Ἀρχόμενος τῆς πρὸς ὑμᾶς παραινέσεως, ὦ ἄνδρες Ἕλληνες, εὔχομαι τῷ θεῷ ἐμοὶ μὲν ὑπάρξαι τὰ δέοντα πρὸς ὑμᾶς εἰπεῖν, ὑμᾶς δέ, τῆς προτέρας ἀφεμένους φιλ

 Τίνας τοίνυν, ὦ ἄνδρες Ἕλληνες, τῆς θεοσεβείας ὑμῶν διδασκάλους εἶναί φατε Τοὺς ποιητάς Ἀλλ' οὐ συνοίσει ὑμῖν πρὸς ἄνδρας τὰ τῶν ποιητῶν εἰδότας λέγ

 Εἰ δὲ τοὺς ποιητὰς παραιτεῖσθε λέγειν, ἐπειδὴ μύθους τε αὐτοῖς πλάττειν ἐξεῖναί φατε καὶ πολλὰ πόῤῥω τῆς ἀληθείας περὶ θεῶν μυθωδῶς διεξιέναι, τίνας ἑ

 Εἶθ' ἑξῆς ἀφ' ἑτέρας ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας καὶ τὰς ἐν αὐτοῖς ἁρμονίας καλεῖ τά τ' ἐξ ἀμφοτέρων σύνθε

 Ἀλλ' ἴσως οἱ τῆς ἀρχαίας καὶ παλαιᾶς ἐκείνης ἀποστῆναι μὴ βουλόμενοι πλάνης οὔ φασι παρὰ τῶν προειρημένων, ἀλλὰ παρὰ τῶν ἐνδοξοτάτων καὶ τελειοτάτων ἐ

 Ὅτι τοίνυν οἱ σφόδρα θαυμαστοὶ καθ' ὑμᾶς σοφοὶ οὐδ' ἐν τοῖς ἄλλοις συμφωνοῦντες φαίνονται, καὶ ἀπὸ τούτων γνῶναι ῥᾴδιον. Τοῦ γὰρ Πλάτωνος τρεῖς ἀρχὰς

 Ἀλλ' ἐν τούτοις μὲν ὑπεναντία φρονοῦντες ἀλλήλοις ἐλέγχονται. Εἰ δέ τις ἀκριβῶς τὰ κατ' αὐτοὺς σκοπεῖν ἐθέλοι, οὐδὲ ταῖς ἑαυτῶν δόξαις ἐμμένειν προῄρη

 Οὐκοῦν ἐπειδήπερ οὐδὲν ἀληθὲς περὶ θεοσεβείας παρὰ τῶν ὑμετέρων διδασκάλων μανθάνειν ἐστὶ δυνατόν, ἱκανὴν ὑμῖν ἀπόδειξιν τῆς ἑαυτῶν ἀγνοίας διὰ τῆς πρ

 Ἄρξομαι τοίνυν ἀπὸ τοῦ πρώτου παρ' ἡμῖν προφήτου τε καὶ νομοθέτου Μωϋσέως, πρότερον τοὺς χρόνους, καθ' οὓς γέγονε, μετὰ πάσης ἀξιοπίστου παρ' ὑμῖν μαρ

 Ταῦτα, ὦ ἄνδρες Ἕλληνες, οἱ ἔξωθεν τῆς ἡμετέρας θεοσεβείας περὶ τῆς ἀρχαιότητος Μωϋσέως ἱστοροῦντες γεγράφασι, καὶ ταῦτα πάντα παρ' Αἰγυπτίων ἱερέων μ

 Ὑμεῖς δέ, ἐπειδὴ διὰ τὴν προτέραν τῶν πατέρων ὑμῶν πλάνην τούτοις πείθεσθαι οὐκ οἴεσθε δεῖν, τίνας διδασκάλους ὑμῶν ἀξιοπίστους τῆς θεοσεβείας γεγενῆσ

 Ἀναγκαῖον δὲ οἶμαι καὶ τοὺς χρόνους σκοπεῖν, καθ' οὓς οἱ καθ' ὑμᾶς γεγόνασι φιλόσοφοι, ὅπως γνῶτε ὅτι σφόδρα νέος καὶ βραχύς ἐστιν ὁ τούτους ὑμῖν ἐνεγ

 Εἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω, ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆ

 Δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, τὰ μέλλοντα προορωμένους καὶ εἰς τὴν ὑπὸ πάντων, οὐ μόνον θεοσεβῶν ἀλλὰ καὶ τῶν ἔξωθεν, κηρυττομένην ἀφορῶντας κρίσ

 Ὀρφεὺς γοῦν, ὁ τῆς πολυθεότητος ὑμῶν, ὡς ἂν εἴποι τις, πρῶτος διδάσκαλος γεγονώς, οἷα πρὸς τὸν υἱὸν αὐτοῦ Μουσαῖον καὶ τοὺς λοιποὺς γνησίους ἀκροατὰς

 Τίνα δὲ καὶ τὴν ἀρχαίαν καὶ σφόδρα παλαιὰν Σίβυλλαν, ἧς καὶ Πλάτων καὶ Ἀριστοφάνης καὶ ἕτεροι πλείους ὡς χρησμῳδοῦ μέμνηνται, διὰ χρησμῶν ὑμᾶς διδάσκε

 Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵν

 Εἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω λέγοντος: Εἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεό

 Ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ α

 Πλάτων δέ, ἀποδεξάμενος μέν, ὡς ἔοικεν, τὴν περὶ ἑνὸς καὶ μόνου θεοῦ Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν διδασκαλίαν, ἣν ἐν Αἰγύπτῳ γενόμενος ἔγνω, διὰ δὲ

 Οὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν. Τὰ γὰρ ὀνόματα εἰς δήλωσιν καὶ διάγνωσιν τῶν ὑποκειμένων κεῖται πραγμάτων, πολλῶν καὶ διαφόρων ὄντων:

 Ταῦτα τοίνυν ἐν Αἰγύπτῳ μαθὼν ὁ Πλάτων, καὶ σφόδρα ἀρεσθεὶς τοῖς περὶ ἑνὸς θεοῦ εἰρημένοις, τοῦ μὲν ὀνόματος Μωϋσέως, διὰ τὸ ἕνα καὶ μόνον διδάσκειν θ

 Ἀλλ' ἴσως τινές, τῶν τῆς πολυθεότητος δογμάτων ἀποστῆναι μὴ βουλόμενοι, αὐτὸν τὸν δημιουργὸν τοῖς δημιουργηθεῖσι θεοῖς ταῦτ' εἰρηκέναι φήσουσιν: Ἐπείπ

 Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα: Στρεπτοὶ δέ τε καὶ θε

 Πῶς οὖν ὁ Πλάτων Ὁμήρῳ μέμφεται τοὺς θεοὺς στρεπτοὺς εἶναι λέγοντι, καίτοι Ὁμήρου διὰ τὸ χρήσιμον τοῦτ' εἰρηκότος, ὡς ἔστι δῆλον ἀπ' αὐτῶν τῶν εἰρημέν

 Θαυμαζέτω δὲ μηδείς, εἰ Μωϋσεῖ πεισθεὶς ὁ Πλάτων περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ οὕτως γέγραφεν. Εὑρήσεις γὰρ αὐτὸν μυστικῶς μετὰ τὸν ὄντως ὄντα θεὸν καὶ

 Ἐν δὲ τῷ δεκάτῳ σαφῶς καὶ φανερῶς ἃ παρὰ τῶν προφητῶν περὶ κρίσεως μεμάθηκε, ταῦτα οὐχ ὡς παρ' αὐτῶν μεμαθηκώς, διὰ τὸ πρὸς Ἕλληνας δέος, ἀλλ' ὡς παρά

 Καὶ οὐχ ὁ Πλάτων μόνον, ἀλλὰ καὶ Ὅμηρος, ὁμοίως καὶ αὐτὸς ἐν Αἰγύπτῳ μαθών, τὸν Τιτυὸν ὁμοίως τιμωρεῖσθαι ἔφη. Οὕτω γὰρ ἐν τῇ νεκυομαντείᾳ Ὀδυσσεὺς τῷ

 Καὶ Πλάτων δέ, μετὰ τὸν θεὸν καὶ τὴν ὕλην τὸ εἶδος τρίτην ἀρχὴν εἶναι λέγων, οὐκ ἄλλοθέν ποθεν ἀλλὰ παρὰ Μωϋσέως τὴν πρόφασιν εἰληφὼς φαίνεται, τὸ μὲν

 Ὁμοίως δὲ καὶ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ ἀνθρώπου σφαλεὶς φαίνεται: καὶ τούτων γὰρ εἰδέας εἶναι οἴεται. Ἐπειδὴ γὰρ Μωϋσῆς οὕτω γέγραφεν: Ἐν ἀ

 Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ὁ Πλάτων πτηνὸν ἅρμα ἐλαύνειν τὸν Δία ἐν οὐρανῷ λέγει, εἰ μὴ ταῖς τῶν προφητῶν ἐντυχὼν ἱστορίαις Ἔγνω γὰρ ἀπὸ τῶν τοῦ πρ

 Εἰ δέ τις καὶ περὶ τῆς ἄνωθεν παρὰ θεοῦ κατιούσης ἐπὶ τοὺς ἁγίους ἄνδρας δωρεᾶς, ἣν πνεῦμα ἅγιον ὀνομάζουσιν οἱ ἱεροὶ προφῆται, ἀκριβῶς σκοπεῖν ἐθέλοι

 Πόθεν δὲ μαθὼν ὁ Πλάτων τὸν χρόνον μετ' οὐρανοῦ γεγενῆσθαι ἔγνω Οὕτω γὰρ γέγραφε: Χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵνα ἅμα γενόμενοι ἅμα καὶ λυθῶσ

 Εἰ δὲ καὶ τὸν περὶ τῶν ἀγαλμάτων τις ἐξετάζοι λόγον, πόθεν ὁρμώμενοι οἱ πρῶτοι τοὺς θεοὺς ὑμῶν κατασκευάσαντες ἀνθρώπων μορφὰς ἔχειν αὐτοὺς διέγνωσαν,

 Καιρὸς οὖν ἥκει νῦν πεισθέντας ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, ἀπὸ τῶν ἔξωθεν ἱστοριῶν, ὅτι πολλῷ πρεσβύτατος Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται γεγόνασιν πάντων τ

 Εἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ' αὐτοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι Εἰ γ

 Ἔσται δὲ ὑμῖν ῥᾳδίως τὴν ὀρθὴν θεοσέβειαν ἐκ μέρους παρὰ τῆς παλαιᾶς Σιβύλλης, ἔκ τινος δυνατῆς ἐπιπνοίας διὰ χρησμῶν ὑμᾶς διδασκούσης, μανθάνειν, ταῦ

 Πλὴν ἀλλ' ἐπειδήπερ, ὦ ἄνδρες Ἕλληνες, οὐκ ἐν ποιητικοῖς μέτροις τὰ τῆς ἀληθοῦς θεοσεβείας πράγματα οὐδὲ ἐν τῇ παρ' ὑμῖν εὐδοκιμούσῃ παιδεύσει, ἀφέμεν

Chapter XIII.—History of the Septuagint.

But if any one says that the writings of Moses and of the rest of the prophets were also written in the Greek character, let him read profane histories, and know that Ptolemy, king of Egypt, when he had built the library in Alexandria, and by gathering books from every quarter had filled it, then learnt that very ancient histories written in Hebrew happened to be carefully preserved; and wishing to know their contents, he sent for seventy wise men from Jerusalem, who were acquainted with both the Greek and Hebrew language, and appointed them to translate the books; and that in freedom from all disturbance they might the more speedily complete the translation, he ordered that there should be constructed, not in the city itself, but seven stadia off (where the Pharos was built), as many little cots as there were translators, so that each by himself might complete his own translation; and enjoined upon those officers who were appointed to this duty, to afford them all attendance, but to prevent communication with one another, in order that the accuracy of the translation might be discernible even by their agreement. And when he ascertained that the seventy men had not only given the same meaning, but had employed the same words, and had failed in agreement with one another not even to the extent of one word; but had written the same things, and concerning the same things, he was struck with amazement, and believed that the translation had been written by divine power, and perceived that the men were worthy of all honour, as beloved of God; and with many gifts ordered them to return to their own country. And having, as was natural, marvelled at the books, and concluded them to be divine, he consecrated them in that library. These things, ye men of Greece, are no fable, nor do we narrate fictions; but we ourselves having been in Alexandria, saw the remains of the little cots at the Pharos still preserved, and having heard these things from the inhabitants, who had received them as part of their country’s tradition,36    [Doubtless Justin relates the tradition as he received it. Consult Dr. Selwyn’s full account of the fables concerning the LXX., in Smith’s Dict. of the Bible, iii. p. 1203 ff.] we now tell to you what you can also learn from others, and specially from those wise and esteemed men who have written of these things, Philo and Josephus, and many others. But if any of those who are wont to be forward in contradiction should say that these books do not belong to us, but to the Jews, and should assert that we in vain profess to have learnt our religion from them, let him know, as he may from those very things which are written in these books, that not to them, but to us, does the doctrine of them refer. That the books relating to our religion are to this day preserved among the Jews, has been a work of Divine Providence on our behalf; for lest, by producing them out of the Church, we should give occasion to those who wish to slander us to charge us with fraud, we demand that they be produced from the synagogue of the Jews, that from the very books still preserved among them it might clearly and evidently appear, that the laws which were written by holy men for instruction pertain to us.

Εἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω, ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύς, βιβλιοθήκην ἐν τῇ Ἀλεξανδρείᾳ κατασκευάσας καὶ πανταχόθεν συναγαγὼν βιβλία καὶ πληρώσας αὐτήν, ἔπειτα μαθὼν ὅτι ἀρχαίας ἱστορίας τοῖς τῶν Ἑβραίων γράμμασι γεγραμμένας σώζεσθαι ἀκριβῶς συμβαίνει, γνῶναι τὰ γεγραμμένα βουλόμενος, σοφοὺς ἄνδρας ἑβδομήκοντα, τοὺς καὶ τὴν Ἑλλήνων καὶ Ἑβραίων διάλεκτον εἰδότας, ἑρμηνεῦσαι αὐτοῖς τὰς βίβλους προσέταξεν, ἀπὸ τῆς Ἱερουσαλὴμ μεταστειλάμενος. Καὶ ἵνα πάσης ὀχλήσεως ἐκτὸς ὄντες θᾶττον ἑρμηνεύσωσι, προσέταξεν αὐτοῖς μὴ ἐν αὐτῇ τῇ πόλει, ἀλλὰ ἀπὸ ἑπτὰ σταδίων ἔνθα τὸν φάρον ᾠκοδομῆσθαι συμβαίνει, ἰσαρίθμους τῶν ἑρμηνευόντων οἰκίσκους γενέσθαι μικρούς, ἐπὶ τῷ ἕκαστον ἰδίᾳ καθ' ἑαυτὸν τὴν ἑρμηνείαν πληρῶσαι, προστάξας τοῖς ἐφεστῶσιν ὑπηρέταις πάσης μὲν αὐτοὺς θεραπείας τυγχάνειν, εἴργεσθαι δὲ τῆς πρὸς ἀλλήλους ὁμιλίας, ἵνα τὸ τῆς ἑρμηνείας ἀκριβὲς καὶ διὰ τῆς τούτων συμφωνίας γνωσθῆναι δυνηθῇ. Ἐπεὶ δὲ ἔγνω τοὺς ἑβδομήκοντα ἄνδρας μὴ μόνον τῇ αὐτῇ διανοίᾳ ἀλλὰ καὶ ταῖς αὐταῖς λέξεσι χρησαμένους, καὶ μηδὲ ἄχρι μιᾶς λέξεως τῆς πρὸς ἀλλήλους συμφωνίας διημαρτηκότας ἀλλὰ τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν γεγραφότας, ἐκπλαγεὶς καὶ θείᾳ δυνάμει τὴν ἑρμηνείαν γεγράφθαι πιστεύσας, πάσης μὲν τιμῆς αὐτοὺς ἀξίους, ὡς θεοφιλεῖς ἄνδρας, διέγνω, μετὰ πολλῶν δὲ δώρων αὐτοὺς εἰς τὴν ἑαυτῶν πατρίδα ἐπανελθεῖν προσέταξε, τὰς δὲ βίβλους ἐκθειάσας, ὡς εἰκός, ἐκεῖσε ἀνέθηκεν. Ταῦτα οὐ μύθους ὑμῖν, ὦ ἄνδρες Ἕλληνες, οὐδὲ πεπλασμένας ἱστορίας ἀπαγγέλλομεν: ἀλλ' αὐτοὶ ἐν τῇ Ἀλεξανδρείᾳ γενόμενοι καὶ τὰ ἴχνη τῶν οἰκίσκων ἐν τῇ Φάρῳ ἑωρακότες ἔτι σωζόμενα, καὶ παρὰ τῶν ἐκεῖ ὡς τὰ πάτρια παρειληφότων ἀκηκοότες, ταῦτα ἀπαγγέλλομεν, ἃ καὶ παρ' ἑτέρων ἔξεστιν ὑμῖν μανθάνειν, καὶ μάλιστα παρ' αὐτῶν τῶν περὶ τούτων ἱστορησάντων σοφῶν καὶ δοκίμων ἀνδρῶν, Φίλωνός τε καὶ Ἰωσήπου, καὶ ἑτέρων πλειόνων. Εἰ δέ τις φάσκοι τῶν προχείρως ἀντιλέγειν εἰθισμένων, μὴ ἡμῖν τὰς βίβλους ταύτας ἀλλὰ Ἰουδαίοις προσήκειν, διὰ τὸ ἔτι καὶ νῦν ἐν ταῖς συναγωγαῖς αὐτῶν σώζεσθαι, καὶ μάτην ἡμᾶς ἐκ τούτων φάσκειν τὴν θεοσέβειαν μεμαθηκέναι λέγοι, γνώτω ἀπ' αὐτῶν τῶν ἐν ταῖς βίβλοις γεγραμμένων ὅτι οὐκ αὐτοῖς ἀλλ' ἡμῖν ἡ ἐκ τούτων διαφέρει διδασκαλία. Τὸ δὲ παρὰ Ἰουδαίοις ἔτι καὶ νῦν τὰς τῇ ἡμετέρᾳ θεοσεβείᾳ διαφερούσας σώζεσθαι βίβλους θείας προνοίας ἔργον ὑπὲρ ἡμῶν γέγονεν: ἵνα γὰρ μὴ ἐκ τῆς ἐκκλησίας προκομίζοντες πρόφασιν ῥᾳδιουργίας τοῖς βλασφημεῖν ἡμᾶς βουλομένοις παράσχωμεν, ἀπὸ τῆς τῶν Ἰουδαίων συναγωγῆς ταύτας ἀξιοῦμεν προκομίζεσθαι, ἵνα ἀπ' αὐτῶν τῶν ἔτι παρ' αὐτοῖς σωζομένων βιβλίων, ὡς ἡμῖν τὰ πρὸς διδασκαλίαν ὑπὸ τῶν ἁγίων ἀνδρῶν γραφέντα δίκαια σαφῶς καὶ φανερῶς προσήκει, φανῇ.