Ἀρχόμενος τῆς πρὸς ὑμᾶς παραινέσεως, ὦ ἄνδρες Ἕλληνες, εὔχομαι τῷ θεῷ ἐμοὶ μὲν ὑπάρξαι τὰ δέοντα πρὸς ὑμᾶς εἰπεῖν, ὑμᾶς δέ, τῆς προτέρας ἀφεμένους φιλ

 Τίνας τοίνυν, ὦ ἄνδρες Ἕλληνες, τῆς θεοσεβείας ὑμῶν διδασκάλους εἶναί φατε Τοὺς ποιητάς Ἀλλ' οὐ συνοίσει ὑμῖν πρὸς ἄνδρας τὰ τῶν ποιητῶν εἰδότας λέγ

 Εἰ δὲ τοὺς ποιητὰς παραιτεῖσθε λέγειν, ἐπειδὴ μύθους τε αὐτοῖς πλάττειν ἐξεῖναί φατε καὶ πολλὰ πόῤῥω τῆς ἀληθείας περὶ θεῶν μυθωδῶς διεξιέναι, τίνας ἑ

 Εἶθ' ἑξῆς ἀφ' ἑτέρας ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας καὶ τὰς ἐν αὐτοῖς ἁρμονίας καλεῖ τά τ' ἐξ ἀμφοτέρων σύνθε

 Ἀλλ' ἴσως οἱ τῆς ἀρχαίας καὶ παλαιᾶς ἐκείνης ἀποστῆναι μὴ βουλόμενοι πλάνης οὔ φασι παρὰ τῶν προειρημένων, ἀλλὰ παρὰ τῶν ἐνδοξοτάτων καὶ τελειοτάτων ἐ

 Ὅτι τοίνυν οἱ σφόδρα θαυμαστοὶ καθ' ὑμᾶς σοφοὶ οὐδ' ἐν τοῖς ἄλλοις συμφωνοῦντες φαίνονται, καὶ ἀπὸ τούτων γνῶναι ῥᾴδιον. Τοῦ γὰρ Πλάτωνος τρεῖς ἀρχὰς

 Ἀλλ' ἐν τούτοις μὲν ὑπεναντία φρονοῦντες ἀλλήλοις ἐλέγχονται. Εἰ δέ τις ἀκριβῶς τὰ κατ' αὐτοὺς σκοπεῖν ἐθέλοι, οὐδὲ ταῖς ἑαυτῶν δόξαις ἐμμένειν προῄρη

 Οὐκοῦν ἐπειδήπερ οὐδὲν ἀληθὲς περὶ θεοσεβείας παρὰ τῶν ὑμετέρων διδασκάλων μανθάνειν ἐστὶ δυνατόν, ἱκανὴν ὑμῖν ἀπόδειξιν τῆς ἑαυτῶν ἀγνοίας διὰ τῆς πρ

 Ἄρξομαι τοίνυν ἀπὸ τοῦ πρώτου παρ' ἡμῖν προφήτου τε καὶ νομοθέτου Μωϋσέως, πρότερον τοὺς χρόνους, καθ' οὓς γέγονε, μετὰ πάσης ἀξιοπίστου παρ' ὑμῖν μαρ

 Ταῦτα, ὦ ἄνδρες Ἕλληνες, οἱ ἔξωθεν τῆς ἡμετέρας θεοσεβείας περὶ τῆς ἀρχαιότητος Μωϋσέως ἱστοροῦντες γεγράφασι, καὶ ταῦτα πάντα παρ' Αἰγυπτίων ἱερέων μ

 Ὑμεῖς δέ, ἐπειδὴ διὰ τὴν προτέραν τῶν πατέρων ὑμῶν πλάνην τούτοις πείθεσθαι οὐκ οἴεσθε δεῖν, τίνας διδασκάλους ὑμῶν ἀξιοπίστους τῆς θεοσεβείας γεγενῆσ

 Ἀναγκαῖον δὲ οἶμαι καὶ τοὺς χρόνους σκοπεῖν, καθ' οὓς οἱ καθ' ὑμᾶς γεγόνασι φιλόσοφοι, ὅπως γνῶτε ὅτι σφόδρα νέος καὶ βραχύς ἐστιν ὁ τούτους ὑμῖν ἐνεγ

 Εἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω, ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆ

 Δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, τὰ μέλλοντα προορωμένους καὶ εἰς τὴν ὑπὸ πάντων, οὐ μόνον θεοσεβῶν ἀλλὰ καὶ τῶν ἔξωθεν, κηρυττομένην ἀφορῶντας κρίσ

 Ὀρφεὺς γοῦν, ὁ τῆς πολυθεότητος ὑμῶν, ὡς ἂν εἴποι τις, πρῶτος διδάσκαλος γεγονώς, οἷα πρὸς τὸν υἱὸν αὐτοῦ Μουσαῖον καὶ τοὺς λοιποὺς γνησίους ἀκροατὰς

 Τίνα δὲ καὶ τὴν ἀρχαίαν καὶ σφόδρα παλαιὰν Σίβυλλαν, ἧς καὶ Πλάτων καὶ Ἀριστοφάνης καὶ ἕτεροι πλείους ὡς χρησμῳδοῦ μέμνηνται, διὰ χρησμῶν ὑμᾶς διδάσκε

 Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵν

 Εἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω λέγοντος: Εἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεό

 Ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ α

 Πλάτων δέ, ἀποδεξάμενος μέν, ὡς ἔοικεν, τὴν περὶ ἑνὸς καὶ μόνου θεοῦ Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν διδασκαλίαν, ἣν ἐν Αἰγύπτῳ γενόμενος ἔγνω, διὰ δὲ

 Οὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν. Τὰ γὰρ ὀνόματα εἰς δήλωσιν καὶ διάγνωσιν τῶν ὑποκειμένων κεῖται πραγμάτων, πολλῶν καὶ διαφόρων ὄντων:

 Ταῦτα τοίνυν ἐν Αἰγύπτῳ μαθὼν ὁ Πλάτων, καὶ σφόδρα ἀρεσθεὶς τοῖς περὶ ἑνὸς θεοῦ εἰρημένοις, τοῦ μὲν ὀνόματος Μωϋσέως, διὰ τὸ ἕνα καὶ μόνον διδάσκειν θ

 Ἀλλ' ἴσως τινές, τῶν τῆς πολυθεότητος δογμάτων ἀποστῆναι μὴ βουλόμενοι, αὐτὸν τὸν δημιουργὸν τοῖς δημιουργηθεῖσι θεοῖς ταῦτ' εἰρηκέναι φήσουσιν: Ἐπείπ

 Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα: Στρεπτοὶ δέ τε καὶ θε

 Πῶς οὖν ὁ Πλάτων Ὁμήρῳ μέμφεται τοὺς θεοὺς στρεπτοὺς εἶναι λέγοντι, καίτοι Ὁμήρου διὰ τὸ χρήσιμον τοῦτ' εἰρηκότος, ὡς ἔστι δῆλον ἀπ' αὐτῶν τῶν εἰρημέν

 Θαυμαζέτω δὲ μηδείς, εἰ Μωϋσεῖ πεισθεὶς ὁ Πλάτων περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ οὕτως γέγραφεν. Εὑρήσεις γὰρ αὐτὸν μυστικῶς μετὰ τὸν ὄντως ὄντα θεὸν καὶ

 Ἐν δὲ τῷ δεκάτῳ σαφῶς καὶ φανερῶς ἃ παρὰ τῶν προφητῶν περὶ κρίσεως μεμάθηκε, ταῦτα οὐχ ὡς παρ' αὐτῶν μεμαθηκώς, διὰ τὸ πρὸς Ἕλληνας δέος, ἀλλ' ὡς παρά

 Καὶ οὐχ ὁ Πλάτων μόνον, ἀλλὰ καὶ Ὅμηρος, ὁμοίως καὶ αὐτὸς ἐν Αἰγύπτῳ μαθών, τὸν Τιτυὸν ὁμοίως τιμωρεῖσθαι ἔφη. Οὕτω γὰρ ἐν τῇ νεκυομαντείᾳ Ὀδυσσεὺς τῷ

 Καὶ Πλάτων δέ, μετὰ τὸν θεὸν καὶ τὴν ὕλην τὸ εἶδος τρίτην ἀρχὴν εἶναι λέγων, οὐκ ἄλλοθέν ποθεν ἀλλὰ παρὰ Μωϋσέως τὴν πρόφασιν εἰληφὼς φαίνεται, τὸ μὲν

 Ὁμοίως δὲ καὶ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ ἀνθρώπου σφαλεὶς φαίνεται: καὶ τούτων γὰρ εἰδέας εἶναι οἴεται. Ἐπειδὴ γὰρ Μωϋσῆς οὕτω γέγραφεν: Ἐν ἀ

 Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ὁ Πλάτων πτηνὸν ἅρμα ἐλαύνειν τὸν Δία ἐν οὐρανῷ λέγει, εἰ μὴ ταῖς τῶν προφητῶν ἐντυχὼν ἱστορίαις Ἔγνω γὰρ ἀπὸ τῶν τοῦ πρ

 Εἰ δέ τις καὶ περὶ τῆς ἄνωθεν παρὰ θεοῦ κατιούσης ἐπὶ τοὺς ἁγίους ἄνδρας δωρεᾶς, ἣν πνεῦμα ἅγιον ὀνομάζουσιν οἱ ἱεροὶ προφῆται, ἀκριβῶς σκοπεῖν ἐθέλοι

 Πόθεν δὲ μαθὼν ὁ Πλάτων τὸν χρόνον μετ' οὐρανοῦ γεγενῆσθαι ἔγνω Οὕτω γὰρ γέγραφε: Χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵνα ἅμα γενόμενοι ἅμα καὶ λυθῶσ

 Εἰ δὲ καὶ τὸν περὶ τῶν ἀγαλμάτων τις ἐξετάζοι λόγον, πόθεν ὁρμώμενοι οἱ πρῶτοι τοὺς θεοὺς ὑμῶν κατασκευάσαντες ἀνθρώπων μορφὰς ἔχειν αὐτοὺς διέγνωσαν,

 Καιρὸς οὖν ἥκει νῦν πεισθέντας ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, ἀπὸ τῶν ἔξωθεν ἱστοριῶν, ὅτι πολλῷ πρεσβύτατος Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται γεγόνασιν πάντων τ

 Εἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ' αὐτοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι Εἰ γ

 Ἔσται δὲ ὑμῖν ῥᾳδίως τὴν ὀρθὴν θεοσέβειαν ἐκ μέρους παρὰ τῆς παλαιᾶς Σιβύλλης, ἔκ τινος δυνατῆς ἐπιπνοίας διὰ χρησμῶν ὑμᾶς διδασκούσης, μανθάνειν, ταῦ

 Πλὴν ἀλλ' ἐπειδήπερ, ὦ ἄνδρες Ἕλληνες, οὐκ ἐν ποιητικοῖς μέτροις τὰ τῆς ἀληθοῦς θεοσεβείας πράγματα οὐδὲ ἐν τῇ παρ' ὑμῖν εὐδοκιμούσῃ παιδεύσει, ἀφέμεν

Chapter XXIV.—Agreement of Plato and Homer.

How, then, does Plato banish Homer from his republic, since, in the embassy to Achilles, he represents Phœnix as saying to Achilles, “Even the gods themselves are not inflexible,”50    Iliad, ix. 497. though Homer said this not of the king and Platonic maker of the gods, but of some of the multitude whom the Greeks esteem as gods, as one can gather from Plato’s saying, “gods of gods?” For Homer, by that golden chain,51    That is, by the challenge of the chain introduced—Iliad, viii. 18. refers all power and might to the one highest God. And the rest of the gods, he said, were so far distant from his divinity, that he thought fit to name them even along with men. At least he introduces Ulysses saying of Hector to Achilles, “He is raging terribly, trusting in Zeus, and values neither men nor gods.”52    Iliad, ix. 238. In this passage Homer seems to me without doubt to have learnt in Egypt, like Plato, concerning the one God, and plainly and openly to declare this, that he who trusts in the really existent God makes no account of those that do not exist. For thus the poet, in another passage, and employing another but equivalent word, to wit, a pronoun, made use of the same participle employed by Plato to designate the really existent God, concerning whom Plato said, “What that is which always exists, and has no birth.” For not without a double sense does this expression of Phœnix seem to have been used: “Not even if God Himself were to promise me, that, having burnished off my old age, He should set me forth in the flower of youth.” For the pronoun “Himself” signifies the really existing God. For thus, too, the oracle which was given to you concerning the Chaldæans and Hebrews signifies. For when some one inquired what men had ever lived godly, you say the answer was:—

“Only the Chaldæans and the Hebrews found wisdom,

Worshipping God Himself, the unbegotten King.”

Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα: Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, καίτοι Ὁμήρου οὐ περὶ τοῦ βασιλέως καὶ κατὰ Πλάτωνα δημιουργοῦ τῶν θεῶν ταῦτ' εἰρηκότος, ἀλλὰ περί τινων θεῶν, τῶν παρ' Ἕλλησι πολλῶν εἶναι νομιζομένων, ὡς ἔστιν ἡμῖν καὶ παρ' αὐτοῦ Πλάτωνος μανθάνειν, θεοὶ θεῶν λέγοντος; Τῷ γὰρ ἑνὶ καὶ πρώτῳ θεῷ τὴν ἐξουσίαν καὶ τὸ κράτος ἁπάντων Ὅμηρος διὰ τῆς χρυσῆς ἐκείνης ἀναφέρει σειρᾶς, τοὺς δὲ λοιποὺς θεοὺς τοσοῦτ' ἀπέχειν ἔφη τῆς ἐκείνου θεότητος, ὥστε αὐτοὺς καὶ μετὰ ἀνθρώπων ὀνομάζειν ἀξιοῦν. Τὸν γοῦν Ὀδυσσέα κατὰ τοῦ Ἕκτορος πρὸς τὸν Ἀχιλλέα εἰσάγει λέγοντα: Μαίνεται ἐκπάγλως, πίσυνος Διΐ, οὐδέ τι τίει Ἀνέρας οὐδὲ θεούς. Ἐνταῦθά μοι Ὅμηρος δοκεῖ πάντως που καὶ αὐτὸς ὥσπερ ὁ Πλάτων ἐν Αἰγύπτῳ μαθὼν περὶ ἑνὸς θεοῦ σαφῶς καὶ φανερῶς τουτὶ ἐμφαίνειν, ὅτι ὁ τῷ ὄντι πεποιθὼς θεῷ τῶν μὴ ὄντων ἀμελεῖ. Οὕτως γὰρ ὁ ποιητῆς καὶ ἀλλαχοῦ που, δι' ἑτέρας λέξεως ἰσοδυναμούσης, τῇ ἀντωνυμίᾳ, ταὐτῇ τῇ ὑπὸ Πλάτωνος εἰρημένῃ μετοχῇ, κέχρηται, τὸν ὄντα θεὸν ἀπαγγελλούσῃ, περὶ οὗ ὁ Πλάτων ἔφη: Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον. Οὐ γὰρ ἁπλῶς εἰρῆσθαί μοι δοκεῖ τὸ ὑπὸ τοῦ Φοίνικος εἰρημένον: Οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα. Ἡ γὰρ αὐτὸς ἀντωνυμία τὸν ὄντως ὄντα σημαίνει θεόν. Οὕτως γὰρ καὶ ὁ περὶ τῶν Χαλδαίων ὑμῖν καὶ Ἑβραίων εἰρημένος σημαίνει χρησμός: πυθομένου γάρ τινος, τίνας πώποτε θεοσεβεῖς ἄνδρας γεγενῆσθαι συνέβη, οὕτως εἰρηκέναι αὐτόν φατε: Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ' ἄρ' Ἑβραῖοι, Αὐτογένητον ἄνακτα σεβαζόμενοι θεὸν αὐτόν.