Τί ἐπαγγέλλεται ὁ παιδαγωγός.

 Συγκεκρότηται κρηπὶς ἀληθείας, ὦ παῖδες ὑμεῖς, ἡμῖν αὐτοῖς, ἁγίου νεὼ μεγάλου θεοῦ θεμέλιος γνώσεως ἀρραγής, προτροπὴ καλή, δι' ὑπακοῆς εὐλόγου ζωῆς ἀ

 Ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ παιδαγωγὸς ἐπιστατεῖ. Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος

 Ὅτι φιλάνθρωπος ὁ παιδαγωγός. Πάντα ὀνίνησιν ὁ κύριος καὶ πάντα ὠφελεῖ καὶ ὡς ἄνθρωπος καὶ ὡς θεός, τὰ μὲν ἁμαρτήματα ὡς θεὸς ἀφιείς, εἰς δὲ τὸ μὴ ἐξα

 Ὅτι ἐπ' ἴσης ἀνδρῶν καὶ γυναικῶν ὁ λόγος παιδαγωγός ἐστιν. Ταύτην τοίνυν πλέον τὴν ἀγαθὴν ἀσπασάμενοι πειθαρχίαν σφᾶς αὐτοὺς ἐπιδῶμεν κυρίῳ, τὸν βεβαι

 Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ. Ὅτι μὲν οὖν ἡ παιδαγωγία παίδων ἐστὶν ἀγωγή, σαφὲς ἐκ τοῦ ὀνόματος· λοιπὸν δέ ἐστι τ

 Πρὸς τοὺς ὑπολαμβάνοντας τὴν τῶν παιδίων καὶ νηπίων προσηγορίαν τὴν τῶν πρώτων μαθημάτων αἰνίττεσθαι διδαχήν. Ἔξεστι δὲ ἡμῖν ἐκ περιουσίας πρὸς τοὺς φ

 Τίς ὁ παιδαγωγός, καὶ περὶ τῆς παιδαγωγίας αὐτοῦ. Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χ

 Πρὸς τοὺς ἡγουμένους μὴ εἶναι ἀγαθὸν τὸν δίκαιον. Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν

 Ὅτι τῆς αὐτῆς δυνάμεως καὶ εὐεργετεῖν καὶ κολάζειν δικαίως, ἐν ᾧ τίς ὁ τρόπος τῆς παιδαγωγίας τοῦ λόγου. Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγ

 Ὅτι ὁ αὐτὸς θεὸς διὰ τοῦ αὐτοῦ λόγου καὶ ἀπείργει τῶν ἁμαρτιῶν ἀπειλῶν καὶ σῴζει τὴν ἀνθρωπότητα παρακαλῶν. Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρω

 Ὅτι διὰ νόμου καὶ προφητῶν ὁ λόγος ἐπαιδαγώγει. Ὁ μὲν δὴ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ καὶ παιδαγωγίας ὡς ἐνῆν ἡμῖν ὑποδέδεικται. ∆ιόπερ παγκάλως αὐτὸ

 Ὅτι ἀναλόγως τῇ πατρικῇ διαθέσει κέχρηται ὁ παιδαγωγὸς αὐστηρίᾳ καὶ χρηστότητι. Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τ

 Ὅτι ὡς τὸ κατόρθωμα κατὰ τὸν ὀρθὸν γίνεται λόγον, οὕτως ἔμπαλιν τὸ ἁμάρτημα παρὰ τὸν λόγον. Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. Αὐτί

 Πῶς περὶ τὰς τροφὰς ἀναστρεπτέον. Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ'

 Πῶς τῷ ποτῷ προσενεκτέον. Οἴνῳ δὲ ὀλίγῳ χρῶ, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, διὰ τὸν στόμαχόν σου, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώμα

 Ὅτι οὐ χρὴ περὶ τὴν πολυτέλειαν τῶν σκευῶν ἐσπουδακέναι. Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεω

 Πῶς χρὴ περὶ τὰς ἐστιάσεις ἀνίεσθαι. Ἀπέστω δὲ ἡμῖν τῆς λογικῆς εὐωχίας ὁ κῶμος, ἀλλὰ καὶ αἱ παννυχίδες αἱ μάταιοι ἐπὶ παροινίᾳ κομῶσαι· ὃ μὲν γάρ ἐστ

 Περὶ γέλωτος. Μιμηλοὺς δὲ ἀνθρώπους γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν τῆς ἡμετέρας ἐξελαστέον πολιτείας. Πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθο

 Περὶ αἰσχρολογίας. Αἰσχρολογίας δὲ παντελῶς αὐτοῖς τε ἡμῖν ἀφεκτέον καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον καὶ ὄψει δριμυτέρᾳ καὶ προσώπου ἀποστροφῇ κα

 Τίνα χρὴ παραφυλάττεσθαι τοὺς ἀστείως συμβιοῦντας. Ἀπέστω δέ, ἀπέστω ἡμῶν καὶ τὸ σκώπτειν ὕβρεως προκατάρχον, ἐξ ὧν ἔριδες καὶ μάχαι καὶ ἔχθραι διοιδα

 Εἰ μύροις καὶ στεφάνοις χρηστέον. Στεφάνων δὲ ἡμῖν καὶ μύρων χρῆσις οὐκ ἀναγκαία. Ἐξοκέλλει γὰρ εἰς ἡδονὰς καὶ ῥᾳθυμίας, μάλιστα γειτνιώσης τῆς νυκτός

 Πῶς τῷ ὕπνῳ προσενεκτέον. Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον. Μετὰ γὰρ τὴν εὐωχίαν εὐλογή

 Τίνα διαληπτέον περὶ παιδοποιίας. Συνουσίας δὲ τὸν καιρὸν μόνοις τοῖς γεγαμηκόσιν ἀπολέλειπται σκοπεῖν, τοῖς δὲ γεγαμηκόσι σκοπὸς ἡ παιδοποιία, τέλος

 Οὐκοῦν οὐδὲ ἐσθῆτος ἀντιποιη τέον πολυτελοῦς καθάπερ οὐδὲ τροφῆς ποικίλης. Αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τ

 Περὶ ὑποδέσεως. Παραπλήσιαι δὲ καὶ περὶ τὰς ὑποδέσεις εἰσὶν αἱ ἀλαζόνες τὴν πολλὴν βλακείαν κἀνταῦθα ἐπιδεικνύμεναι. Αἰσχρὰ γοῦν ἀληθῶς τὰ σανδάλια ἐκ

 Ὅτι οὐ χρὴ περὶ τοὺς λίθους καὶ τὸν χρυσοῦν ἐπτοῆσθαι κόσμον. Λίθους δὲ πελίους ἢ χλωροὺς καὶ τῆς ἀπεξενωμένης θαλάττης τὰ ἐκβράσματα καὶ τῆς γῆς τὰ ἐ

 Περὶ τοῦ κάλλους τοῦ ἀληθινοῦ. Ἦν ἄρα, ὡς ἔοικεν, πάντων μέγιστον μαθημάτων τὸ γνῶναι αὑτόν· ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομο

 Ὅτι οὐ χρὴ καλλωπίζεσθαι. Οὐκ ἄρα ἡ πρόσοψις τοῦ ἐκτὸς ἀνθρώπου, ἀλλὰ ἡ ψυχὴ καλλωπιστέα τῷ τῆς καλοκἀγαθίας κοσμήματι· εἴη δ' ἂν καὶ τὴν σάρκα εἰπεῖν

 Πρὸς τοὺς καλλωπιζομένους τῶν ἀνδρῶν. Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρ

 Τίσι συνδιατριπτέον. Ἀλλὰ γὰρ ἐλελήθειν παραπλεύσας τῷ πνεύματι τὴν ἀκολουθίαν, ἐφ' ἣν αὖθις παλινδρομητέον καὶ τῶν οἰκετῶν τὴν πολυκτημοσύνην ὀνειδισ

 Πῶς περὶ τὰ λουτρὰ ἀναστρεπτέον. Οἷα δὲ καὶ τὰ λουτρὰ αὐταῖς· οἶκοι τεχνητοί, συμπαγεῖς καὶ περιφορητοί, διαφανεῖ σινδόνι καλυπτόμενοι, καθέδραι τε ἐπ

 Ὅτι μόνος πλούσιος ὁ Χριστιανός. Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλό

 Ὅτι καλὸν ἐφόδιον Χριστιανῷ ἡ εὐτέλεια. Τρυφὴ δὲ εἰς ἡδονὰς ἀλωμένη χαλεπὸν ἀνθρώποις ναυάγιον γίνεται· ἀλλότριον γὰρ τῆς ἀληθοῦς φιλοκαλίας καὶ τῶν ἀ

 Ὅτι αἱ εἰκόνες καὶ τὰ ὑποδείγματα μέγιστον μέρος τῆς ὀρθῆς εἰσι διδασκαλίας. Εἰ δέ τις ὑμῶν φεύξεται διὰ τέλους τρυφὴν εὐτελείᾳ τιθηνούμενος, μελετήσε

 Τίνος ἕνεκεν τὸ λουτρὸν παραληπτέον. Βαλανείου τοίνυν–ἐντεῦθεν γὰρ ἀπετράπην λέγων– τέσσαρές εἰσιν αἰτίαι, καθ' ἃς ἐπ' αὐτὸ παραγινόμεθα· ἢ γὰρ καθαρι

 Ὅτι καὶ γυμνάσια ἐγκριτέον τοῖς κατὰ λόγον βιοῦσιν. Μειρακίοις δὲ γυμνάσιον ἀπόχρη, κἂν βαλανεῖον παρῇ· καὶ γὰρ καὶ ταῦτα τοῖς ἀνδράσι παντὸς μᾶλλον π

 Ἐπιδρομὴ κεφαλαιώδης τοῦ ἀρίστου βίου. ∆ιὰ τοῦτο καὶ τὸ χρυσοφορεῖν καὶ τὸ ἐσθῆτι μαλακωτέρᾳ χρῆσθαι οὐ τέλεον περικοπτέον, χαλινωτέον δὲ τὰς ἀλόγους

 Ἐπιδρομὴ κεφαλαιώδης ὁμοίως τοῦ ἀρίστου βίου, ὅσαι τῶν ἁγίων γραφῶν χαρακτηρίζουσαι τὸν τῶν Χριστιανῶν βίον. Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂ

Chapter XI.—That the Word Instructed by the Law and the Prophets.

The mode of His love and His instruction we have shown as we could. Wherefore He Himself, declaring Himself very beautifully, likened Himself to a grain of mustard-seed;257    Matt. xiii. 31; Luke xiii. 19. and pointed out the spirituality of the word that is sown, and the productiveness of its nature, and the magnificence and conspicuousness of the power of the word; and besides, intimated that the pungency and the purifying virtue of punishment are profitable on account of its sharpness. By the little grain, as it is figuratively called, He bestows salvation on all humanity abundantly. Honey, being very sweet, generates bile, as goodness begets contempt, which is the cause of sinning. But mustard lessens bile, that is, anger, and stops inflammation, that is, pride. From which Word springs the true health of the soul, and its eternal happy temperament (εὐκρασία).

Accordingly, of old He instructed by Moses, and then by the prophets. Moses, too, was a prophet. For the law is the training of refractory children. “Having feasted to the full,” accordingly, it is said, “they rose up to play;”258    Ex. xxxii. 6; 1 Cor. x. 7. senseless repletion with victuals being called χόρτασμα (fodder), not βρῶμα (food). And when, having senselessly filled themselves, they senselessly played; on that account the law was given them, and terror ensued for the prevention of transgressions and for the promotion of right actions, securing attention, and so winning to obedience to the true Instructor, being one and the same Word, and reducing to conformity with the urgent demands of the law. For Paul says that it was given to be a “schoolmaster to bring us to Christ.”259    Gal. iii. 24. So that from this it is clear, that one alone, true, good, just, in the image and likeness of the Father, His Son Jesus, the Word of God, is our Instructor; to whom God hath entrusted us, as an affectionate father commits his children to a worthy tutor, expressly charging us, “This is my beloved Son: hear Him.”260    Matt. xvii. 5. The divine Instructor is trustworthy, adorned as He is with three of the fairest ornament”—knowledge, benevolence, and authority of utterance;—with knowledge, for He is the paternal wisdom: “All Wisdom is from the Lord, and with Him for evermore;”—with authority of utterance, for He is God and Creator: “For all things were made by Him, and without Him was not anything made;”261    John i. 3.—and with benevolence, for He alone gave Himself a sacrifice for us: “For the good Shepherd giveth His life for the sheep;”262    John x. 11. and He has so given it. Now, benevolence is nothing but wishing to do good to one’s neighbour for his sake.

Ὅτι διὰ νόμου καὶ προφητῶν ὁ λόγος ἐπαιδαγώγει. Ὁ μὲν δὴ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ καὶ παιδαγωγίας ὡς ἐνῆν ἡμῖν ὑποδέδεικται. ∆ιόπερ παγκάλως αὐτὸς αὑτὸν ἐξηγούμενος κόκκῳ νάπυος εἴκασεν, καὶ τοῦ σπειρομένου λόγου τὸ πνευματικὸν καὶ τὸ πολύχουν τῆς φύσεως καὶ τὸ μεγαλοπρεπὲς ἅμα καὶ εὐαυξὲς τῆς δυνάμεως τῆς λογικῆς, πρὸς δὲ καὶ τῆς ἐπιτιμήσεως τὸ δηκτικὸν καὶ τὸ ἀνακαθαρτι κὸν ὀνησιφόρον εἶναι ὑπὸ δριμύτητος αἰνιττόμενος. ∆ι' ὀλίγου γοῦν τοῦ κόκκου τοῦ ἀλληγορουμένου πάμπολυ, τὴν σωτηρίαν, ἁπάσῃ χαρίζεται τῇ ἀνθρωπότητι. Τὸ μὲν οὖν μέλι γλυκύτατον ὂν χολῆς ἐστι γεννητικόν, ὡς τὸ ἀγαθὸν καταφρονήσεως, ὃ δὴ αἴτιον τοῦ ἐξαμαρτάνειν, τὸ δὲ νᾶπυ καὶ τῆς χολῆς μειωτικόν, τουτέστι τοῦ θυμοῦ, καὶ τοῦ φλέγματος διακοπτικόν, τουτέστι τοῦ τύφου· ἐξ οὗ λόγου ἡ ἀληθὴς τῆς ψυχῆς ὑγεία καὶ ἡ ἀίδιος εὐκρασία περιγίνεται. Πάλαι μὲν οὖν διὰ Μωσέως ὁ λόγος ἐπαιδαγώγει, ἔπειτα καὶ διὰ προφητῶν· προφήτης δὲ καὶ ὁ Μωσῆς· ὁ γὰρ νόμος παιδαγωγία παίδων ἐστὶ δυσηνίων. Χορτασθέντες γοῦν, φησίν, ἀνέστησαν παίζειν, τὸ ἄλογον τῆς τροφῆς πλήρωμα χόρτασμα, οὐ βρῶμα εἰπών. Ἐπεὶ δὲ ἀλόγως κορεσθέντες ἀλόγως ἔπαιζον, διὰ τοῦτο αὐτοῖς καὶ ὁ νόμος καὶ ὁ φόβος εἵπετο εἰς ἀνακοπὴν ἁμαρτημάτων καὶ προτροπὴν κατορθωμάτων, καταρτίζων εἰς εὐηκοΐαν αὐτοὺς τοῦ ἀληθοῦς παιδαγωγοῦ, τὴν εὐπείθειαν, εἷς καὶ ὁ αὐτὸς ὢν λόγος πρὸς τὸ κατεπεῖγον ἁρμοττόμενος· τὸν νόμον δοθῆναι γάρ φησιν ὁ Παῦλος παιδαγωγὸν εἰς Χριστόν, ὡς ἐκ τούτου συμφανὲς εἶναι ἕνα μόνον ἀληθινόν, ἀγαθόν, δίκαιον, κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ πατρὸς υἱὸν Ἰησοῦν, τὸν λόγον τοῦ θεοῦ, παιδαγωγὸν ἡμῶν εἶναι, ᾧ παρέδωκεν ἡμᾶς ὁ θεός, ὡς πατὴρ φιλόστοργος γνησίῳ παιδαγωγῷ παρακατατιθέμενος τὰ παιδία, διαρρήδην παραγγείλας ἡμῖν· οὗτός ἐστί μου ὁ υἱὸς ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. Ἀξιόπιστος ὁ θεῖος παιδαγωγὸς τρισὶ τοῖς καλλίστοις κεκοσμημένος, ἐπιστήμῃ, εὐνοίᾳ, παρρησίᾳ· ἐπιστήμῃ μὲν ὅτι σοφία ἐστὶ πατρική, πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα· παρρησίᾳ δὲ ὅτι θεὸς καὶ δημιουργός, πάντα γὰρ δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· εὐνοίᾳ δὲ ὅτι μόνος ὑπὲρ ἡμῶν ἱερεῖον ἑαυτὸν ἐπιδέδωκεν, ὁ γὰρ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων καὶ δὴ ἔθηκεν. Εὔνοια δὲ οὐδὲν ἀλλ' ἢ βούλησίς ἐστιν ἀγαθοῦ τῷ πλησίον, αὐτοῦ χάριν ἐκείνου.