Τατιανοῦ πρὸς Ἕλληνας.

 1.1 Μὴ πάνυ φιλέχθρως διατίθεσθε πρὸς τοὺς βαρβάρους, ὦ ἄνδρες Ἕλληνες, μηδὲ φθονήσητε τοῖς τούτων δόγμασιν. ποῖον γὰρ ἐπιτήδευμα παρ' ὑμῖν τὴν σύστασ

 2.1 Τί γὰρ σεμνὸν φιλοσοφοῦντες ἐξηνέγκατε; τίς δὲ τῶν πάνυ σπουδαίων ἀλαζονείας ἔξω καθέστηκεν; ∆ιογένης πιθάκνης καυχήματι τὴν αὐτάρκειαν σεμνυνόμεν

 3.1 Τὸν γὰρ Ἡράκλειτον οὐκ ἂν ἀποδεξαίμην _ἐ_μ_α_υ_τ_ὸ_ν_ ἐδιδαξάμην εἰπόντα διὰ τὸ αὐτοδίδακτον εἶναι καὶ ὑπερήφανον οὐδ' ἂν ἐπαινέσαιμι κατακρύψαντα

 4.1 ∆ιὰ τί γάρ, ἄνδρες Ἕλληνες, ὥσπερ ἐν πυγμῇ συγκρούειν βούλεσθε τὰς πολιτείας καθ' ἡμῶν; καὶ εἰ μὴ τοῖς τινων νομίμοις συγχρῆσθαι βούλομαι, τίνος χ

 5.1 Θεὸς _ἦ_ν_ _ἐ_ν_ _ἀ_ρ_χ_ῇ, τὴν δὲ ἀρχὴν λόγου δύναμιν παρειλήφαμεν. ὁ γὰρ δεσπότης τῶν ὅλων αὐτὸς ὑπάρχων τοῦ παντὸς ἡ ὑπόστασις κατὰ μὲν τὴν μηδέ

 6.1 Καὶ διὰ τοῦτο καὶ σωμάτων ἀνάστασιν ἔσεσθαι πεπιστεύκαμεν μετὰ τὴν τῶν ὅλων συντέλειαν, οὐχ ὡς οἱ Στωϊκοὶ δογματίζουσι κατά τινας κύκλων περιόδους

 7.1 Λόγος γὰρ ὁ ἐπουράνιος πνεῦμα γεγονὼς ἀπὸ τοῦ πνεύματος καὶ λόγος ἐκ λογικῆς δυνάμεως, κατὰ τὴν τοῦ γεννήσαντος αὐτὸν πατρὸς μίμησιν εἰκόνα τῆς ἀθ

 8.1 Ὑπόθεσις δὲ αὐτοῖς τῆς ἀποστασίας οἱ ἄνθρωποι γίνονται. διάγραμμα γὰρ αὐτοῖς ἀστροθεσίας ἀναδείξαντες ὥσπερ οἱ τοῖς κύβοις παίζοντες, τὴν εἱμαρμέν

 9.1 Τοιοῦτοί τινές εἰσιν οἱ δαίμονες οὗτοι οἳ τὴν εἱμαρμένην ὥρισαν. στοιχείωσις δὲ αὐτοῖς ἡ ζώωσις ἦν. τὰ γὰρ ἐπὶ τῆς γῆς ἑρπετὰ καὶ τὰ ἐν τοῖς ὕδασι

 10.1 Μεταμόρφωσις ἀνθρώποις μεμυθολόγηται· μεταμορφοῦνται δὲ παρ' ὑμῖν καὶ οἱ θεοί. δένδρον ἡ Ῥέα γίνεται, δράκων δὲ ὁ Ζεὺς διὰ τὴν Φερσέφασσαν, αἴγει

 11.1 Πῶς οὖν γένεσιν τὴν καθ' εἱμαρμένην ἀποδέξομαι τοιούτους αὐτῆς τοὺς οἰκονόμους θεωρῶν; βασιλεύειν οὐ θέλω, πλουτεῖν οὐ βούλομαι, τὴν στρατηγίαν π

 12.1 ∆ύο πνευμάτων διαφορὰς ἴσμεν ἡμεῖς, ὧν τὸ μὲν καλεῖται ψυχή, τὸ δὲ μεῖζον μὲν τῆς ψυχῆς, θεοῦ δὲ εἰκὼν καὶ ὁμοίωσις· ἑκάτερα δὲ παρὰ τοῖς ἀνθρώπο

 13.1 Οὐκ ἔστιν ἀθάνατος, ἄνδρες Ἕλληνες, ἡ ψυχὴ καθ' ἑαυτήν, θνητὴ δέ· ἀλλὰ δυνατὸς ἡ αὐτὴ καὶ μὴ ἀποθνήσκειν. θνήσκει μὲν γὰρ καὶ λύεται μετὰ τοῦ σώμ

 14.1 Τοιοῦτοί τινές ἐστε καὶ ὑμεῖς, ὦ Ἕλληνες, ῥήμασι μὲν στωμύλοι, γνώμην δὲ ἔχοντες ἀλλόκοτον, καὶ τὴν _π_ο_λ_υ_κ_ο_ι_ρανίην μᾶλλον ἤπερ τὴν μοναρχί

 15.1 Καὶ χρὴ λοιπὸν ἡμᾶς ὅπερ ἔχοντες ἀπολωλέκαμεν τοῦτο νῦν ἀναζητεῖν ζευγνύναι τε τὴν ψυχὴν τῷ πνεύματι τῷ ἁγίῳ καὶ τὴν κατὰ θεὸν συζυγίαν πραγματεύ

 16.1 ∆αίμονες δὲ οἱ τοῖς ἀνθρώποις ἐπιτάττοντες οὔκ εἰσιν αἱ τῶν ἀνθρώπων ψυχαί. πῶς γὰρ ἂν γένοιντο δραστικαὶ καὶ μετὰ τὸ ἀποθανεῖν χωρὶς εἰ μὴ ζῶν μ

 17.1 Περὶ γὰρ τῶν κατὰ τὸν ∆ημόκριτον ξυμπαθειῶν τε καὶ ἀντιπαθειῶν τί καὶ λέγειν ἔχομεν ἢ τοῦθ' ὅτι κατὰ τὸν κοινὸν λόγον Ἀβδηρολόγος ἐστὶν ὁ ἀπὸ τῶν

 18.1 Φαρμακεία δὲ καὶ πᾶν τὸ ἐν αὐτῇ εἶδος τῆς αὐτῆς ἐστιν ἐπιτεχνήσεως. εἰ γάρ τις ὑπὸ τῆς ὕλης θεραπεύεται πιστεύων αὐτῇ, θεραπευθήσεται μᾶλλον αὐτὸ

 19.1 Ὑμεῖς δὲ τούτων οὐκ ἔχοντες τὴν κατάληψιν παρ' ἡμῶν τῶν εἰδότων ἐκπαιδεύεσθε, *** λέγοντες θανάτου καταφρονεῖν καὶ τὴν αὐτάρκειαν ἀσκεῖν. οἱ γὰρ

 20.1 Κἂν θεραπεύησθε φαρμάκοις (κατὰ συγγνώμην ἐπιτρέπω σοι), τὴν μαρτυρίαν προσάπτειν σε δεῖ τῷ θεῷ. κόσμος γὰρ ἡμᾶς ἔτι καθέλκει, καὶ δι' ἀτονίαν τὴ

 21.1 Οὐ γὰρ μωραίνομεν, ἄνδρες Ἕλληνες, οὐδὲ λήρους ἀπαγγέλλομεν, θεὸν ἐν ἀνθρώπου μορφῇ γεγονέναι καταγγέλλοντες. οἱ λοιδοροῦντες ἡμᾶς συγκρίνατε τοὺ

 22.1 Οἷα γάρ ἐστιν ὑμῶν καὶ τὰ διδάγματα; τίς οὐκ ἂν χλευάσειε τὰς δημοτελεῖς ὑμῶν πανηγύρεις, αἳ προφάσει πονηρῶν ἐπιτελούμεναι δαιμόνων εἰς ἀδοξίαν

 23.1 Εἶδον ἀνθρώπους ὑπὸ τῆς σωμασκίας βεβαρημένους καὶ φορτίον τῶν ἐν αὑτοῖς κρεῶν περιφέροντας, οἷς ἔπαθλα καὶ στέφανοι πρόκεινται προκαλουμένων αὐτ

 24.1 Τί μοι συμβάλλεται πρὸς ὠφέλειαν ὁ κατὰ τὸν Εὐριπίδην μαινόμενος καὶ τὴν Ἀλκμαίωνος μητροκτονίαν ἀπαγγέλλων, ᾧ μηδὲ τὸ οἰκεῖον πρόσεστι σχῆμα, κέ

 25.1 Τί μέγα καὶ θαυμαστὸν οἱ παρ' ὑμῖν ἐργάζονται φιλόσοφοι; θατέρου γὰρ τῶν ὤμων ἐξαμελοῦσι κόμην τε ἐπιειμένοι πολλὴν πωγωνοτροφοῦσιν ὄνυχας θηρίων

 26.1 Παύσασθε λόγους ἀλλοτρίους θριαμβεύοντες καὶ ὥσπερ ὁ κολοιὸς οὐκ ἰδίοις ἐπικοσμούμενοι πτεροῖς. ἑκάστη πόλις ἐὰν ἀφέληται τὴν ἰδίαν αὐτῆς ἀφ' ὑμῶ

 27.1 Εἰ δὲ σὺ τῆς ἐκείνων ἀντέχῃ παιδείας, τί μοι δόξας αἱρουμένῳ δογμάτων ὧν θέλω διαμάχῃ; πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν λῃστὴν διὰ τὸ ἐπικατηγορούμενον

 28.1 ∆ιὰ τοῦτο καὶ τῆς παρ' ὑμῖν κατέγνων νομοθεσίας. μίαν μὲν γὰρ ἐχρῆν εἶναι καὶ κοινὴν ἁπάντων τὴν πολιτείαν· νυνὶ δὲ ὅσα γένη πόλεων, τοσαῦται καὶ

 29.1 Ταῦτ' οὖν ἰδών, ἔτι δὲ καὶ μυστηρίων μεταλαβὼν καὶ τὰς παρὰ πᾶσι θρησκείας δοκιμάσας διὰ θηλυδριῶν καὶ ἀνδρογύνων συνισταμένας, εὑρὼν δὲ παρὰ μὲν

 30.1 Τούτων οὖν τὴν κατάληψιν πεποιημένος βούλομαι καθάπερ τὰ νήπια τῶν βρεφῶν *** _ἀ_π_ο_δ_ύ_σ_α_σ_θ_α_ι. τὴν γὰρ τῆς πονηρίας σύστασιν ἐοικυῖαν τῇ τ

 31.1 Νῦν δὲ προσήκειν μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ' Ἕλλησιν ἐπιτηδευμάτων· ὅροι δὲ ἡμῖν κείσονται Μωυσῆς καὶ Ὅμηρ

 32.1 Παρ' ἡμῖν δὲ τῆς μὲν κενοδοξίας ὁ ἵμερος οὐκ ἔστιν, δογμάτων δὲ ποικιλίαις οὐ καταχρώμεθα. λόγου γὰρ τοῦ δημοσίου καὶ ἐπιγείου κεχωρισμένοι καὶ π

 33.1 ∆ιὰ τοῦτο προὐθυμήθην ἀπὸ τῶν νομιζομένων παρ' ὑμῖν τιμίων παριστᾶν ὅτι τὰ μὲν ἡμέτερα σωφρονεῖ, τὰ δὲ ὑμέτερα ἔθη μανίας ἔχεται πολλῆς. οἱ γὰρ ἐ

 34.1 Πάνυ γοῦν σεμνὸς καὶ ὁ τύραννος Φάλαρις, ὃς τοὺς ἐπιμαστιδίους θοινώμενος παῖδας διὰ τῆς Πολυστράτου τοῦ Ἀμπρακιώτου κατασκευῆς μέχρι νῦν ὥς τις

 35.1 Ταῦτα μὲν οὖν οὐ παρ' ἄλλου μαθὼν ἐξεθέμην, πολλὴν δὲ ἐπιφοιτήσας γῆν καὶ τοῦτο μὲν σοφιστεύσας τὰ ὑμέτερα, τοῦτο δὲ τέχναις καὶ ἐπινοίαις ἐγκυρή

 36.1 Πλὴν Ὅμηρος ἔστω μὴ μόνον ὕστερος τῶν Ἰλιακῶν, ἀλλὰ κατ' ἐκεῖνον αὐτὸν ὑπειλήφθω τὸν τοῦ πολέμου καιρόν, ἔτι δὲ καὶ τοῖς περὶ τὸν Ἀγαμέμνονα συνε

 37.1 Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως ἔχει. γεγόνασι παρ' αὐτοῖς ἄνδρες τρεῖς, Θεόδοτος Ὑψικράτης Μῶχος· τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέτ

 38.1 Αἰγυπτίων δέ εἰσιν ἀκριβεῖς χρόνων ἀναγραφαί, καὶ τῶν κατ' αὐτοὺς γραμμάτων ἑρμηνεύς ἐστι Πτολεμαῖος, οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος. οὗτος τ

 39.1 Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε· Ἴναχος Φορωνεὺς Ἆπις Ἀργεῖος Κρίασος Φόρβας Τριόπας Κρότωπος Σθενέλαος ∆αναὸς Λυγκεὺς Ἄβας Προῖτος Ἀκρίσιος Περσ

 40.1 Οὐκοῦν πέφηνε Μωυσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτερος ἡρώων πόλεων δαιμόνων. καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν ἤπερ τοῖς ἀπὸ π

 41.1 Τὸ δὲ νῦν συνέχον, σπευστέον μετὰ πάσης ἀκριβείας σαφηνίζειν ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ Μωυσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων,

 42.1 Ταῦθ' ὑμῖν, ὦ ἄνδρες Ἕλληνες, ὁ κατὰ βαρβάρους φιλοσοφῶν Τατιανὸς συνέταξα, γεννηθεὶς μὲν ἐν τῇ τῶν Ἀσσυρίων γῇ, παιδευθεὶς δὲ πρῶτον μὲν τὰ ὑμέτ

Chapter XX.—Thanks are Ever Due to God.

Even if you be healed by drugs (I grant you that point by courtesy), yet it behoves you to give testimony of the cure to God. For the world still draws us down, and through weakness I incline towards matter. For the wings of the soul were the perfect spirit, but, having cast this off through sin, it flutters like a nestling and falls to the ground. Having left the heavenly companionship, it hankers after communion with inferior things. The demons were driven forth to another abode; the first created human beings were expelled from their place: the one, indeed, were cast down from heaven; but the other were driven from earth, yet not out of this earth, but from a more excellent order of things than exists here now. And now it behoves us, yearning after that pristine state, to put aside everything that proves a hindrance. The heavens are not infinite, O man, but finite and bounded; and beyond them are the superior worlds which have not a change of seasons, by which various diseases are produced, but, partaking of every happy temperature, have perpetual day, and light unapproachable by men below.60    [The flavour of this passage comes out with more sweetness in Kaye’s note (p. 198, Justin M.), thus: “Above the visible heavens exist the better ages, αἰῶνες οἰ κρείττονες, having no change of seasons from which various diseases take their orgin; but, blest with a uniform goodness of temperature, they enjoy perpetual day, and light inaccessible to men who dwell here below.”   Here Tatian seems to me to have had in mind a noble passage from Pindar, one of the most exquisite specimens of Greek poetry, which he baptizes and sanctifies. Ἴσον δὲ νύκτεσσιν αἰεὶ; Ἴσα δ᾽ἐν ἁμέραις ἄλι- ον ἔχοντες, ἀπονέστερον Ἐσθλοὶ νέμονται βίο- τον οὐ χθόνα ταράσσον- τες ἀλκᾷ χερῶν, Οὐδὲ πόντιον ὕδωρ, Κεινὰν παρὰ δίαιταν · κ.τ.λ. Olymp. ii.    Truly the Gentiles reflect some light from the window in the ark of their father Noah. How sweet what follows: ἄδακρυν νέμονται αἰῶνα. Comp. Rev. vii. 7, xxi. 4, xxii.] Those who have composed elaborate descriptions of the earth have given an account of its various regions so far as this was possible to man; but, being unable to speak of that which is beyond, because of the impossibility of personal observation, they have assigned as the cause the existence of tides; and that one sea is filled with weed, and another with mud; and that some localities are burnt up with heat, and others cold and frozen. We, however, have learned things which were unknown to us, through the teaching of the prophets, who, being fully persuaded that the heavenly spirit61    [Kaye thus renders this passage: “the spirit together with the soul will receive immortality, the heavenly covering of mortality.” Justin, p. 288.] along with the soul will acquire a clothing of mortality, foretold things which other minds were unacquainted with. But it is possible for every one who is naked to obtain this apparel, and to return to its ancient kindred.

20.1 Κἂν θεραπεύησθε φαρμάκοις (κατὰ συγγνώμην ἐπιτρέπω σοι), τὴν μαρτυρίαν προσάπτειν σε δεῖ τῷ θεῷ. κόσμος γὰρ ἡμᾶς ἔτι καθέλκει, καὶ δι' ἀτονίαν τὴν ὕλην ἐπιζητῶ. πτέρωσις γὰρ ἡ τῆς ψυχῆς πνεῦμα τὸ τέλειον, ὅπερ ἀπορρίψασα διὰ τὴν ἁμαρτίαν ἔπτηξεν ὥσπερ νεοσσὸς καὶ χαμαιπετὴς ἐγένετο, μεταβᾶσα δὲ τῆς οὐρανίου συνουσίας τῶν ἐλαττόνων μετουσίαν ἐπεπόθησεν. μετῳκίσθησαν γὰρ οἱ δαίμονες, ἐξωρίσθησαν δὲ οἱ πρωτόπλαστοι· καὶ οἱ μὲν ἀπ' οὐρανοῦ κατεβλήθησαν, οἱ δὲ ἀπὸ γῆς μὲν ἀλλ' οὐκ ἐκ ταύτης, κρείττονος δὲ τῆς ἐνταυθοῖ διακοσμήσεως. καὶ χρὴ λοιπὸν ἡμᾶς ἐπιποθήσαντας τὸ ἀρχαῖον παραιτήσασθαι πᾶν τὸ ἐμποδὼν γινόμενον. οὐκ ἔστι γὰρ ἄπειρος ὁ οὐρανός, ὦ 20.2 ἄνθρωπε, πεπερασμένος δὲ καὶ ἐν τέρματι· τὰ δὲ ὑπὲρ τοῦτον αἰῶνες οἱ κρείττονες οὐ μεταβολὴν ὡρῶν ἔχοντες, δι' ὧν ποικίλαι νόσοι καθίστανται, πάσης δὲ εὐκρασίας μετειληφότες ἡμέραν ἔχουσι διαμένουσαν καὶ φέγγος τοῖς ἐντεῦθεν ἀνθρώποις ἀπρόσιτον. οἱ μὲν οὖν τὰς γεωγραφίας ἐκπονέσαντες, μέχρις ἦν δυνατὸν ἀνθρώπῳ, τῶν χωρίων· τὴν ἀναγραφὴν ἐποιήσαντο, τὰ δ' ἐπέκεινα λέγειν οὐκ ἔχοντες διὰ τὸ ἀδύνατον τῆς θεωρίας ἀμπώτεις ᾐτιάσαντο καὶ θαλασσῶν τὴν μὲν πρασώδη, τὴν δὲ πηλώδη, τόπων δὲ τῶν μὲν τὸ ἔκπυρον, τῶν δὲ τὸ ψυχρὸν καὶ διαπεπηγός. ἡμεῖς δὲ τὰ ὑφ' ἡμῶν ἀγνοούμενα διὰ προφητῶν μεμαθήκαμεν, οἵτινες ἅμα τῇ ψυχῇ πεπεισμένοι ὅτι πνεῦμα τὸ 20.3 οὐράνιον ἐπένδυμα τῆς θνητότητος τὴν ἀθανασίαν κεκτήσεται τὰ ὅσα μὴ ἐγίνωσκον αἱ λοιπαὶ ψυχαί, προὔλεγον. δυνατὸν δὲ παντὶ γυμνητεύοντι κτήσασθαι τὸ ἐπικόσμημα καὶ πρὸς τὴν συγγένειαν τὴν ἀρχαίαν ἀναδραμεῖν.