1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

34

Μαλαχίας ὁ προφήτης προείρηκεν· "Ἰδοὺ ἡμέρα ἔρχεται κυρίου ὡς κλίβανος καιόμενος, καὶ ἀνάψει πάντας τοὺς ἀσεβεῖς." καὶ Ἠσαΐας· "Ἥξει γὰρ ὀργὴ θεοῦ <ὡς πῦρ καὶ> ὡς χάλαζα συγ- καταφερομένη βίᾳ καὶ ὡς ὕδωρ σῦρον ἐν φάραγγι." Τοίνυν Σίβυλλα καὶ οἱ λοιποὶ προφῆται, ἀλλὰ μὴν καὶ οἱ ποιηταὶ καὶ φιλόσοφοι καὶ αὐτοὶ δεδηλώκασιν περὶ δικαιοσύνης καὶ κρίσεως καὶ κολάσεως· ἔτι μὴν καὶ περὶ προνοίας, ὅτι φροντίζει ὁ θεὸς οὐ μόνον περὶ τῶν ζώντων ἡμῶν ἀλλὰ καὶ τῶν τεθνεώτων, καίπερ ἄκοντες ἔφασαν· ἠλέγχοντο γὰρ ὑπὸ τῆς ἀληθείας. καὶ τῶν μὲν προφητῶν Σολομὼν περὶ τῶν τεθνηκότων εἶπεν· "Ἔσται ἴασις ταῖς σαρξὶν καὶ ἐπιμέλεια τῶν ὀστέων." τὸ δ' αὐτὸ καὶ ∆αυίδ· "Ἀγαλ- λιάσεται ὀστᾶ τεταπεινωμένα." τούτοις ἀκόλουθα εἴρηκεν καὶ Τιμοκλῆς, λέγων· Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός. καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες καθῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας καὶ περὶ ἀκρισίας φάσκοντες ὡμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν ὡμολόγησαν. Ὅμηρος μὲν οὖν εἰπών· Ψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται, ἐν ἑτέρῳ λέγει· Ψυχὴ δ' ἐκ ·εθέων πταμένη Ἄϊδόσδε βεβήκει, καὶ πάλιν· Θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. Τὰ δὲ περὶ τῶν λοιπῶν, οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασιν. ταῦτα δὲ πάντα συνήσει πᾶς ὁ ζητῶν τὴν σοφίαν τοῦ θεοῦ καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. καὶ γάρ τις εἶπεν προφήτης ὧν προεγράψαμεν, ὀνόματι Ὠσηέ· "Τίς σοφὸς καὶ συνήσει ταῦτα, συνετὸς καὶ γνώσεται; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς." χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. πειράθητι οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές. Θεόφιλος Aὐτολύκῳ χαίρειν. Ἐπειδὴ οἱ συγγραφεῖς βούλονται πληθὺν βίβλων συγγράφειν πρὸς κενὴν δόξαν, οἱ μὲν περὶ θεῶν καὶ πολέμων ἢ χρόνων, τινὲς δὲ καὶ μύθων ἀνωφελῶν καὶ τῆς λοιπῆς ματαιοπονίας, ἧς ἤσκεις καὶ σὺ ἕως τοῦ δεῦρο, κἀκείνου μὲν τοῦ καμάτου οὐκ ὀκνεῖς ἀνεχόμενος, ἡμῖν δὲ συμβαλὼν ἔτι λῆρον ἡγῇ τυγχάνειν τὸν λόγον τῆς ἀληθείας, οἰόμενος προσφάτους καὶ νεωτερικὰς εἶναι τὰς παρ' ἡμῖν γραφάς, διὸ δὴ κἀγὼ οὐκ ὀκνήσω ἀνακεφαλαιώσασθαί σοι παρέχοντος θεοῦ τὴν ἀρχαιότητα τῶν παρ' ἡμῖν γραμμάτων, ὑπόμνημά σοι ποιού- μενος δι' ὀλίγων, ὅπως μὴ ὀκνήσῃς ἐντυγχάνειν αὐτῷ, ἐπιγνῷς δὲ τῶν λοιπῶν συνταξάντων τὴν φλυαρίαν. Ἐχρῆν γὰρ τοὺς συγγράφοντας αὐτοὺς αὐτόπτας γεγενῆσθαι περὶ ὧν διαβεβαιοῦνται, ἢ ἀκριβῶς μεμαθηκέναι ὑπὸ τῶν τεθεα- μένων αὐτά. τρόπῳ γάρ τινι οἱ τὰ ἄδηλα συγγράφοντες ἀέρα