1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

32

ξουθά, λιγυπτερόφωνα, ταράσσοντ' ἀέρα ταρσοῖς, ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν· ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν, πάντων δ' ἡγητῆρα κατέστησεν θεότευκτον, ἀνδρὶ δ' ὑπαίταξεν παμποίκιλα κοὐ καταληπτά. τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ' ἅπαντα; ἀλλ' αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ' ἀπ' ἀρχῆς ἄφθαρτος κτίστης αἰώνιος, αἰθέρα ναίων, τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν, τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων, καὶ πόλεμον καὶ λοιμὸν ἴδ' ἄλγεα δακρυόεντα. ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε; Aἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες. οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ, εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας; ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν σητόβρωτα δέδορκε, πυκναῖς δ' ἀράχναις δεδίασται· προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι, καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα, καὶ παρ' ὁδοῖσι λίθων συγχώσματα· ταῦτα σέβεσθε ἄλλα τε πολλὰ μάταια, ἃ δή κ' αἰσχρὸν ἀγορεύειν, εἰσι θεοὶ μερόπων δόλῳ ἡγητῆρες ἀβούλων τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός. ὃς δ' ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς, καὶ μέλιτος γλυκερώτερον ἀνδράσι χάρμα ἐκπροχέει τῷ δὴ μόνῳ αὐχένα κάμπτειν, καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ' ἀνακλίνοις. ταῦτα λιπόντες ἅπαντα, δίκης μεστὸν τὸ κύπελλον ζωρότερον, στιβαρόν, βεβαρημένον, εὖ μάλ' ἄκρητον, εἱλκύσατ' ἀφροσύνῃ μεμανηότι πνεύματι πάντες· κοὐ θέλετ' ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν, καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ' ἐφορῶντα. τοὔνεκεν αἰσθομένοιο πυρὸς σέλας ἔρχετ' ἐφ' ὑμᾶς· λαμπάσι καυθήσεσθε δι' αἰῶνος τὸ πανῆμαρ, ψευδέσιν αἰσχυνθέντες ἐπ' εἰδώλοισιν ἀχρήστοις. οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοὶ οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον, δαινύμενοι γλυκὺν ἄρτον ἀπ' οὐρανοῦ ἀστερόεντος. ὅτι μὲν οὖν ταῦτα ἀληθῆ καὶ ὠφέλιμα καὶ δίκαια καὶ προφιλῆ πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστιν, καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσιν κατ' ἀξίαν τῶν πράξεων κολασθῆναι. Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξεῖπον ταῦτα καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσιν κολάζεσθαι. Aἰσχύλος ἔφη· ∆ράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται.