Τατιανοῦ πρὸς Ἕλληνας.

 1.1 Μὴ πάνυ φιλέχθρως διατίθεσθε πρὸς τοὺς βαρβάρους, ὦ ἄνδρες Ἕλληνες, μηδὲ φθονήσητε τοῖς τούτων δόγμασιν. ποῖον γὰρ ἐπιτήδευμα παρ' ὑμῖν τὴν σύστασ

 2.1 Τί γὰρ σεμνὸν φιλοσοφοῦντες ἐξηνέγκατε; τίς δὲ τῶν πάνυ σπουδαίων ἀλαζονείας ἔξω καθέστηκεν; ∆ιογένης πιθάκνης καυχήματι τὴν αὐτάρκειαν σεμνυνόμεν

 3.1 Τὸν γὰρ Ἡράκλειτον οὐκ ἂν ἀποδεξαίμην _ἐ_μ_α_υ_τ_ὸ_ν_ ἐδιδαξάμην εἰπόντα διὰ τὸ αὐτοδίδακτον εἶναι καὶ ὑπερήφανον οὐδ' ἂν ἐπαινέσαιμι κατακρύψαντα

 4.1 ∆ιὰ τί γάρ, ἄνδρες Ἕλληνες, ὥσπερ ἐν πυγμῇ συγκρούειν βούλεσθε τὰς πολιτείας καθ' ἡμῶν; καὶ εἰ μὴ τοῖς τινων νομίμοις συγχρῆσθαι βούλομαι, τίνος χ

 5.1 Θεὸς _ἦ_ν_ _ἐ_ν_ _ἀ_ρ_χ_ῇ, τὴν δὲ ἀρχὴν λόγου δύναμιν παρειλήφαμεν. ὁ γὰρ δεσπότης τῶν ὅλων αὐτὸς ὑπάρχων τοῦ παντὸς ἡ ὑπόστασις κατὰ μὲν τὴν μηδέ

 6.1 Καὶ διὰ τοῦτο καὶ σωμάτων ἀνάστασιν ἔσεσθαι πεπιστεύκαμεν μετὰ τὴν τῶν ὅλων συντέλειαν, οὐχ ὡς οἱ Στωϊκοὶ δογματίζουσι κατά τινας κύκλων περιόδους

 7.1 Λόγος γὰρ ὁ ἐπουράνιος πνεῦμα γεγονὼς ἀπὸ τοῦ πνεύματος καὶ λόγος ἐκ λογικῆς δυνάμεως, κατὰ τὴν τοῦ γεννήσαντος αὐτὸν πατρὸς μίμησιν εἰκόνα τῆς ἀθ

 8.1 Ὑπόθεσις δὲ αὐτοῖς τῆς ἀποστασίας οἱ ἄνθρωποι γίνονται. διάγραμμα γὰρ αὐτοῖς ἀστροθεσίας ἀναδείξαντες ὥσπερ οἱ τοῖς κύβοις παίζοντες, τὴν εἱμαρμέν

 9.1 Τοιοῦτοί τινές εἰσιν οἱ δαίμονες οὗτοι οἳ τὴν εἱμαρμένην ὥρισαν. στοιχείωσις δὲ αὐτοῖς ἡ ζώωσις ἦν. τὰ γὰρ ἐπὶ τῆς γῆς ἑρπετὰ καὶ τὰ ἐν τοῖς ὕδασι

 10.1 Μεταμόρφωσις ἀνθρώποις μεμυθολόγηται· μεταμορφοῦνται δὲ παρ' ὑμῖν καὶ οἱ θεοί. δένδρον ἡ Ῥέα γίνεται, δράκων δὲ ὁ Ζεὺς διὰ τὴν Φερσέφασσαν, αἴγει

 11.1 Πῶς οὖν γένεσιν τὴν καθ' εἱμαρμένην ἀποδέξομαι τοιούτους αὐτῆς τοὺς οἰκονόμους θεωρῶν; βασιλεύειν οὐ θέλω, πλουτεῖν οὐ βούλομαι, τὴν στρατηγίαν π

 12.1 ∆ύο πνευμάτων διαφορὰς ἴσμεν ἡμεῖς, ὧν τὸ μὲν καλεῖται ψυχή, τὸ δὲ μεῖζον μὲν τῆς ψυχῆς, θεοῦ δὲ εἰκὼν καὶ ὁμοίωσις· ἑκάτερα δὲ παρὰ τοῖς ἀνθρώπο

 13.1 Οὐκ ἔστιν ἀθάνατος, ἄνδρες Ἕλληνες, ἡ ψυχὴ καθ' ἑαυτήν, θνητὴ δέ· ἀλλὰ δυνατὸς ἡ αὐτὴ καὶ μὴ ἀποθνήσκειν. θνήσκει μὲν γὰρ καὶ λύεται μετὰ τοῦ σώμ

 14.1 Τοιοῦτοί τινές ἐστε καὶ ὑμεῖς, ὦ Ἕλληνες, ῥήμασι μὲν στωμύλοι, γνώμην δὲ ἔχοντες ἀλλόκοτον, καὶ τὴν _π_ο_λ_υ_κ_ο_ι_ρανίην μᾶλλον ἤπερ τὴν μοναρχί

 15.1 Καὶ χρὴ λοιπὸν ἡμᾶς ὅπερ ἔχοντες ἀπολωλέκαμεν τοῦτο νῦν ἀναζητεῖν ζευγνύναι τε τὴν ψυχὴν τῷ πνεύματι τῷ ἁγίῳ καὶ τὴν κατὰ θεὸν συζυγίαν πραγματεύ

 16.1 ∆αίμονες δὲ οἱ τοῖς ἀνθρώποις ἐπιτάττοντες οὔκ εἰσιν αἱ τῶν ἀνθρώπων ψυχαί. πῶς γὰρ ἂν γένοιντο δραστικαὶ καὶ μετὰ τὸ ἀποθανεῖν χωρὶς εἰ μὴ ζῶν μ

 17.1 Περὶ γὰρ τῶν κατὰ τὸν ∆ημόκριτον ξυμπαθειῶν τε καὶ ἀντιπαθειῶν τί καὶ λέγειν ἔχομεν ἢ τοῦθ' ὅτι κατὰ τὸν κοινὸν λόγον Ἀβδηρολόγος ἐστὶν ὁ ἀπὸ τῶν

 18.1 Φαρμακεία δὲ καὶ πᾶν τὸ ἐν αὐτῇ εἶδος τῆς αὐτῆς ἐστιν ἐπιτεχνήσεως. εἰ γάρ τις ὑπὸ τῆς ὕλης θεραπεύεται πιστεύων αὐτῇ, θεραπευθήσεται μᾶλλον αὐτὸ

 19.1 Ὑμεῖς δὲ τούτων οὐκ ἔχοντες τὴν κατάληψιν παρ' ἡμῶν τῶν εἰδότων ἐκπαιδεύεσθε, *** λέγοντες θανάτου καταφρονεῖν καὶ τὴν αὐτάρκειαν ἀσκεῖν. οἱ γὰρ

 20.1 Κἂν θεραπεύησθε φαρμάκοις (κατὰ συγγνώμην ἐπιτρέπω σοι), τὴν μαρτυρίαν προσάπτειν σε δεῖ τῷ θεῷ. κόσμος γὰρ ἡμᾶς ἔτι καθέλκει, καὶ δι' ἀτονίαν τὴ

 21.1 Οὐ γὰρ μωραίνομεν, ἄνδρες Ἕλληνες, οὐδὲ λήρους ἀπαγγέλλομεν, θεὸν ἐν ἀνθρώπου μορφῇ γεγονέναι καταγγέλλοντες. οἱ λοιδοροῦντες ἡμᾶς συγκρίνατε τοὺ

 22.1 Οἷα γάρ ἐστιν ὑμῶν καὶ τὰ διδάγματα; τίς οὐκ ἂν χλευάσειε τὰς δημοτελεῖς ὑμῶν πανηγύρεις, αἳ προφάσει πονηρῶν ἐπιτελούμεναι δαιμόνων εἰς ἀδοξίαν

 23.1 Εἶδον ἀνθρώπους ὑπὸ τῆς σωμασκίας βεβαρημένους καὶ φορτίον τῶν ἐν αὑτοῖς κρεῶν περιφέροντας, οἷς ἔπαθλα καὶ στέφανοι πρόκεινται προκαλουμένων αὐτ

 24.1 Τί μοι συμβάλλεται πρὸς ὠφέλειαν ὁ κατὰ τὸν Εὐριπίδην μαινόμενος καὶ τὴν Ἀλκμαίωνος μητροκτονίαν ἀπαγγέλλων, ᾧ μηδὲ τὸ οἰκεῖον πρόσεστι σχῆμα, κέ

 25.1 Τί μέγα καὶ θαυμαστὸν οἱ παρ' ὑμῖν ἐργάζονται φιλόσοφοι; θατέρου γὰρ τῶν ὤμων ἐξαμελοῦσι κόμην τε ἐπιειμένοι πολλὴν πωγωνοτροφοῦσιν ὄνυχας θηρίων

 26.1 Παύσασθε λόγους ἀλλοτρίους θριαμβεύοντες καὶ ὥσπερ ὁ κολοιὸς οὐκ ἰδίοις ἐπικοσμούμενοι πτεροῖς. ἑκάστη πόλις ἐὰν ἀφέληται τὴν ἰδίαν αὐτῆς ἀφ' ὑμῶ

 27.1 Εἰ δὲ σὺ τῆς ἐκείνων ἀντέχῃ παιδείας, τί μοι δόξας αἱρουμένῳ δογμάτων ὧν θέλω διαμάχῃ; πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν λῃστὴν διὰ τὸ ἐπικατηγορούμενον

 28.1 ∆ιὰ τοῦτο καὶ τῆς παρ' ὑμῖν κατέγνων νομοθεσίας. μίαν μὲν γὰρ ἐχρῆν εἶναι καὶ κοινὴν ἁπάντων τὴν πολιτείαν· νυνὶ δὲ ὅσα γένη πόλεων, τοσαῦται καὶ

 29.1 Ταῦτ' οὖν ἰδών, ἔτι δὲ καὶ μυστηρίων μεταλαβὼν καὶ τὰς παρὰ πᾶσι θρησκείας δοκιμάσας διὰ θηλυδριῶν καὶ ἀνδρογύνων συνισταμένας, εὑρὼν δὲ παρὰ μὲν

 30.1 Τούτων οὖν τὴν κατάληψιν πεποιημένος βούλομαι καθάπερ τὰ νήπια τῶν βρεφῶν *** _ἀ_π_ο_δ_ύ_σ_α_σ_θ_α_ι. τὴν γὰρ τῆς πονηρίας σύστασιν ἐοικυῖαν τῇ τ

 31.1 Νῦν δὲ προσήκειν μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ' Ἕλλησιν ἐπιτηδευμάτων· ὅροι δὲ ἡμῖν κείσονται Μωυσῆς καὶ Ὅμηρ

 32.1 Παρ' ἡμῖν δὲ τῆς μὲν κενοδοξίας ὁ ἵμερος οὐκ ἔστιν, δογμάτων δὲ ποικιλίαις οὐ καταχρώμεθα. λόγου γὰρ τοῦ δημοσίου καὶ ἐπιγείου κεχωρισμένοι καὶ π

 33.1 ∆ιὰ τοῦτο προὐθυμήθην ἀπὸ τῶν νομιζομένων παρ' ὑμῖν τιμίων παριστᾶν ὅτι τὰ μὲν ἡμέτερα σωφρονεῖ, τὰ δὲ ὑμέτερα ἔθη μανίας ἔχεται πολλῆς. οἱ γὰρ ἐ

 34.1 Πάνυ γοῦν σεμνὸς καὶ ὁ τύραννος Φάλαρις, ὃς τοὺς ἐπιμαστιδίους θοινώμενος παῖδας διὰ τῆς Πολυστράτου τοῦ Ἀμπρακιώτου κατασκευῆς μέχρι νῦν ὥς τις

 35.1 Ταῦτα μὲν οὖν οὐ παρ' ἄλλου μαθὼν ἐξεθέμην, πολλὴν δὲ ἐπιφοιτήσας γῆν καὶ τοῦτο μὲν σοφιστεύσας τὰ ὑμέτερα, τοῦτο δὲ τέχναις καὶ ἐπινοίαις ἐγκυρή

 36.1 Πλὴν Ὅμηρος ἔστω μὴ μόνον ὕστερος τῶν Ἰλιακῶν, ἀλλὰ κατ' ἐκεῖνον αὐτὸν ὑπειλήφθω τὸν τοῦ πολέμου καιρόν, ἔτι δὲ καὶ τοῖς περὶ τὸν Ἀγαμέμνονα συνε

 37.1 Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως ἔχει. γεγόνασι παρ' αὐτοῖς ἄνδρες τρεῖς, Θεόδοτος Ὑψικράτης Μῶχος· τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέτ

 38.1 Αἰγυπτίων δέ εἰσιν ἀκριβεῖς χρόνων ἀναγραφαί, καὶ τῶν κατ' αὐτοὺς γραμμάτων ἑρμηνεύς ἐστι Πτολεμαῖος, οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος. οὗτος τ

 39.1 Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε· Ἴναχος Φορωνεὺς Ἆπις Ἀργεῖος Κρίασος Φόρβας Τριόπας Κρότωπος Σθενέλαος ∆αναὸς Λυγκεὺς Ἄβας Προῖτος Ἀκρίσιος Περσ

 40.1 Οὐκοῦν πέφηνε Μωυσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτερος ἡρώων πόλεων δαιμόνων. καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν ἤπερ τοῖς ἀπὸ π

 41.1 Τὸ δὲ νῦν συνέχον, σπευστέον μετὰ πάσης ἀκριβείας σαφηνίζειν ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ Μωυσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων,

 42.1 Ταῦθ' ὑμῖν, ὦ ἄνδρες Ἕλληνες, ὁ κατὰ βαρβάρους φιλοσοφῶν Τατιανὸς συνέταξα, γεννηθεὶς μὲν ἐν τῇ τῶν Ἀσσυρίων γῇ, παιδευθεὶς δὲ πρῶτον μὲν τὰ ὑμέτ

Chapter XVII.—They Falsely Promise Health to Their Votaries.

Concerning the sympathies and antipathies of Democritus what can we say but this, that, according to the common saying, the man of Abdera is Abderiloquent? But, as he who gave the name to the city, a friend of Hercules as it is said, was devoured by the horses of Diomedes, so he who boasted of the Magian Ostanes52    Democritus. [The Paris editors add, vide Lærtium. As to Ostanes, see that invaluable thesaurus, Hofmann’s Lex. Universale, vol. ii. p. 6. Leyden, 1698.] will be delivered up in the day of consummation53    [Comp. cap. vi. note 6, supra. p. 67.] as fuel for the eternal fire. And you, if you do not cease from your laughter, will gain the same punishment as the jugglers. Wherefore, O Greeks, hearken to me, addressing you as from an eminence, nor in mockery transfer your own want of reason to the herald of the truth. A diseased affection (πάθος) is not destroyed by a counter-affection (ἀντιπάθεια), nor is a maniac cured by hanging little amulets of leather upon him. There are visitations of demons; and he who is sick, and he who says he is in love, and he who hates, and he who wishes to be revenged, accept them as helpers. And this is the method of their operation: just as the forms of alphabetic letters and the lines composed of them cannot of themselves indicate what is meant, but men have invented for themselves signs of their thoughts, knowing by their peculiar combination what the order of the letters was intended to express; so, in like manner, the various kinds of roots and the mutual relation of the sinews and bones can effect nothing of themselves, but are the elemental matter with which the depravity of the demons works, who have determined for what purpose each of them is available. And, when they see that men consent to be served by means of such things, they take them and make them their slaves. But how can it be honourable to minister to adulteries? How can it be noble to stimulate men in hating one another? Or how is it becoming to ascribe to matter the relief of the insane, and not to God? For by their art they turn men aside from the pious acknowledgment of God, leading them to place confidence in herbs and roots.54    [Naviget Anticyras. On hellebore, see otherwise useless learning but illustrative of this place, in Burton, Anat. Melanchol., p. 400. Ed. New York, 1847.] But God, if He had prepared these things to effect just what men wish, would be a Producer of evil things; whereas He Himself produced everything which has good qualities, but the profligacy of the demons has made use of the productions of nature for evil purposes, and the appearance of evil which these wear is from them, and not from the perfect God. For how comes it to pass that when alive I was in no wise evil, but that now I am dead and can do nothing, my remains, which are incapable of motion or even sense, should effect something cognizable by the senses? And how shall he who has died by the most miserable death be able to assist in avenging any one? If this were possible, much more might he defend himself from his own enemy; being able to assist others, much more might he constitute himself his own avenger.

17.1 Περὶ γὰρ τῶν κατὰ τὸν ∆ημόκριτον ξυμπαθειῶν τε καὶ ἀντιπαθειῶν τί καὶ λέγειν ἔχομεν ἢ τοῦθ' ὅτι κατὰ τὸν κοινὸν λόγον Ἀβδηρολόγος ἐστὶν ὁ ἀπὸ τῶν Ἀβδήρων ἄνθρωπος; ὥσπερ δὲ ὁ τῇ πόλει τῆς προσηγορίας αἴτιος φίλος ὤν, ὥς φασιν, Ἡρακλέους ὑπὸ τῶν ∆ιομήδους ἵππων κατεβρώθη, τρόπῳ τῷ αὐτῷ καὶ ὁ τὸν μάγον Ὀστάνην καυχώμενος ἐν ἡμέρᾳ συντελείας πυρὸς αἰωνίου βορᾷ παραδοθήσεται. καὶ ὑμεῖς δέ, τοῦ γέλωτος ἢν μὴ ἀποπαύσησθε, τῶν αὐτῶν ὧνπερ καὶ οἱ γόητες τιμωριῶν ἀπολαύσετε. διόπερ, ὦ Ἕλληνες, κεκραγότος ὥσπερ ἀπὸ τοῦ μετεώρου κατακούσατέ μου μηδ' ἐπιτωθάζοντες τὴν ὑμετέραν ἀλογιστίαν ἐπὶ τὸν κήρυκα τῆς ἀληθείας μετάγετε. πάθος 17.2 οὐκ ἔστι δι' ἀντιπαθείας ἀπολλύμενον, οὐδὲ ὁ μεμηνώς· σκυτίδων ἐξαρτήμασι θεραπεύεται. δαιμόνων εἰσὶν ἐπιφοιτήσεις· καὶ ὁ νοσῶν καὶ ὁ λέγων ἐρᾶν καὶ ὁ μισῶν καὶ ὁ βουλόμενος ἀμύνεσθαι τούτους λαμβάνουσιν βοηθούς. τρόπος δὲ αὐτοῖς τῆς μηχανῆς οὗτος. ὥσπερ γὰρ οἱ τῶν γραμμάτων χαρακτῆρες στίχοι τε οἱ ἀπ' αὐτῶν οὐ καθ' ἑαυτούς εἰσι δυνατοὶ σημαίνειν τὸ συνταττόμενον, σημεῖα δὲ τῶν ἐννοιῶν σφίσιν αὐτοῖς ἄνθρωποι δεδημιουργήκασι, παρὰ τὴν ποιὰν αὐτῶν σύνθεσιν γινώσκοντες ὅπως καὶ ἡ τάξις τῶν γραμμάτων ἔχειν νενομοθέτηται, παραπλησίως καὶ τῶν ῥιζῶν αἱ ποικιλίαι νεύρων τε καὶ ὀστέων παραλήψεις οὐκ αὐταὶ καθ' ἑαυτὰς δραστικαί τινές εἰσι, στοιχείωσις δέ ἐστι τῆς 17.3 τῶν δαιμόνων μοχθηρίας, οἳ πρὸς ἅπερ ἑκάστας αὐτῶν ἰσχύειν ὡρίκασιν, ἐπειδὰν παρειλημμένην ὑπὸ τῶν ἀνθρώπων θεάσωνται τὴν δι' αὐτῶν ὑπηρεσίαν, ὑπολαμβάνοντες σφίσιν αὐτοῖς δουλεύειν τοὺς ἀνθρώπους ἀπεργάζονται. πῶς δ' ἂν ἀγαθὸν μοιχείαις ὑπηρετεῖν; πῶς δὲ καὶ σπουδαῖον πρὸς τὸ μισεῖν τινας παριόντας βοηθεῖν; ἢ πῶς ὕλῃ καλὸν προσάπτειν τὴν εἰς τοὺς μεμηνότας βοήθειαν καὶ μὴ τῷ θεῷ; τέχνῃ γὰρ τῆς θεοσεβείας τοὺς ἀνθρώπους παρατρέπουσι, πόαις αὐτοὺς καὶ ῥίζαις πείθεσθαι παρασκευάζοντες· ὁ δὲ θεός, εἴπερ αὐτὰ πρὸς τὸ ποιεῖν ἅπερ οἱ ἄνθρωποι βούλονται κατεσκευάκει, πονηρῶν ἂν ἦν πραγμάτων δημιουργός, ἐπεὶ αὐτὸς μὲν πᾶν τὸ εὖ πως ἔχον ἐδημιούργησεν, ἡ δὲ τῶν 17.4 δαιμόνων ἀσωτία τοῖς ἐν τῷ κόσμῳ πρὸς τὸ κακοποιεῖν ἐχρήσατο, καὶ τούτων ἐστὶ τῆς κακίας τὸ εἶδος καὶ οὐχὶ τοῦ θεοῦ τοῦ τελείου. πῶς γὰρ ἂν ζῶν μὲν ἥκιστα μοχθηρὸς εἴην, νεκροῦ δὲ ὄντος μου λείψανον τὸ ἐν ἐμοὶ μηδὲν ἐμοῦ πράττοντος τὸ μήτε κινούμενον ἀλλὰ μηδὲ αἰσθανόμενον αἰσθητόν τι ἀπεργάσεται; πῶς δὲ ὁ τεθνεὼς οἰκτίστῳ θανάτῳ δυνήσεται πρὸς τιμωρίαν τινὸς ἐξυπηρετῆσαι; τοῦτο γὰρ εἰ οὕτως εἴη, πολλῷ μᾶλλον ἀφ' ἑαυτοῦ τὸν οἰκεῖον ἐχθρὸν ἀμυνεῖται· δυνάμενος γὰρ καὶ ἄλλοις βοηθεῖν ἔκδικος πολλῷ μᾶλλον ἑαυτοῦ καταστήσεται.