De caeco nato (olim sub auctore Joanne Chrysostomo)

 λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, ἵνα παρ' αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν. Μία ἐστὶν ἡ λαμπρότης, ἀλλ' ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀπ

 σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον· τί ὠφέλησε τὴν ἀκόλαστον Αἰγυπτίαν ἡ ἐν κοιτῶνι μοιχεία; τί ἔβλαψε τὴν πρωτομάρτυρα Θέκλαν τὸ ἐν θεάτρῳ γυμνὴν π

 συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. Καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστ

 ἔχομεν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἔτι δὲ ἡ θαυμασία ∆εβόῤῥα ἐν γυναιξὶν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς π

 καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγν

 ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν· μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τῷ εἰπεῖν, Μὴ καὶ ὑμεῖς; ἔδειξεν, ὅτι τὸ Ἐγὼ ὁμολογεῖται. Ταύτην τὴν φω

 φωτισθείς· ἐννόησον αὐτὸν, ὅτι εἰ ὑπὲρ ἀνθρώπου νομίζων συνηγορεῖν, οὐκ ἐξέστη τῆς ἀληθείας, ἐὰν μάθῃ εὐαγγελικῶς λέγειν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λό

 προαίρεσις Ἰουδαϊκή· ἡ δὲ τοῦ δευτέρου Χριστιανικὴ, ἀπὸ κακῶν μὲν ὁρμωμένη, μετανοίᾳ δὲ τὴν σωτηρίαν ἁρπάζει)· λέγει οὖν ὁ ἀγνώμων λῃστὴς, καὶ Ἰουδαϊκ

 μηδεὶς ἄλλος; Ἀλλ' ὅτι ἐπίστευσε τῷ Θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρε

 ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· ὁ Σωτὴρ γὰρ ἀπεφήνατο· Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρ

μηδεὶς ἄλλος; Ἀλλ' ὅτι ἐπίστευσε τῷ Θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρες· ἀλλ' οὗτοι πάντες ἐν δόξῃ θεασάμενοι τὸν Θεὸν, οὗτος δὲ ἐν ὕβρει. Ἀλλὰ στῆσον μυρίους οἰκέτας δουλεύοντας δεσπότῃ, ὅτε ὁ δεσπότης ἐστὶν ἐν εὐπραγίᾳ καὶ τιμῇ· καὶ ἕνα δοῦλον ἐν καιρῷ πειρασμοῦ καὶ θλίψεως καὶ φυγῆς, οὐκ ἀναχωροῦντα τοῦ ἰδίου δεσπότου· ἐκείνους δὲ τοὺς μυρίους δούλους ἐν τῷ τοῦ πειρασμοῦ καιρῷ καὶ τῆς φυγῆς καταλιπόντας τὸν δεσπότην καὶ ὑποχωρήσαντας· ἆρά γε οὗτοι οἱ δοῦλοι οἱ ἐν εὐπραγίᾳ τὸν δεσπότην ἐν τῷ καιρῷ τοῦ 59.552 πειρασμοῦ καταλιπόντες, ὅμοιοι εἶναι δύνανται τοῦ ἐν δυσπραγίᾳ τῷ δεσπότῃ ἀκολουθήσαντος; Οὐδαμῶς. Ἐπίστευσε Πέτρος, ἀλλ' ἰδὼν νεκροὺς ἐγείραντα, τὴν δόξαν αὐτοῦ θεασάμενος ἐπίστευσεν· ἐπίστευσε Παῦλος, ἀλλ' ἰδὼν φῶς οὐρανόθεν, καὶ τὰς μὲν σωματικὰς ὄψεις πηρώσαντα, τὰ δὲ ψυχικὰ ὄμματα φωτίσαντα· ἐπίστευσεν Ἀβραὰμ, ἀλλὰ θεασάμενος ὄψιν θεϊκήν· Ἡσαΐας ἐπίστευσεν, ἀλλ' ἰδὼν αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὰ Χερουβὶμ κύκλῳ αὐτοῦ. Ὅλοι εἶδον, ἀλλ' ἐν δόξῃ· οὗτος δὲ ἐν ὕβρει· διὸ καὶ ἔκραζε, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀπὸ τῶν κατ' ἐμὲ ὀφείλετέ μοι εἰπεῖν· διὰ τί λέγεις; Ὅτι ἁμαρτωλός εἰμι, καὶ φονεύς· λῃστὴς μέχρι τῆς ὥρας ταύτης· πολλά μου τὰ κακὰ, ὁμολογῶ, ἀλλ' ἔχω ἐν τῇ διανοίᾳ μου πίστιν κεκρυμμένην, ἣν οὐδεὶς οἶδεν, εἰ μὴ ὁ ∆εσπότης μόνος ὁ σὺν ἐμοὶ πάσχων. Ἔξωθεν ἔχει ὁ ∆εσπότης τὰ τοῦ πάθους φαινόμενα σύμβολα· καὶ ἐγὼ, φησὶν, οὐ προσέσχον τῇ φαινομένῃ ὕβρει, ἀλλὰ τὴν κεκρυμμένην βασιλείαν δοξάζω. Οὕτω καὶ σὺ λέγε· Κύριε, μὴ ἴδῃς μου τὰς ἀδικίας τὰς φαινομένας, ἀλλὰ τὴν πίστιν τὴν κρυπτομένην, καὶ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. ∆ιόλου μηδὲν μηδενὶ λαλήσας Χριστὸς, ἀλλὰ σιωπήσας, καὶ μήτε τῷ Πιλάτῳ ἀποκριθεὶς, μήτε τινὶ ἄλλῃ ἀγνώμονι ψυχῇ τῶν Ἰουδαίων, ἀποκρίνεται τότε· καὶ ἐπειδὴ πολὺ βαρὺ ἦν καὶ ἄτοπον τὸ σιωπᾷν, ἀποκρίνεται λοιπὸν, καὶ λέγει τῷ λῃστῇ· Ἀμὴν, ἀμὴν, λέγω σοι· σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὢ τοῦ εὐεργέτου χάρις! ἐπειδὴ βραδεῖαν ᾐτήσω τὴν χάριν, καὶ λέγεις, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Σὺ βραδεῖαν ᾔτησας, ἐγὼ ταχεῖαν δίδωμι τὴν χάριν· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἶδες Θεοῦ σωτηρίαν; εἶδες ∆εσπότου εὐεργεσίαν; εἶδες τὸν μέγαν τῆς ἀληθείας δικαστήν; Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Πρὸ τούτου οὐδεὶς ἤκουσεν τῶν Ἰουδαίων ἢ τῶν πατριαρχῶν ἐπαγγελίαν παραδείσου, ἀφ' οὗ ὁ Ἀδὰμ παρέβη, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ· καίτοι μυρία ὁ Θεὸς ἐπηγγείλατο τοῖς ἀνθρώποις τοῖς πιστοῖς· καὶ οὐδενὶ ἐπηγγείλατο παράδεισον, ἢ τῷ λῃστῇ· οὐδαμοῦ φαίνεται τὸ στόμα τοῦ Θεοῦ ἐπαγγελλόμενον παράδεισον ἀνθρώπῳ μετὰ τὸ ἐκβληθῆναι τὸν Ἀδὰμ, ἢ τούτῳ πρῶτον τῷ λῃστῇ. ∆ιὰ τί μηδενὶ τῶν πατριαρχῶν πρῶτον εἶπε περὶ παραδείσου, οὐδενὶ τῶν προφητῶν, οὐδενὶ τῶν ἀποστόλων; Ἀλλὰ τοῖς ἀρχαίοις ἐπηγγείλατο· ∆ώσω σοι γῆν ῥέουσαν γάλα καὶ μέλι· τοῖς ἀποστόλοις λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· παράδεισος οὐδαμοῦ· ἐν μέσῳ τηρεῖ τὸν παράδεισον εἰς ἐπαγγελίαν πρῶτον τῷ λῃστῇ. Ὅταν γὰρ εἴπῃ Παῦλος· Ἡρπάγην εἰς τὸν παράδεισον· ἀλλὰ μετὰ τὸν λῃστὴν τοῦτο ἐγένετο. ∆ιὰ τί οὖν πρῶτος εἰσῆλθεν ὁ μίαν ὁμοῦ φθεγξάμενος φωνήν; τί γάρ; πολλάκις ἔψαλλε; πολλάκις ἠγωνίσατο; πολλάκις ἐθεολόγησεν; Ἅπαξ, φησί· δίκαιος ὁ Θεός μου, ὁ βραβευτὴς τῆς σωτηρίας· ἐπειδὴ τὸν πρῶτον ἄνθρωπον Ἀδὰμ οὐ διὰ πολλὰς ἁμαρτίας ἐξέβαλε τοῦ παραδείσου, ἀλλὰ διὰ μίαν παρακοήν· οὕτως ὁ τῆς δικαιοσύνης ζυγὸς πρῶτον εἰσελθεῖν ἐν παραδείσῳ τὸν λῃστὴν ἐπηγγείλατο, τὸν μὴ πολλά τινα ὁμολογήσαντα, ἀλλὰ μίαν ὁμολογίαν πίστεως προσενεγκόντα. Εἶπον τὸ ἁμάρτημα τοῦ Ἀδὰμ, ὅτι ἥψατο τοῦ ξύλου παρὰ τὴν ἐντολήν· τίς ἡ δικαιολογία τοῦ λῃστοῦ; Ὅτι ἥψατο τοῦ σταυροῦ μετὰ πίστεως, εἰσῆλθεν εἰς τὸν παράδεισον. Τί λοιπὸν γίνεται; Ἐπηγγείλατο μὲν τὴν σωτηρίαν ὁ Σωτήρ· καιρὸς δὲ οὐκ ἦν, οὐδὲ