1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

27

σὺ δύνασαι ἐντυχεῖν. Μετὰ τὸν κατακλυσμὸν ἀρχὴ πάλιν ἐγένετο πόλεων καὶ βασιλέων τὸν τρόπον τοῦτον. πρώτη πόλις Βαβυλών, καὶ Ὀρὲχ καὶ Ἀρχὰθ καὶ Χαλανὴ ἐν τῇ γῇ Σενναάρ. καὶ βασιλεὺς ἐγένετο αὐτῶν ὀνόματι Νεβρώθ. ἐκ τούτων ἐξῆλθεν ὀνόματι Ἀσσούρ· ὅθεν καὶ Ἀσσύριοι προσαγορεύονται. Νεβρὼθ δὲ ᾠκο- δόμησεν πόλεις τὴν Νινευὴ καὶ τὴν Ῥοβοὼμ καὶ τὴν Καλὰκ καὶ τὴν ∆ασὲν ἀνὰ μέσον Νινευὴ καὶ ἀνὰ μέσον Καλάκ. ἡ δὲ Νινευὴ ἐγενήθη ἐν πρώτοις πόλις μεγάλη. ἕτερος δὲ υἱὸς τοῦ Σὴμ υἱοῦ τοῦ Νῶε ὀνόματι Μεστραεὶν ἐγέννησεν τοὺς Λουδουεὶμ καὶ τοὺς καλουμένους Ἐνεμιγεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλεὶμ καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθεν Φυλιστιείμ. Τῶν μὲν οὖν τριῶν υἱῶν τοῦ Νῶε καὶ τῆς συντελείας αὐτῶν καὶ γενεαλογίας, ἐγένετο ἡμῖν ὁ κατάλογος ἐν ἐπιτομῇ ἐν ᾗ προειρήκαμεν βίβλῳ. καὶ νῦν δὲ τὰ παραλελειμμένα ἐπιμνησθησόμεθα περί τε πόλεων καὶ βασιλέων, τῶν τε γεγενημένων ὁπότε ἦν χεῖλος ἓν καὶ μία γλῶσσα. πρὸ τοῦ τὰς διαλέκτους μερισθῆναι αὗται αἱ προγεγραμμέναι ἐγενήθησαν πόλεις. ἐν δὲ τῷ μέλλειν αὐτοὺς διαμερίζεσθαι, συμβούλιον ἐποίησαν γνώμῃ ἰδίᾳ, καὶ οὐ διὰ θεοῦ, οἰκοδομῆσαι πόλιν καὶ πύργον, οὗ ἡ ἄκρα φθάσῃ εἰς τὸν οὐρανὸν ἀφικέσθαι, ὅπως ποιήσωσιν ἑαυτοῖς ὄνομα δόξης. ἐπειδὴ οὖν παρὰ προαίρεσιν θεοῦ βαρὺ ἔργον ἐτόλμησαν ποιῆσαι, κατέβαλεν αὐτῶν ὁ θεὸς τὴν πόλιν καὶ τὸν πύργον κατέστρωσεν. ἔκτοτε ἐνήλλαξεν τὰς γλώσσας τῶν ἀνθρώπων, δοὺς ἑκάστῳ διάφορον διάλεκτον. Σίβυλλα μὲν οὕτως σεσήμακεν, κατ- αγγέλλουσα ὀργὴν τῷ κόσμῳ μέλλειν ἔρχεσθαι. Ἔφη δὲ οὕτως· Ἀλλ' ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί, ἅς ποτ' ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν χώρῃ ἐν Ἀσσυρίῃ. ὁμόφωνοι δ' ἦσαν ἅπαντες, καὶ βούλοντ' ἀναβῆναι εἰς οὐρανὸν ἀστερόεντα. αὐτίκα δ' ἀθάνατος μεγάλην ἐπέθηκεν ἀνάγκην πνεύμασιν· αὐτὰρ ἔπειτ' ἄνεμοι μέγαν ὑψόθι πύργον ·ίψαν καὶ θνητοῖσιν ἐπ' ἀλλήλοις ἔριν ὦρσαν. αὐτὰρ ἐπεὶ πύργος τ' ἔπεσεν, γλῶσσαί τ' ἀνθρώπων εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους. καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων. Ἐν δὲ τῇ γῇ Χαναὰν ἐγένετο πόλις ᾗ ὄνομα Χαρράν. κατ' ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Aἰγύπτου ἐγένετο Φαραώ, ὃς καὶ Νεχαὼθ κατὰ Aἰγυπτίους ὠνομάσθη· καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ γῇ Σενναάρ, ἐν τοῖς καλουμένοις Χαλ- δαίοις, πρῶτος βασιλεὺς ἐγένετο Ἁριώχ· μετὰ δὲ τοῦτον ἕτερος Ἐλλάσαρ, καὶ μετὰ τοῦτον Χοδολλαγόμορ βασιλεὺς Aἰλάμ, καὶ μετὰ τοῦτον Θαργὰλ βασιλεὺς ἐθνῶν τῶν καλουμένων Ἀσσυρίων. ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε· πρώτη ἡ καλουμένη Σόδομα, ἔπειτα Γόμορρα,