De caeco nato (olim sub auctore Joanne Chrysostomo)

 λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, ἵνα παρ' αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν. Μία ἐστὶν ἡ λαμπρότης, ἀλλ' ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀπ

 σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον· τί ὠφέλησε τὴν ἀκόλαστον Αἰγυπτίαν ἡ ἐν κοιτῶνι μοιχεία; τί ἔβλαψε τὴν πρωτομάρτυρα Θέκλαν τὸ ἐν θεάτρῳ γυμνὴν π

 συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. Καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστ

 ἔχομεν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἔτι δὲ ἡ θαυμασία ∆εβόῤῥα ἐν γυναιξὶν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς π

 καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγν

 ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν· μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τῷ εἰπεῖν, Μὴ καὶ ὑμεῖς; ἔδειξεν, ὅτι τὸ Ἐγὼ ὁμολογεῖται. Ταύτην τὴν φω

 φωτισθείς· ἐννόησον αὐτὸν, ὅτι εἰ ὑπὲρ ἀνθρώπου νομίζων συνηγορεῖν, οὐκ ἐξέστη τῆς ἀληθείας, ἐὰν μάθῃ εὐαγγελικῶς λέγειν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λό

 προαίρεσις Ἰουδαϊκή· ἡ δὲ τοῦ δευτέρου Χριστιανικὴ, ἀπὸ κακῶν μὲν ὁρμωμένη, μετανοίᾳ δὲ τὴν σωτηρίαν ἁρπάζει)· λέγει οὖν ὁ ἀγνώμων λῃστὴς, καὶ Ἰουδαϊκ

 μηδεὶς ἄλλος; Ἀλλ' ὅτι ἐπίστευσε τῷ Θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρε

 ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· ὁ Σωτὴρ γὰρ ἀπεφήνατο· Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρ

συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. Καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστὸν ἐλπίδι· καὶ ὡς ἄριστος φυτοκόμος καὶ κηπουρὸς, τρέφει μὲν τὰ φυτὰ τῆς Ἐκκλησίας, ἐκριζοῖ δὲ, εἴ τι νόθον σπέρμα καὶ βλάστημα· τὴν νόσον τῆς δυσσεβείας, τὴν πλάνην τὴν Ἑλληνικὴν ὡς ἀκάνθας πυρὶ παραδίδωσι· τὴν δὲ αἱρετικὴν πλάνην ὡς ἄγρωστιν ἐκτίλας ἐκβάλλει, 59.546 ζήλῳ ἐνδεδυμένος Θεοῦ, ὃν οἱ πολλοὶ ἀγνοοῦσιν. Εἰώθασι γάρ τινες κατασοφιστεύειν τῆς Ἐκκλησίας καὶ τῶν ἁγίων ποιμένων, ὥσπερ οὖν καὶ τούτου τοῦ θαυμασίου πατρός· καὶ πολλοὶ ἐν ἐπιεικείας σχήματι ἀργίαν εἰσάγουσι, καὶ ζῆλον ὑβρίζουσι, καὶ Θεοῦ ἀκμάζοντα λόγον πειρῶνται ἀμβλύνειν. Ἔστι γὰρ εὑρεῖν τινα ἐν σχήματι ἐπιεικείας λέγοντα· Τί γὰρ κοινὸν ἔχομεν πρὸς τοὺς Ἕλληνας; θέλει σωθῆναι; σωθήτω. Ὁ ταῦτα λέγων οὐδέπω ἐτρώθη ζήλῳ εὐσεβείας· ὁ βλέπων ἀπολλύμενον, καὶ μὴ πενθῶν τὴν ἐκείνου ἀπώλειαν, καὶ ἰδίαν ζημίαν τιθέμενος, οὐκ οἶδε ζῆλον εὐσεβείας, οὐκ ἐτρώθη βέλεσιν ἀληθείας. γʹ. Ὁ βλέπων οὖν ἀπολλύμενον, καὶ μὴ ζηλῶν ὥς πού φησι Παῦλος, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; οὐκ ἔστιν οὗτος μαθητὴς Παύλου. Ἀντιπαραβαλλέτω τοῦ Πατρὸς τὰ κατορθώματα, καὶ εὑρήσει αὐτὸν συνᾴδοντα ταῖς ἀποστολικαῖς φωναῖς· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οἱ οὕτω φρονοῦντες, ἀδελφοί εἰσι τῶν ἀποστόλων. ∆ίκαιος γὰρ οὐκ ἐν οἷς ἁμαρτάνει μόνον ἀθυμεῖ, ἀλλὰ καὶ ἐν οἷς βλέπει ἄλλους ἁμαρτάνοντας, ὥς φησιν ὁ ∆αυΐδ· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Εἴ τις ἐπὶ ταῖς ἄλλων ἁμαρτίαις ἀθυμεῖ, ζῆλον ἔχει εὐσεβείας. Ὁ γὰρ δίκαιος, ὅταν τὸν ἑαυτοῦ βίον διορθῶται, δακρύει καὶ πενθεῖ τοῦ τὴν ἁμαρτίαν ἐξαλεῖψαι τὴν ἑαυτοῦ· καὶ τότε τῆς ἁμαρτίας τῆς ἰδίας παυσάμενος, τὰς ἄλλων λοιπὸν πενθεῖ ἁμαρτίας, καθὼς καὶ Παῦλος· Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. Παῦλος πενθεῖ τοὺς ἁμαρτήσαντας, καὶ μὴ μετανοήσαντας· Σαμουὴλ πενθεῖ τὸν Σαοὺλ, ὡς εἰπεῖν τὸν Θεόν· Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ; Βλέπεις ψυχὴν ἀπολλυμένην, καὶ οὐ πενθεῖς; Νεκρὸν ἐάν τις ἴδῃ προκομιζόμενον, καὶ μὴ δακρύσῃ, ὡς ἀπηνὴς καὶ σκληρὸς καὶ θηριώδης ἐλέγχεται· ψυχὴν ἐὰν ἴδῃς ἐν ἀσεβείᾳ βαπτιζομένην, καὶ αἰωνίῳ θανάτῳ καταδικαζομένην, καὶ τῇ ἀπιστίᾳ διαμένουσαν, οὐ δακρύεις, εἰπέ μοι, καὶ πενθεῖς; καὶ τοῦτο εὐλαβοῦς ψυχῆς; Πάντα μὲν οὖν τὰ ἄλλα ἁμαρτήματα δεῖ πενθεῖν τὸν εὖ φρονοῦντα, ἐξαιρέτως δὲ, ὅταν ἴδῃ ψυχὴν ἐν ἀσεβείᾳ βεβαπτισμένην Ἑλληνισμοῦ. Ἐπὶ τῇ τοιαύτῃ ψυχῇ οὐ δεῖ μόνον πενθεῖν, ἀλλὰ καὶ πυροῦσθαι καὶ ἐμπιπρᾶσθαι τῷ ζήλῳ· ἵνα γένηται Παύλου μαθητής. ∆ιατρίβοντος γὰρ, φησὶ, Παύλου ἐν ταῖς Ἀθήναις, ἐνεπίπρατο αὐτοῦ τὸ πνεῦμα, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. ∆ιὰ τί δὲ ταῦτα οἱ ἅγιοι φρονοῦσιν, ὥς που καὶ ὁ θαυμάσιος οὗτος πατὴρ ἔκδικος τῆς εὐσεβείας ἦν; Καθάπερ γάρ ἐστι βασιλεὺς ὁ ἐπὶ γῆς κατέχων τῆς ὑπ' αὐτὸν οἰκουμένος, ἔχει δὲ ἐν ἑκάστῳ δικαστηρίῳ τοῦ παλατίου συνηγοροῦντας· οὕτως ἔχει ὁ Θεὸς τοὺς πιστοὺς ποιμένας ἐκδίκους τῆς εὐσεβείας. Πολλοὶ γὰρ πολλάκις διασύροντες τῶν Ἑλλήνων λέγουσιν, ὅταν ἀκούσωσι Χριστιανῶν λεγόντων αὐτοῖς, ∆ιὰ τί βλασφημεῖτε; διὰ τί ἀσεβεῖτε; εὐθέως διασύρουσιν· Ἴδε οἱ ἔκδικοι τοῦ Θεοῦ· οὐ δύναται ἑαυτὸν ἐκδικῆσαι ὁ Θεός; Ἀλλ' ἑαυτὸν οὐκ ἐκδικεῖ (οὐ γὰρ ὑβρίζει τὴν θεότητα), ἀλλὰ διὰ πιστῶν οἰκετῶν τοὺς ἀγνώμονας δούλους μαστίζει. Χρείαν ἔχει ἐκδίκων ὁ Θεός; Ναί· οὐκ ἐπειδὴ αὐτὸς ἀσθενεῖ, ἀλλ' ἵνα σοὶ θύραν ζήλου ἀνοίξῃ. Εἰ γὰρ πάντα δι' ἑαυτοῦ ἐποίει, ἀπεκλείετο ἡ ὁδὸς τῆς ζωῆς τῷ ζηλωτῇ. Οὐκ ἐθεομάχει ποτὲ Φαραὼ, καὶ ἦν ἐν ἀσεβείᾳ βεβυθισμένος· καὶ οὐδαμοῦ μάστιξ προσηνέχθη, ἕως ἂν ἔκυψε Μωϋσῆς ὁ πιστός; Οὐκ ἐκόμα ἡ πολύθεος πλάνη σὺν τοῖς ψευδέσιν ἱερεῦσι καὶ τοῖς ψευδοπροφήταις, καὶ οὐδαμοῦ παρὰ Θεοῦ πληγὴ, ἕως ἀνέκυψεν Ἠλίας ὁ ζηλωτής; Ἔκδικοί εἰσιν ὁμολογουμένως τοῦ Θεοῦ οἱ ἅγιοι. ∆ιὸ καὶ Παῦλος λέγει· Ἐν ἑτοίμῳ