De caeco nato (olim sub auctore Joanne Chrysostomo)

 λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, ἵνα παρ' αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν. Μία ἐστὶν ἡ λαμπρότης, ἀλλ' ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀπ

 σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον· τί ὠφέλησε τὴν ἀκόλαστον Αἰγυπτίαν ἡ ἐν κοιτῶνι μοιχεία; τί ἔβλαψε τὴν πρωτομάρτυρα Θέκλαν τὸ ἐν θεάτρῳ γυμνὴν π

 συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. Καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστ

 ἔχομεν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἔτι δὲ ἡ θαυμασία ∆εβόῤῥα ἐν γυναιξὶν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς π

 καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγν

 ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν· μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τῷ εἰπεῖν, Μὴ καὶ ὑμεῖς; ἔδειξεν, ὅτι τὸ Ἐγὼ ὁμολογεῖται. Ταύτην τὴν φω

 φωτισθείς· ἐννόησον αὐτὸν, ὅτι εἰ ὑπὲρ ἀνθρώπου νομίζων συνηγορεῖν, οὐκ ἐξέστη τῆς ἀληθείας, ἐὰν μάθῃ εὐαγγελικῶς λέγειν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λό

 προαίρεσις Ἰουδαϊκή· ἡ δὲ τοῦ δευτέρου Χριστιανικὴ, ἀπὸ κακῶν μὲν ὁρμωμένη, μετανοίᾳ δὲ τὴν σωτηρίαν ἁρπάζει)· λέγει οὖν ὁ ἀγνώμων λῃστὴς, καὶ Ἰουδαϊκ

 μηδεὶς ἄλλος; Ἀλλ' ὅτι ἐπίστευσε τῷ Θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρε

 ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· ὁ Σωτὴρ γὰρ ἀπεφήνατο· Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρ

ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· ὁ Σωτὴρ γὰρ ἀπεφήνατο· Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐχ ηὕρισκεν εὐκαιρίαν ἢ παῤῥησίαν ὁ λῃστὴς, οὐκ εἶχε καιρὸν βαπτισθῆναι· ἐν τῷ σταυρῷ γὰρ ἐκρέματο Εὑρίσκει τοιγαροῦν ὁ Σωτὴρ ἐν ἀπόροις πόρον. Ἐπειδὴ γὰρ ἐπίστευσε τῷ Σωτῆρι ὁ 59.553 πεπαλαιωμένος ταῖς ἁμαρτίαις, καὶ ἔδει αὐτὸν καθαρισθῆναι, οἰκονομεῖ ὁ Χριστὸς μετὰ τὸ πάθος τὸν στρατιώτην νύξαι τῇ λόγχῃ τὴν πλευρὰν τοῦ Κυρίου, καὶ ἐκπηδᾷ αἷμα καὶ ὕδωρ· ἐκ γὰρ τῆς πλευρᾶς αὐτοῦ, φησὶν ὁ Εὐαγγελιστὴς, Ἐξῆλθεν αἷμα καὶ ὕδωρ, ἐν ἀληθείᾳ τοῦ πεσόντος, εἰς τύπον τῶν μυστηρίων. Καὶ οὐκ ἐξῆλθε δὲ τὸ αἷμα καὶ τὸ ὕδωρ οὕτως ἁπλῶς ῥέον, ἀλλὰ ῥοίζῳ, ἵνα ῥαντίσῃ τὸ σῶμα τοῦ λῃστοῦ· τὸ γὰρ μετὰ ῥοίζου πεμπόμενον ῥαντίζει, τὸ δὲ ῥέον ἠρέμα ῥέει, καθὼς ἔρχεται. Ἀλλὰ μετὰ ῥοίζου ἐξῆλθεν τὸ αἷμα καὶ τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, ἵνα ῥαντίσας τὸν λῃστὴν βαπτίσῃ, ὡς καὶ ὁ Ἀπόστολος λέγει· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. ∆ιὰ τί παρὰ τὸν Ἄβελ κρεῖττον λαλεῖ 59.554 τὸ αἷμα τοῦ Χριστοῦ; Ἐπειδὴ τὸ αἷμα τοῦ Ἄβελ ἐν τῇ κορυφῇ τοῦ φονέως· τὸ δὲ αἷμα τοῦ Χριστοῦ καθαρίζει καὶ τοὺς φονευτὰς μετανοοῦντας. Μάθε οὖν τὸν ζῆλον τῆς ἀληθείας, καὶ ἀγάπησον τὴν ὑπὲρ Χριστοῦ παῤῥησίαν· ἀκολούθησον ἀληθεῖ ∆ιδασκάλῳ ὑπὲρ ἀληθείας ἀγωνιζομένῳ, ἵνα οὕτως ἀκούσας παρὰ τοῦ ἀποστόλου Παύλου, Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, καταξιωθῇς καὶ αὐτὸς τῶν στεφάνων τῆς δικαιοσύνης, καὶ ὧν ἡτοίμασεν αἰωνίων ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸν Χριστὸς ὁ Θεὸς ἡμῶν· ὧν γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.