Ἀρχόμενος τῆς πρὸς ὑμᾶς παραινέσεως, ὦ ἄνδρες Ἕλληνες, εὔχομαι τῷ θεῷ ἐμοὶ μὲν ὑπάρξαι τὰ δέοντα πρὸς ὑμᾶς εἰπεῖν, ὑμᾶς δέ, τῆς προτέρας ἀφεμένους φιλ

 Τίνας τοίνυν, ὦ ἄνδρες Ἕλληνες, τῆς θεοσεβείας ὑμῶν διδασκάλους εἶναί φατε Τοὺς ποιητάς Ἀλλ' οὐ συνοίσει ὑμῖν πρὸς ἄνδρας τὰ τῶν ποιητῶν εἰδότας λέγ

 Εἰ δὲ τοὺς ποιητὰς παραιτεῖσθε λέγειν, ἐπειδὴ μύθους τε αὐτοῖς πλάττειν ἐξεῖναί φατε καὶ πολλὰ πόῤῥω τῆς ἀληθείας περὶ θεῶν μυθωδῶς διεξιέναι, τίνας ἑ

 Εἶθ' ἑξῆς ἀφ' ἑτέρας ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας καὶ τὰς ἐν αὐτοῖς ἁρμονίας καλεῖ τά τ' ἐξ ἀμφοτέρων σύνθε

 Ἀλλ' ἴσως οἱ τῆς ἀρχαίας καὶ παλαιᾶς ἐκείνης ἀποστῆναι μὴ βουλόμενοι πλάνης οὔ φασι παρὰ τῶν προειρημένων, ἀλλὰ παρὰ τῶν ἐνδοξοτάτων καὶ τελειοτάτων ἐ

 Ὅτι τοίνυν οἱ σφόδρα θαυμαστοὶ καθ' ὑμᾶς σοφοὶ οὐδ' ἐν τοῖς ἄλλοις συμφωνοῦντες φαίνονται, καὶ ἀπὸ τούτων γνῶναι ῥᾴδιον. Τοῦ γὰρ Πλάτωνος τρεῖς ἀρχὰς

 Ἀλλ' ἐν τούτοις μὲν ὑπεναντία φρονοῦντες ἀλλήλοις ἐλέγχονται. Εἰ δέ τις ἀκριβῶς τὰ κατ' αὐτοὺς σκοπεῖν ἐθέλοι, οὐδὲ ταῖς ἑαυτῶν δόξαις ἐμμένειν προῄρη

 Οὐκοῦν ἐπειδήπερ οὐδὲν ἀληθὲς περὶ θεοσεβείας παρὰ τῶν ὑμετέρων διδασκάλων μανθάνειν ἐστὶ δυνατόν, ἱκανὴν ὑμῖν ἀπόδειξιν τῆς ἑαυτῶν ἀγνοίας διὰ τῆς πρ

 Ἄρξομαι τοίνυν ἀπὸ τοῦ πρώτου παρ' ἡμῖν προφήτου τε καὶ νομοθέτου Μωϋσέως, πρότερον τοὺς χρόνους, καθ' οὓς γέγονε, μετὰ πάσης ἀξιοπίστου παρ' ὑμῖν μαρ

 Ταῦτα, ὦ ἄνδρες Ἕλληνες, οἱ ἔξωθεν τῆς ἡμετέρας θεοσεβείας περὶ τῆς ἀρχαιότητος Μωϋσέως ἱστοροῦντες γεγράφασι, καὶ ταῦτα πάντα παρ' Αἰγυπτίων ἱερέων μ

 Ὑμεῖς δέ, ἐπειδὴ διὰ τὴν προτέραν τῶν πατέρων ὑμῶν πλάνην τούτοις πείθεσθαι οὐκ οἴεσθε δεῖν, τίνας διδασκάλους ὑμῶν ἀξιοπίστους τῆς θεοσεβείας γεγενῆσ

 Ἀναγκαῖον δὲ οἶμαι καὶ τοὺς χρόνους σκοπεῖν, καθ' οὓς οἱ καθ' ὑμᾶς γεγόνασι φιλόσοφοι, ὅπως γνῶτε ὅτι σφόδρα νέος καὶ βραχύς ἐστιν ὁ τούτους ὑμῖν ἐνεγ

 Εἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω, ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆ

 Δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, τὰ μέλλοντα προορωμένους καὶ εἰς τὴν ὑπὸ πάντων, οὐ μόνον θεοσεβῶν ἀλλὰ καὶ τῶν ἔξωθεν, κηρυττομένην ἀφορῶντας κρίσ

 Ὀρφεὺς γοῦν, ὁ τῆς πολυθεότητος ὑμῶν, ὡς ἂν εἴποι τις, πρῶτος διδάσκαλος γεγονώς, οἷα πρὸς τὸν υἱὸν αὐτοῦ Μουσαῖον καὶ τοὺς λοιποὺς γνησίους ἀκροατὰς

 Τίνα δὲ καὶ τὴν ἀρχαίαν καὶ σφόδρα παλαιὰν Σίβυλλαν, ἧς καὶ Πλάτων καὶ Ἀριστοφάνης καὶ ἕτεροι πλείους ὡς χρησμῳδοῦ μέμνηνται, διὰ χρησμῶν ὑμᾶς διδάσκε

 Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵν

 Εἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω λέγοντος: Εἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεό

 Ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ α

 Πλάτων δέ, ἀποδεξάμενος μέν, ὡς ἔοικεν, τὴν περὶ ἑνὸς καὶ μόνου θεοῦ Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν διδασκαλίαν, ἣν ἐν Αἰγύπτῳ γενόμενος ἔγνω, διὰ δὲ

 Οὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν. Τὰ γὰρ ὀνόματα εἰς δήλωσιν καὶ διάγνωσιν τῶν ὑποκειμένων κεῖται πραγμάτων, πολλῶν καὶ διαφόρων ὄντων:

 Ταῦτα τοίνυν ἐν Αἰγύπτῳ μαθὼν ὁ Πλάτων, καὶ σφόδρα ἀρεσθεὶς τοῖς περὶ ἑνὸς θεοῦ εἰρημένοις, τοῦ μὲν ὀνόματος Μωϋσέως, διὰ τὸ ἕνα καὶ μόνον διδάσκειν θ

 Ἀλλ' ἴσως τινές, τῶν τῆς πολυθεότητος δογμάτων ἀποστῆναι μὴ βουλόμενοι, αὐτὸν τὸν δημιουργὸν τοῖς δημιουργηθεῖσι θεοῖς ταῦτ' εἰρηκέναι φήσουσιν: Ἐπείπ

 Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα: Στρεπτοὶ δέ τε καὶ θε

 Πῶς οὖν ὁ Πλάτων Ὁμήρῳ μέμφεται τοὺς θεοὺς στρεπτοὺς εἶναι λέγοντι, καίτοι Ὁμήρου διὰ τὸ χρήσιμον τοῦτ' εἰρηκότος, ὡς ἔστι δῆλον ἀπ' αὐτῶν τῶν εἰρημέν

 Θαυμαζέτω δὲ μηδείς, εἰ Μωϋσεῖ πεισθεὶς ὁ Πλάτων περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ οὕτως γέγραφεν. Εὑρήσεις γὰρ αὐτὸν μυστικῶς μετὰ τὸν ὄντως ὄντα θεὸν καὶ

 Ἐν δὲ τῷ δεκάτῳ σαφῶς καὶ φανερῶς ἃ παρὰ τῶν προφητῶν περὶ κρίσεως μεμάθηκε, ταῦτα οὐχ ὡς παρ' αὐτῶν μεμαθηκώς, διὰ τὸ πρὸς Ἕλληνας δέος, ἀλλ' ὡς παρά

 Καὶ οὐχ ὁ Πλάτων μόνον, ἀλλὰ καὶ Ὅμηρος, ὁμοίως καὶ αὐτὸς ἐν Αἰγύπτῳ μαθών, τὸν Τιτυὸν ὁμοίως τιμωρεῖσθαι ἔφη. Οὕτω γὰρ ἐν τῇ νεκυομαντείᾳ Ὀδυσσεὺς τῷ

 Καὶ Πλάτων δέ, μετὰ τὸν θεὸν καὶ τὴν ὕλην τὸ εἶδος τρίτην ἀρχὴν εἶναι λέγων, οὐκ ἄλλοθέν ποθεν ἀλλὰ παρὰ Μωϋσέως τὴν πρόφασιν εἰληφὼς φαίνεται, τὸ μὲν

 Ὁμοίως δὲ καὶ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ ἀνθρώπου σφαλεὶς φαίνεται: καὶ τούτων γὰρ εἰδέας εἶναι οἴεται. Ἐπειδὴ γὰρ Μωϋσῆς οὕτω γέγραφεν: Ἐν ἀ

 Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ὁ Πλάτων πτηνὸν ἅρμα ἐλαύνειν τὸν Δία ἐν οὐρανῷ λέγει, εἰ μὴ ταῖς τῶν προφητῶν ἐντυχὼν ἱστορίαις Ἔγνω γὰρ ἀπὸ τῶν τοῦ πρ

 Εἰ δέ τις καὶ περὶ τῆς ἄνωθεν παρὰ θεοῦ κατιούσης ἐπὶ τοὺς ἁγίους ἄνδρας δωρεᾶς, ἣν πνεῦμα ἅγιον ὀνομάζουσιν οἱ ἱεροὶ προφῆται, ἀκριβῶς σκοπεῖν ἐθέλοι

 Πόθεν δὲ μαθὼν ὁ Πλάτων τὸν χρόνον μετ' οὐρανοῦ γεγενῆσθαι ἔγνω Οὕτω γὰρ γέγραφε: Χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵνα ἅμα γενόμενοι ἅμα καὶ λυθῶσ

 Εἰ δὲ καὶ τὸν περὶ τῶν ἀγαλμάτων τις ἐξετάζοι λόγον, πόθεν ὁρμώμενοι οἱ πρῶτοι τοὺς θεοὺς ὑμῶν κατασκευάσαντες ἀνθρώπων μορφὰς ἔχειν αὐτοὺς διέγνωσαν,

 Καιρὸς οὖν ἥκει νῦν πεισθέντας ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, ἀπὸ τῶν ἔξωθεν ἱστοριῶν, ὅτι πολλῷ πρεσβύτατος Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται γεγόνασιν πάντων τ

 Εἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ' αὐτοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι Εἰ γ

 Ἔσται δὲ ὑμῖν ῥᾳδίως τὴν ὀρθὴν θεοσέβειαν ἐκ μέρους παρὰ τῆς παλαιᾶς Σιβύλλης, ἔκ τινος δυνατῆς ἐπιπνοίας διὰ χρησμῶν ὑμᾶς διδασκούσης, μανθάνειν, ταῦ

 Πλὴν ἀλλ' ἐπειδήπερ, ὦ ἄνδρες Ἕλληνες, οὐκ ἐν ποιητικοῖς μέτροις τὰ τῆς ἀληθοῦς θεοσεβείας πράγματα οὐδὲ ἐν τῇ παρ' ὑμῖν εὐδοκιμούσῃ παιδεύσει, ἀφέμεν

Chapter XXXV.—Appeal to the Greeks.

The time, then, ye men of Greece, is now come, that ye, having been persuaded by the secular histories that Moses and the rest of the prophets were far more ancient than any of those who have been esteemed sages among you, abandon the ancient delusion of your forefathers, and read the divine histories of the prophets, and ascertain from them the true religion; for they do not present to you artful discourses, nor speak speciously and plausibly—for this is the property of those who wish to rob you of the truth—but use with simplicity the words and expressions which offer themselves, and declare to you whatever the Holy Ghost, who descended upon them, chose to teach through them to those who are desirous to learn the true religion. Having then laid aside all false shame, and the inveterate error of mankind, with all its bombastic parade and empty noise, though by means of it you fancy you are possessed of all advantages, do you give yourselves to the things that profit you. For neither will you commit any offence against your fathers, if you now show a desire to betake yourselves to that which is quite opposed to their error, since it is likely enough that they themselves are now lamenting in Hades, and repenting with a too late repentance; and if it were possible for them to show you thence what had befallen them after the termination of this life, ye would know from what fearful ills they desired to deliver you. But now, since it is not possible in this present life that ye either learn from them, or from those who here profess to teach that philosophy which is falsely so called, it follows as the one thing that remains for you to do, that, renouncing the error of your fathers, ye read the prophecies of the sacred writers,79    Literally, “sacred men.” not requiring from them unexceptionable diction (for the matters of our religion lie in works,80    [A noteworthy apology for early Christian writers.] not in words), and learn from them what will give you life everlasting. For those who bootlessly disgrace the name of philosophy are convicted of knowing nothing at all, as they are themselves forced, though unwillingly, to confess, since not only do they disagree with each other, but also expressed their own opinions sometimes in one way, sometimes in another.

Καιρὸς οὖν ἥκει νῦν πεισθέντας ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, ἀπὸ τῶν ἔξωθεν ἱστοριῶν, ὅτι πολλῷ πρεσβύτατος Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται γεγόνασιν πάντων τῶν παρ' ὑμῖν σοφῶν γεγενῆσθαι νομισθέντων, τῆς παλαιᾶς μὲν ὑμᾶς τῶν προγόνων ἀποστῆναι πλάνης, ἐντυχεῖν δὲ ταῖς θείαις τῶν προφητῶν ἱστορίαις καὶ γνῶναι παρ' αὐτῶν τὴν ἀληθῆ θεοσέβειαν, οὐ λόγων ὑμῖν ἀπαγγελλόντων τέχνας, οὐδὲ πιθανῶς καὶ πιστευτικῶς λεγόντων (τοῦτο γὰρ ἴδιον τῶν τὴν ἀλήθειαν κλέπτειν ἐθελόντων), ἀλλὰ ἁπλῶς τοῖς ἐπιτυχοῦσιν ὀνόμασί τε καὶ ῥήμασι χρωμένων, καὶ ταῦθ' ὑμῖν ἀπαγγελλόντων ἃ τὸ ἅγιον ἐπ' αὐτοὺς κατελθὸν πνεῦμα τοὺς τὴν ἀληθῆ θεοσέβειαν μανθάνειν βουλομένους δι' αὐτῶν διδάσκειν προῄρηται. Πᾶσαν οὖν αἰδῶ καὶ παλαιὰν ἀνθρώπων πλάνην καὶ τὸν τῶν ὄγκων φαντασιώδη παρωσάμενοι ψόφον, δι' οὗ καὶ τὴν πᾶσαν ἀπόλαυσιν ἔχειν οἴεσθε, ἔχεσθε τῶν ὑμῖν συμφερόντων. Οὐδὲν γὰρ ἔσται παρ' ὑμῶν οὐδὲ περὶ τοὺς προγόνους ὑμῶν πλημμελές, εἰ εἰς τὴν ἐναντίαν τρέπεσθαι νυνὶ τῆς ἐξ ἐκείνων βούλεσθε πλάνης, οὓς εἰκὸς ἐν ᾅδου νυνὶ ἐκπρόθεσμον μετάνοιαν μετανοοῦντας ὀδύρεσθαι: οἷς εἰ δυνατὸν ἦν ἐκεῖθεν δηλοῦν ὑμῖν τὰ μετὰ τελευτὴν τοῦδε τοῦ βίου συμβεβηκότα αὐτοῖς, ἔγνωτε ἂν ὅσων ὑμᾶς ἀπαλλάξαι κακῶν προείλοντο. Νυνὶ δὲ ἐπεὶ μὴ δυνατὸν ἐν τῷ παρόντι μήτε παρ' ἐκείνων ὑμᾶς μανθάνειν μήτε μὴν παρὰ τῶν ἐνταῦθα τὴν ψευδώνυμον ταύτην φιλοσοφίαν φιλοσοφεῖν ἐπαγγελλομένων, ἀκόλουθον ὑμῖν ἔσται λοιπὸν τὴν τῶν προγόνων ὑμῶν ἀπωσαμένους πλάνην ἐντυγχάνειν ταῖς τῶν ἱερῶν ἀνδρῶν προφητείαις, μὴ δοκιμότητα φράσεως παρ' αὐτῶν αἰτοῦντας (οὐ γὰρ ἐν λόγοις ἀλλ' ἐν ἔργοις τὰ τῆς ἡμετέρας θεοσεβείας πράγματα), καὶ μαθεῖν παρ' αὐτῶν τὰ αἴτια ὑμῖν τῆς αἰωνίου ζωῆς ἐσόμενα. Οἱ γὰρ μάτην τὸ τῆς φιλοσοφίας ἐπηρεάζοντες ὄνομα οὐδὲν εἰδότες ἐλέγχονται, ὡς καὶ αὐτοὶ ὁμολογεῖν καὶ ἄκοντες ἀναγκάζονται, δι' ὧν οὐ πρὸς ἀλλήλους στασιάζουσι μόνον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ἄλλοτε ἄλλως ἐκτίθενται δόξας.