ ὀξύβαφα καὶ πινακίσκοι καὶ τρύβλια, πρὸς ἐπὶ τούτοις σκεύη ἀργυρᾶ τε καὶ χρυσᾶ, τὰ μὲν εἰς διακονίαν τροφῆς, τὰ δὲ καὶ εἰς ἄλλας τινάς, ἃς αἰσχύνομαι καὶ λέγειν, χρείας, κέδρου τε εὐκεάτοιο καὶ θύου καὶ ἐβένου καὶ ἐλέφαντος τρίποδες ἠσκημένοι κλῖναί τε ἀργυρόποδες καὶ ἐλεφαντοκόλλητοι χρυσόστικτοί τε καὶ χελώνης πεποικιλμέναι κύτει κλισιάδες στρωμναί τε ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἀπειροκάλου τρυφῆς τεκμήρια, φθόνου καὶ βλακείας ἐπήβολα πλεονεκτήματα, παραπεμπτέα ἅπαντα, οὐδ' ἡντινοῦν ἀξιόλογον ἔχοντα σπουδήν. Ὁ γὰρ καιρὸς συνεσταλμένος ἐστίν, ὥς φησιν ὁ ἀπόστολος. *** Τοῦτο ὑπολείπεται μὴ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες ἔξωθεν κεχρισμέναι καταπληκτικῶς εἰς σεμνότητα, τὰ ἔνδον ἄθλιοι. Τοῦτο δὴ διασαφῶν ἀκριβέστερον ἐπήγαγεν· Λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες. Εἰ δὲ ἐπὶ γάμου ταῦτα, ἐφ' οὗ φησιν ὁ θεὸς πληθύνεσθε, πῶς οἴεσθε τὴν ἀπειροκαλίαν ἐξ αὐθεντείας κυριακῆς ἐξοριστέαν; ∆ιὰ τοῦτο καί· Πώλησόν σου τὰ ὑπάρχοντα, λέγει κύριος, καὶ πτωχοῖς δός, καὶ δεῦρο ἀκολούθει μοι· ἕπου τῷ θεῷ γυμνὸς ἀλαζονείας, γυμνὸς ἐπικήρου πομπῆς, τὸ σόν, τὸ ἀγαθὸν τὸ ἀναφαίρετον μόνον, τὴν εἰς τὸν θεὸν πίστιν, τὴν εἰς τὸν παθόντα ὁμολογίαν, τὴν εἰς ἀνθρώπους εὐεργεσίαν κεκτημένος, κτῆμα τιμαλ φέστατον. Ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἀσκεῖν ἔχειν, ἀλλὰ μητὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ ἡ πολυκτημοσύνη. Παγκάλως γοῦν ἡ θεία που λέγει γραφή, πρὸς τοὺς φιλαύτους καὶ ἀλαζόνας ἀποτεινομένη· Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, οἱ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριόν τε καὶ τὸ χρυσίον τεκταίνοντες καὶ μεριμνῶντες; Οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν· ἠφανίσθησαν καὶ εἰς Ἅιδου κατέβησαν. Οὗτος τῆς ἀπειροκαλίας ὁ μισθός. Εἰ γάρ τοι γεωργοῦσιν ἡμῖν δικέλλης ἐστὶν χρεία καὶ ἀρότρου, μάκελλαν δ' οὐκ ἄν τις ἀργυρᾶν οὐδὲ ἄμην χρυσῆν χαλκεύοι, τῷ δὲ εὐεργῷ τῆς ὕλης, οὐ τῷ πλουσίῳ, εἰς γεηπονίαν συγχρώμεθα, τί κωλύει καὶ περὶ τὰ σκεύη τὰ ἐνοικίδια τὴν αὐτὴν ἔχειν διάνοιαν τοὺς τοῦ ὁμοίου θεωρητικούς; ὧν μέτρον ἡ χρεία, μὴ ἡ πολυτέλεια γινέσθω. Τί γάρ; εἰπέ μοι· τὸ μαχαίριον τὸ ἐπιτραπέζιον, ἢν μὴ ἀργυρόηλον ᾖ ἢ ἐξ ἐλέφαντος πεποιημένον τὴν λαβήν, οὐ τέμνει; Ἢ ἐπὶ τὴν μοῖραν τοῦ κρέως Ἰνδικὸν σίδηρον χαλκευτέον, καθάπερ συμμαχικόν τι παρακαλοῦντας; Τί δέ; Εἰ κεραμεοῦν εἴη τὸ χερνίβιον, οὐ δέξεται τὸ ἀπόνιμμα τῆς χειρός; οὐδὲ ὁ ποδονιπτὴρ τὸ ἀπόνιμμα τοῦ ποδός; Ἀναξιοπαθήσει δὲ ἄρα καὶ ἡ τράπεζα ἡ ἐξ ἐλέφαντος τοὺς πόδας ἐσκευασμένη ὀβολιαῖον ἄρτον βαστάσασα, οὐδὲ μὴν ὁ λύχνος διακονήσει τὸ φῶς, ὅτι κεραμέως, οὐ χρυσοχόου ἔργον ἐστίν. Ἐγὼ δέ φημι καὶ τοῦ σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι, ὥστε μὴ δεῖσθαι πορφυρίδων ἢ φοινικίδων, κατεγνῶσθαι ὅμως τῆς εὐτελείας δι' ἀβελτερίαν ἀρχεκάκου τρυφῆς. Τίς ἡ τοσαύτη πλάνη, τίς ἡ δοξοκαλία, ὁρᾶτε. Ὁ κύριος τρυβλίῳ ἐπωψᾶτο εὐτελεῖ καὶ κατέκλινεν τοὺς μαθητὰς ἐπὶ τῆς πόας χαμαὶ καὶ τοὺς πόδας ἔνιπτεν αὐτῶν σαβάνῳ περιζωσάμενος, ὁ ἄτυφος θεὸς καὶ κύριος τῶν ὅλων, οὐκ ἀργυροῦν δὴ ποδονιπτῆρα περιφέρων ἀπ' οὐρανοῦ. Καὶ τὴν Σαμαρῖτιν ᾔτει πιεῖν σκεύει κεραμεῷ τοῦ φρέατος ἀνιμῶσαν, οὐκ ἐπιζητῶν τὸ βασιλικὸν χρυσίον, σβεννύναι δὲ τὸ δίψος εὐκόλως διδάσκων· σκοπὸν γὰρ τὴν χρείαν ἐτίθετο, οὐ τὴν ἀπειραγαθίαν. Ἤσθιεν δὲ καὶ ἔπινεν παρὰ τὰς εὐωχίας, οὐ γῆς ἐξορύττων μέταλλα, οὐδὲ ἀργύρου καὶ χρυσοῦ, τοῦτ' ἔστιν ἰοῦ, προσόζουσιν σκευαρίοις χρώμενος, οἷον ἀναπνεῖ τῆς τετυφωμένης ὕλης ὁ ἰός. Καθόλου γὰρ καὶ τὰς τροφὰς καὶ τὰς ἐσθῆτας καὶ τὰ σκεύη καὶ τἄλλα πάντα τὰ κατὰ τὸν οἶκον, συλλήβδην λέγω, ἀκόλουθα εἶναι ταῖς ἐνστάσεσιν τοῦ Χριστιανοῦ δεῖ, κατὰ τὸ πρόσφορον οἰκειούμενα τῷ προσώπῳ, τῇ ἡλικίᾳ, τῇ ἐπιτηδεύσει, τῷ καιρῷ. Ἑνὸς γὰρ ὄντας θεράποντας θεοῦ χρὴ καὶ τὰ κτήματα καὶ τὰ ἐπ' αὐτοῖς ἔπιπλα ἑνὸς ἐπιδείκνυσθαι σύμβολα βίου καλοῦ, καὶ τὸν καθ' ἕνα τῶν ἀνθρώπων ἀδιακρίτῳ πίστει, τῇ μονοπροσώπῳ ταύτῃ ἐνστάσει, τὰ ἑξῆς ἀκόλουθα καὶ σύμφωνα τῇ διαθέσει τῇ μιᾷ φαίνεσθαι ποιοῦντα. Ἃ δὲ καὶ κτώμεθα μὴ χαλεπῶς καὶ χρώμενοι εὐκόλως ἐπαινοῦμεν καὶ φυλάττομεν ῥᾳδίως καὶ κοινωνοῦμεν εὐκόλως αὐτῶν, ἀμείνω. Ἀμείνω δὴ τὰ χρήσιμα, βελτίω δὲ δήπουθεν τὰ εὐτελέστερα τῶν πλουσίων. Τὸ δὲ ὅλον ὁ πλοῦτος οὐκ ὀρθῶς κυβερνώμενος ἀκρόπολίς ἐστι κακίας, περὶ ὃν ὀφθαλμιῶντες οἱ πολλοὶ οὐκ ἄν ποτε εἰς τὴν βασιλείαν παρεισέλθοιεν τῶν οὐρανῶν, νοσοῦντες μὲν περὶ τὰ κοσμικά, ὑπερηφάνως δὲ ζῶντες διὰ τὰς τρυφάς. Χρὴ δὲ προειληφέναι τοὺς ἐπὶ σωτηρίαν σπεύδοντας ὡς ἄρα χρήσεως μὲν ἕνεκεν ἡ πᾶσα ἡμῖν κτῆσις, αὐταρκείας δὲ χάριν ἡ χρῆσις, ἣν καὶ ἐξ ὀλίγων ἄν τις περιποιήσαιτο. Μάταιοι γὰρ οἱ δι' ἀπληστίαν ἐπ' αὐτοῖς χαίροντες κειμηλίοις· Ὁ δὲ συνάγων τοὺς μισθούς, φησίν, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. Οὗτός ἐστιν ὁ συνάγων καὶ ἀποκλείων τὸν σπόρον καὶ ἐλαττούμενος, ὁ μηδενὶ μεταδιδούς. Χλεύη δὲ καὶ γέλως πλατὺς οὐροδόχας ἀργυρᾶς καὶ ἀμίδας ὑελᾶς ἐπιφέρεσθαι τοὺς ἄνδρας, καθάπερ ἐπάγονται τοὺς συμβούλους τοὺς ἑαυτῶν, καὶ τὰς πλουτούσας ταύτας ἀλόγως γυναῖκας χρυσοῦ ποιεῖσθαι τῶν ἐκκρίσεων τὰ ἐκδοχεῖα, ὡς μηδὲ ἀποτρίψασθαι ἐξὸν ταῖς πλουσίαις μὴ τετυφωμένως· ηὐξάμην δ' ἂν αὐτοῖς παρ' ὅλον τὸν βίον σκυβάλων ἄξιον κρίνεσθαι τὸ χρυσίον. Νυνὶ δὲ ἡ ἀκρόπολις τῆς κακίας ἡ φιλαργυρία εὕρηται, ἣν ὁ ἀπόστολος ῥίζαν ἁπάντων εἶναι τῶν κακῶν φησίν, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. Πλοῦτος δὲ ἄριστος ἡ τῶν ἐπιθυμιῶν πενία καὶ ἡ μεγαλοφροσύνη ἡ ἀληθής, οὐ τὸ ἐπὶ πλούτῳ μεγαλοφρονεῖν, τούτου δὲ καταφρονεῖν· τὸ δὲ ἐπὶ τοῖς σκεύεσι μεγαλαυχεῖν αἰσχρὸν κομιδῇ· οὐ γὰρ σπουδάζειν ἔτι περὶ τούτων πάνυ δίκαιον, ἃ καὶ ἐξ ἀγορᾶς τῷ βουλομένῳ ἔξεστιν ὠνήσασθαι, σοφία δὲ οὐκ ὠνητὴ νομίσματι γηΐνῳ οὐδ' ἐν ἀγορᾷ, ἀλλ' ἐν οὐρανῷ πιπράσκεται καὶ πιπράσκεται νομίσματι δικαίῳ, τῷ λόγῳ τῷ ἀφθάρτῳ, τῷ βασιλικῷ χρυσίῳ.