Ἀρχόμενος τῆς πρὸς ὑμᾶς παραινέσεως, ὦ ἄνδρες Ἕλληνες, εὔχομαι τῷ θεῷ ἐμοὶ μὲν ὑπάρξαι τὰ δέοντα πρὸς ὑμᾶς εἰπεῖν, ὑμᾶς δέ, τῆς προτέρας ἀφεμένους φιλ

 Τίνας τοίνυν, ὦ ἄνδρες Ἕλληνες, τῆς θεοσεβείας ὑμῶν διδασκάλους εἶναί φατε Τοὺς ποιητάς Ἀλλ' οὐ συνοίσει ὑμῖν πρὸς ἄνδρας τὰ τῶν ποιητῶν εἰδότας λέγ

 Εἰ δὲ τοὺς ποιητὰς παραιτεῖσθε λέγειν, ἐπειδὴ μύθους τε αὐτοῖς πλάττειν ἐξεῖναί φατε καὶ πολλὰ πόῤῥω τῆς ἀληθείας περὶ θεῶν μυθωδῶς διεξιέναι, τίνας ἑ

 Εἶθ' ἑξῆς ἀφ' ἑτέρας ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας καὶ τὰς ἐν αὐτοῖς ἁρμονίας καλεῖ τά τ' ἐξ ἀμφοτέρων σύνθε

 Ἀλλ' ἴσως οἱ τῆς ἀρχαίας καὶ παλαιᾶς ἐκείνης ἀποστῆναι μὴ βουλόμενοι πλάνης οὔ φασι παρὰ τῶν προειρημένων, ἀλλὰ παρὰ τῶν ἐνδοξοτάτων καὶ τελειοτάτων ἐ

 Ὅτι τοίνυν οἱ σφόδρα θαυμαστοὶ καθ' ὑμᾶς σοφοὶ οὐδ' ἐν τοῖς ἄλλοις συμφωνοῦντες φαίνονται, καὶ ἀπὸ τούτων γνῶναι ῥᾴδιον. Τοῦ γὰρ Πλάτωνος τρεῖς ἀρχὰς

 Ἀλλ' ἐν τούτοις μὲν ὑπεναντία φρονοῦντες ἀλλήλοις ἐλέγχονται. Εἰ δέ τις ἀκριβῶς τὰ κατ' αὐτοὺς σκοπεῖν ἐθέλοι, οὐδὲ ταῖς ἑαυτῶν δόξαις ἐμμένειν προῄρη

 Οὐκοῦν ἐπειδήπερ οὐδὲν ἀληθὲς περὶ θεοσεβείας παρὰ τῶν ὑμετέρων διδασκάλων μανθάνειν ἐστὶ δυνατόν, ἱκανὴν ὑμῖν ἀπόδειξιν τῆς ἑαυτῶν ἀγνοίας διὰ τῆς πρ

 Ἄρξομαι τοίνυν ἀπὸ τοῦ πρώτου παρ' ἡμῖν προφήτου τε καὶ νομοθέτου Μωϋσέως, πρότερον τοὺς χρόνους, καθ' οὓς γέγονε, μετὰ πάσης ἀξιοπίστου παρ' ὑμῖν μαρ

 Ταῦτα, ὦ ἄνδρες Ἕλληνες, οἱ ἔξωθεν τῆς ἡμετέρας θεοσεβείας περὶ τῆς ἀρχαιότητος Μωϋσέως ἱστοροῦντες γεγράφασι, καὶ ταῦτα πάντα παρ' Αἰγυπτίων ἱερέων μ

 Ὑμεῖς δέ, ἐπειδὴ διὰ τὴν προτέραν τῶν πατέρων ὑμῶν πλάνην τούτοις πείθεσθαι οὐκ οἴεσθε δεῖν, τίνας διδασκάλους ὑμῶν ἀξιοπίστους τῆς θεοσεβείας γεγενῆσ

 Ἀναγκαῖον δὲ οἶμαι καὶ τοὺς χρόνους σκοπεῖν, καθ' οὓς οἱ καθ' ὑμᾶς γεγόνασι φιλόσοφοι, ὅπως γνῶτε ὅτι σφόδρα νέος καὶ βραχύς ἐστιν ὁ τούτους ὑμῖν ἐνεγ

 Εἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω, ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆ

 Δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, τὰ μέλλοντα προορωμένους καὶ εἰς τὴν ὑπὸ πάντων, οὐ μόνον θεοσεβῶν ἀλλὰ καὶ τῶν ἔξωθεν, κηρυττομένην ἀφορῶντας κρίσ

 Ὀρφεὺς γοῦν, ὁ τῆς πολυθεότητος ὑμῶν, ὡς ἂν εἴποι τις, πρῶτος διδάσκαλος γεγονώς, οἷα πρὸς τὸν υἱὸν αὐτοῦ Μουσαῖον καὶ τοὺς λοιποὺς γνησίους ἀκροατὰς

 Τίνα δὲ καὶ τὴν ἀρχαίαν καὶ σφόδρα παλαιὰν Σίβυλλαν, ἧς καὶ Πλάτων καὶ Ἀριστοφάνης καὶ ἕτεροι πλείους ὡς χρησμῳδοῦ μέμνηνται, διὰ χρησμῶν ὑμᾶς διδάσκε

 Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵν

 Εἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω λέγοντος: Εἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεό

 Ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ α

 Πλάτων δέ, ἀποδεξάμενος μέν, ὡς ἔοικεν, τὴν περὶ ἑνὸς καὶ μόνου θεοῦ Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν διδασκαλίαν, ἣν ἐν Αἰγύπτῳ γενόμενος ἔγνω, διὰ δὲ

 Οὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν. Τὰ γὰρ ὀνόματα εἰς δήλωσιν καὶ διάγνωσιν τῶν ὑποκειμένων κεῖται πραγμάτων, πολλῶν καὶ διαφόρων ὄντων:

 Ταῦτα τοίνυν ἐν Αἰγύπτῳ μαθὼν ὁ Πλάτων, καὶ σφόδρα ἀρεσθεὶς τοῖς περὶ ἑνὸς θεοῦ εἰρημένοις, τοῦ μὲν ὀνόματος Μωϋσέως, διὰ τὸ ἕνα καὶ μόνον διδάσκειν θ

 Ἀλλ' ἴσως τινές, τῶν τῆς πολυθεότητος δογμάτων ἀποστῆναι μὴ βουλόμενοι, αὐτὸν τὸν δημιουργὸν τοῖς δημιουργηθεῖσι θεοῖς ταῦτ' εἰρηκέναι φήσουσιν: Ἐπείπ

 Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα: Στρεπτοὶ δέ τε καὶ θε

 Πῶς οὖν ὁ Πλάτων Ὁμήρῳ μέμφεται τοὺς θεοὺς στρεπτοὺς εἶναι λέγοντι, καίτοι Ὁμήρου διὰ τὸ χρήσιμον τοῦτ' εἰρηκότος, ὡς ἔστι δῆλον ἀπ' αὐτῶν τῶν εἰρημέν

 Θαυμαζέτω δὲ μηδείς, εἰ Μωϋσεῖ πεισθεὶς ὁ Πλάτων περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ οὕτως γέγραφεν. Εὑρήσεις γὰρ αὐτὸν μυστικῶς μετὰ τὸν ὄντως ὄντα θεὸν καὶ

 Ἐν δὲ τῷ δεκάτῳ σαφῶς καὶ φανερῶς ἃ παρὰ τῶν προφητῶν περὶ κρίσεως μεμάθηκε, ταῦτα οὐχ ὡς παρ' αὐτῶν μεμαθηκώς, διὰ τὸ πρὸς Ἕλληνας δέος, ἀλλ' ὡς παρά

 Καὶ οὐχ ὁ Πλάτων μόνον, ἀλλὰ καὶ Ὅμηρος, ὁμοίως καὶ αὐτὸς ἐν Αἰγύπτῳ μαθών, τὸν Τιτυὸν ὁμοίως τιμωρεῖσθαι ἔφη. Οὕτω γὰρ ἐν τῇ νεκυομαντείᾳ Ὀδυσσεὺς τῷ

 Καὶ Πλάτων δέ, μετὰ τὸν θεὸν καὶ τὴν ὕλην τὸ εἶδος τρίτην ἀρχὴν εἶναι λέγων, οὐκ ἄλλοθέν ποθεν ἀλλὰ παρὰ Μωϋσέως τὴν πρόφασιν εἰληφὼς φαίνεται, τὸ μὲν

 Ὁμοίως δὲ καὶ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ ἀνθρώπου σφαλεὶς φαίνεται: καὶ τούτων γὰρ εἰδέας εἶναι οἴεται. Ἐπειδὴ γὰρ Μωϋσῆς οὕτω γέγραφεν: Ἐν ἀ

 Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ὁ Πλάτων πτηνὸν ἅρμα ἐλαύνειν τὸν Δία ἐν οὐρανῷ λέγει, εἰ μὴ ταῖς τῶν προφητῶν ἐντυχὼν ἱστορίαις Ἔγνω γὰρ ἀπὸ τῶν τοῦ πρ

 Εἰ δέ τις καὶ περὶ τῆς ἄνωθεν παρὰ θεοῦ κατιούσης ἐπὶ τοὺς ἁγίους ἄνδρας δωρεᾶς, ἣν πνεῦμα ἅγιον ὀνομάζουσιν οἱ ἱεροὶ προφῆται, ἀκριβῶς σκοπεῖν ἐθέλοι

 Πόθεν δὲ μαθὼν ὁ Πλάτων τὸν χρόνον μετ' οὐρανοῦ γεγενῆσθαι ἔγνω Οὕτω γὰρ γέγραφε: Χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵνα ἅμα γενόμενοι ἅμα καὶ λυθῶσ

 Εἰ δὲ καὶ τὸν περὶ τῶν ἀγαλμάτων τις ἐξετάζοι λόγον, πόθεν ὁρμώμενοι οἱ πρῶτοι τοὺς θεοὺς ὑμῶν κατασκευάσαντες ἀνθρώπων μορφὰς ἔχειν αὐτοὺς διέγνωσαν,

 Καιρὸς οὖν ἥκει νῦν πεισθέντας ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, ἀπὸ τῶν ἔξωθεν ἱστοριῶν, ὅτι πολλῷ πρεσβύτατος Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται γεγόνασιν πάντων τ

 Εἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ' αὐτοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι Εἰ γ

 Ἔσται δὲ ὑμῖν ῥᾳδίως τὴν ὀρθὴν θεοσέβειαν ἐκ μέρους παρὰ τῆς παλαιᾶς Σιβύλλης, ἔκ τινος δυνατῆς ἐπιπνοίας διὰ χρησμῶν ὑμᾶς διδασκούσης, μανθάνειν, ταῦ

 Πλὴν ἀλλ' ἐπειδήπερ, ὦ ἄνδρες Ἕλληνες, οὐκ ἐν ποιητικοῖς μέτροις τὰ τῆς ἀληθοῦς θεοσεβείας πράγματα οὐδὲ ἐν τῇ παρ' ὑμῖν εὐδοκιμούσῃ παιδεύσει, ἀφέμεν

Chapter XXXVI.—True knowledge not held by the philosophers.

And if “the discovery of the truth” be given among them as one definition of philosophy, how are they who are not in possession of the true knowledge worthy of the name of philosophy? For if Socrates, the wisest of your wise men, to whom even your oracle, as you yourselves say, bears witness, saying, “Of all men Socrates is the wisest”—if he confesses that he knows nothing, how did those who came after him profess to know even things heavenly? For Socrates said that he was on this account called wise, because, while other men pretended to know what they were ignorant of, he himself did not shrink from confessing that he knew nothing. For he said, “I seem to myself to be wisest by this little particular, that what I do not know, I do not suppose I know.” Let no one fancy that Socrates ironically feigned ignorance, because he often used to do so in his dialogues. For the last expression of his apology which he uttered as he was being led away to the prison, proves that in seriousness and truth he was confessing his ignorance: “But now it is time to go away, I indeed to die, but you to live. And which of us goes to the better state, is hidden to all but God.” Socrates, indeed, having uttered this last sentence in the Areopagus, departed to the prison, ascribing to God alone the knowledge of those things which are hidden from us; but those who came after him, though they are unable to comprehend even earthly things, profess to understand things heavenly as if they had seen them. Aristotle at least—as if he had seen things heavenly with greater accuracy than Plato—declared that God did not exist, as Plato said, in the fiery substance (for this was Plato’s doctrine) but in the fifth element, air. And while he demanded that concerning these matters he should be believed on account of the excellence of his language, he yet departed this life because he was overwhelmed with the infamy and disgrace of being unable to discover even the nature of the Euripus in Chalcis.81    This is now supposed to be fable. Let not any one, therefore, of sound judgment prefer the elegant diction of these men to his own salvation, but let him, according to that old story, stop his ears with wax, and flee the sweet hurt which these sirens would inflict upon him. For the above-mentioned men, presenting their elegant language as a kind of bait, have sought to seduce many from the right religion, in imitation of him who dared to teach the first men polytheism. Be not persuaded by these persons, I entreat you, but read the prophecies of the sacred writers.82    Literally, “sacred men.” And if any slothfulness or old hereditary superstition prevents you from reading the prophecies of the holy men through which you can be instructed regarding the one only God, which is the first article of the true religion, yet believe him who, though at first he taught you polytheism, yet afterwards preferred to sing a useful and necessary recantation—I mean Orpheus, who said what I quoted a little before; and believe the others who wrote the same things concerning one God. For it was the work of Divine Providence on your behalf, that they, though unwillingly, bore testimony that what the prophets said regarding one God was true, in order that, the doctrine of a plurality of gods being rejected by all, occasion might be afforded you of knowing the truth.

Εἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ' αὐτοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι; Εἰ γὰρ ὁ τῶν παρ' ὑμῖν σοφῶν σοφώτατος Σωκράτης, ᾧ καὶ τὸ χρηστήριον ὑμῶν, ὡς αὐτοί φατε, μαρτυρεῖ λέγον: Ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος, ὁμολογεῖ μηδὲν εἰδέναι, πῶς οἱ μετ' αὐτὸν καὶ τὰ ἐν οὐρανοῖς ἐπηγγέλλοντο εἰδέναι; Σωκράτης γὰρ ἑαυτὸν σοφὸν διὰ τοῦτ' εἰρῆσθαι ἔφη, ὅτι τῶν λοιπῶν ἀνθρώπων ἃ μὴ ἴσασι προσποιουμένων εἰδέναι αὐτὸς οὐκ ὤκνει μηδὲν εἰδέναι ὁμολογεῖν. Ἔφη γὰρ οὕτως: Ἔοικα οὖν αὐτῷ τούτῳ τῷ σμικρῷ σοφώτατος εἶναι, ὅτι ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι. Μηδεὶς δὲ οἰέσθω εἰρωνευόμενον ἄγνοιαν προσποιεῖσθαι Σωκράτη, ἐπειδὴ πολλάκις ἐν τοῖς διαλόγοις εἴωθε τοῦτο ποιεῖν: ἡ γὰρ τελευταία ῥῆσις τῆς ἀπολογίας, ἣν ἐπὶ τὸ δεσμωτήριον ἀπιὼν ἔφη, δηλοῖ μετὰ σπουδῆς αὐτὸν καὶ ἀληθείας τὴν ἄγνοιαν ὁμολογεῖν. Ἔφη γὰρ οὕτως: Ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοὶ μὲν τεθνηξομένῳ, ὑμῖν δὲ βιωσομένοις. Ὁπότεροι δὲ ἡμῶν ἐπὶ τὸ ἄμεινον πρᾶγμα ἔρχονται, ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ. Ἀλλὰ Σωκράτης μὲν ταύτην ὑστάτην ἐν τῷ Ἀρείῳ πάγῳ φωνὴν ἀφεὶς ἐπὶ τὸ δεσμωτήριον ὥρμησε, τῷ θεῷ μόνῳ τὴν τῶν παρ' ἡμῖν ἀδήλων πραγμάτων ἀναφέρων γνῶσιν, οἱ δὲ μετ' αὐτόν, μηδὲ τὰ ἐπὶ γῆς γνῶναι δυνάμενοι, τὰ ἐν οὐρανοῖς ὡς ἑωρακότες εἰδέναι ἐπαγγέλλονται. Ὁ γοῦν Ἀριστοτέλης, ὡς ἀκριβέστερον Πλάτωνος τὰ ἐν οὐρανοῖς ἑωρακώς, οὐχ ὥσπερ ὁ Πλάτων ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι λέγει (οὕτω καὶ αὐτὸς ἔφη), ἀλλ' ἐν τῷ αἰθεριώδει πέμπτῳ στοιχείῳ εἶναι αὐτὸν ἀπεφήνατο. Καὶ περὶ τούτων πιστεύεσθαι ἑαυτὸν διὰ δοκιμότητα φράσεως ἀξιῶν, οὐδὲ τὴν τοῦ Εὐρίπου φύσιν τοῦ ὄντος ἐν Χαλκίδι γνῶναι δυνηθείς, διὰ πολλὴν ἀδοξίαν καὶ αἰσχύνην λυπηθεὶς μετέστη τοῦ βίου. Μηδεὶς οὖν τῶν εὖ φρονούντων προτέραν ἡγείσθω τῆς ἑαυτοῦ σωτηρίας τὴν τούτων εὐγλωττίαν, ἀλλὰ κατὰ τὴν παλαιὰν ἐκείνην ἱστορίαν κηρῷ τὰ ὦτα φραξάμενος τὴν ἐκ τῶν Σειρήνων αὐτῶν ἐνοχλοῦσαν ἡδεῖαν φευγέτω βλάβην: οἱ γὰρ προειρημένοι ἄνδρες, ὥσπερ τι δέλεαρ τὴν εὐγλωττίαν προϊσχόμενοι, πολλοὺς ἀπάγειν τῆς ὀρθῆς θεοσεβείας προῄρηνται, μιμούμενοι τὸν τὴν πολυθεότητα τοὺς πρώτους ἀνθρώπους διδάξαι τολμήσαντα. Οἷς μὴ πείθεσθαι ὑμᾶς ἀξιῶ, ἐντυγχάνειν δὲ ταῖς τῶν ἱερῶν ἀνδρῶν προφητείαις. Εἰ δέ τις ὄκνος ἢ παλαιὰ τῶν προγόνων ὑμῶν δεισιδαιμονία τέως ἐντυγχάνειν ὑμᾶς ταῖς τῶν ἁγίων ἀνδρῶν προφητείαις κωλύει, δι' ὧν δυνατὸν μανθάνειν ὑμᾶς ἕνα καὶ μόνον εἶναι θεόν, ὃ πρῶτόν ἐστι τῆς ἀληθοῦς θεοσεβείας γνώρισμα, τῷ γοῦν πρότερον ὑμᾶς τὴν πολυθεότητα διδάξαντι, ὕστερον δὲ λυσιτελῆ καὶ ἀναγκαίαν παλινῳδίαν ᾆσαι προελομένῳ πείσθητε Ὀρφεῖ, ταῦτ' εἰρηκότι ἃ μικρῷ πρόσθεν γέγραφα, καὶ τοῖς λοιποῖς δὲ τοῖς τὰ αὐτὰ περὶ ἑνὸς θεοῦ γεγραφόσι πείσθητε. Θείας γὰρ ὑπὲρ ὑμῶν προνοίας ἔργον γέγονε τὸ καὶ ἄκοντας τούτους μαρτυρεῖν τὰ ὑπὸ τῶν προφητῶν περὶ ἑνὸς θεοῦ εἰρημένα ἀληθῆ εἶναι, ἵνα παρὰ πάντων ὁ τῆς πολυθεότητος ἀθετούμενος λόγος ἀφορμὴν ὑμῖν παρέχῃ τῆς ἀληθοῦς γνώσεως.