1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

42

τοῦ δεῦρο οὕτως καὶ φιλομαθὴς ἔσῃ. Θέλω δέ σοι καὶ τὰ τῶν χρόνων θεοῦ παρέχοντος νῦν ἀκρι- βέστερον ἐπιδεῖξαι, ἵνα ἐπιγνῷς ὅτι οὐ πρόσφατος οὐδὲ μυθώδης ἐστὶν ὁ καθ' ἡμᾶς λόγος, ἀλλ' ἀρχαιότερος καὶ ἀληθέστερος ἁπάντων ποιητῶν καὶ συγγραφέων, τῶν ἐπ' ἀδήλῳ συγγραψάντων. οἱ μὲν γὰρ τὸν κόσμον ἀγένητον εἰπόντες εἰς τὸ ἀπέραντον ἐχώρησαν, ἕτεροι δὲ γενητὸν φήσαντες εἶπον ὡς ἤδη μυριάδας ἐτῶν πεντε- καίδεκα ἐληλυθέναι καὶ τρισχίλια ἑβδομήκοντα πέντε ἔτη. ταῦτα μὲν οὖν Ἀπολλώνιος ὁ Aἰγύπτιος ἱστορεῖ. Πλάτων δέ, ὁ δοκῶν Ἑλλήνων σοφώτερος γεγενῆσθαι, εἰς πόσην φλυαρίαν ἐχώρησεν! ἐν γὰρ ταῖς Πολιτείαις αὐτοῦ ἐπιγραφομέναις ·ητῶς κεῖται· "Πῶς γὰρ ἄν, εἴ γε ἔμενε τάδε οὕτως πάντα χρόνον ὡς νῦν διακοσμεῖται, καινὸν ἀνευρίσκετό ποτε ὁτιοῦν τοῦτο; ὅτι μὲν μυριάκις μυρία ἔτη διελάνθανεν ἄρα τοὺς τότε· χίλια δ' ἀφ' οὗ γέγονεν ἢ δὶς τοσαῦτα ἔτη· τὰ μὲν ἀπὸ ∆αιδάλου καταφανῆ γέγονεν, τὰ δὲ ἀπὸ Ὀρφέως, τὰ δὲ ἀπὸ Παλαμήδους." καὶ ταῦτα εἰπὼν γεγενῆσθαι, τὰ μὲν μυριάκις μυρία ἔτη ἀπὸ κατακλυσμοῦ ἕως ∆αιδάλου δηλοῖ. καὶ πολλὰ φήσας περὶ πολέων καὶ κατοικισμῶν καὶ ἐθνῶν, ὁμολογεῖ εἰκασμῷ ταῦτα εἰρηκέναι. λέγει γάρ· Ἕἰ γοῦν, ὦ ξένε, τις ἡμῖν ὑπόσχηται θεὸς ὡς, ἂν ἐπιχειρήσωμεν τὸ β τῇ τῆς νομοθεσίας σκέψει, τῶν νῦν εἰρημένων λόγων οὐ χείρους οὐδ' ἐλάττους ἀκουσό- μεθα, μακρὰν ἂν ἔλθοιμι ἔγωγε." δηλονότι εἰκασμῷ ἔφη· εἰ δὲ εἰκασμῷ, οὐκ ἄρα ἀληθῆ ἐστιν τὰ ὑπ' αὐτοῦ εἰρημένα. ∆εῖ οὖν μᾶλλον μαθητὴν γενέσθαι τῆς νομοθεσίας τοῦ θεοῦ, καθὼς καὶ αὐτὸς ὡμολόγηκεν ἄλλως μὴ δύνασθαι τὸ ἀκριβὲς μαθεῖν, ἐὰν μὴ ὁ θεὸς διδάξῃ διὰ τοῦ νόμου. τί δέ; οὐχὶ καὶ οἱ ποιηταὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἔφασαν ἑαυτοὺς ἀπὸ θείας προνοίας μεμαθηκέναι; ἔτι μὴν μάντεις καὶ προγνώστας γεγενῆσθαι κατὰ τοὺς συγγραφεῖς, καὶ τοὺς παρ' αὐτῶν μαθόντας ἀκριβῶς συγγεγραφέναι φασίν. πόσῳ οὖν μᾶλλον ἡμεῖς τὰ ἀληθῆ εἰσόμεθα οἱ μανθάνοντες ἀπὸ τῶν ἁγίων προφητῶν, τῶν χωρησάν- των τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ; διὸ σύμφωνα καὶ φίλα ἀλλήλοις οἱ πάντες προφῆται εἶπον, καὶ προεκήρυξαν τὰ μέλλοντα ἔσεσθαι παντὶ τῷ κόσμῳ. τοὺς γὰρ φιλομαθεῖς μᾶλλον δὲ φιλαληθεῖς δύναται αὐτὴ ἡ ἔκβασις τῶν προαναπεφωνημένων πραγμάτων καὶ ἤδη ἀπηρτισμένων ἐκδιδάσκειν ὄντως ἀληθῆ εἶναι τὰ δι' αὐτῶν κεκηρυγμένα περί τε χρόνων καὶ καιρῶν τῶν πρὸ κατακλυσμοῦ, ἀφ' οὗ ἔκτισται ὁ κόσμος ἕως τοῦ δεῦρο, ὡς συνέστηκε τὰ ἔτη, εἰς τὸ ἐπιδεῖξαι τὴν φλυαρίαν τοῦ ψεύδους τῶν συγγραφέων, ὅτι οὐκ ἀληθῆ ἐστιν τὰ δι' αὐτῶν ηθέντα. Πλάτων γάρ, ὡς προειρήκαμεν, δηλώσας κατακλυσμὸν γεγενῆ- σθαι, ἔφη μὴ πάσης τῆς γῆς ἀλλὰ τῶν πεδίων μόνον γεγενῆσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὑψηλοτάτοις ὄρεσιν αὐτοὺς διασεσῶσθαι. ἕτεροι δὲ λέγουσι γεγονέναι ∆ευκαλίωνα καὶ Πύρραν, καὶ τούτους ἐν λάρνακι διασεσῶσθαι καὶ τὸν ∆ευκαλίωνα μετὰ τὸ ἐλθεῖν ἐκ τῆς