De caeco nato (olim sub auctore Joanne Chrysostomo)

 λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, ἵνα παρ' αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν. Μία ἐστὶν ἡ λαμπρότης, ἀλλ' ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀπ

 σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον· τί ὠφέλησε τὴν ἀκόλαστον Αἰγυπτίαν ἡ ἐν κοιτῶνι μοιχεία; τί ἔβλαψε τὴν πρωτομάρτυρα Θέκλαν τὸ ἐν θεάτρῳ γυμνὴν π

 συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. Καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστ

 ἔχομεν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἔτι δὲ ἡ θαυμασία ∆εβόῤῥα ἐν γυναιξὶν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς π

 καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγν

 ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν· μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τῷ εἰπεῖν, Μὴ καὶ ὑμεῖς; ἔδειξεν, ὅτι τὸ Ἐγὼ ὁμολογεῖται. Ταύτην τὴν φω

 φωτισθείς· ἐννόησον αὐτὸν, ὅτι εἰ ὑπὲρ ἀνθρώπου νομίζων συνηγορεῖν, οὐκ ἐξέστη τῆς ἀληθείας, ἐὰν μάθῃ εὐαγγελικῶς λέγειν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λό

 προαίρεσις Ἰουδαϊκή· ἡ δὲ τοῦ δευτέρου Χριστιανικὴ, ἀπὸ κακῶν μὲν ὁρμωμένη, μετανοίᾳ δὲ τὴν σωτηρίαν ἁρπάζει)· λέγει οὖν ὁ ἀγνώμων λῃστὴς, καὶ Ἰουδαϊκ

 μηδεὶς ἄλλος; Ἀλλ' ὅτι ἐπίστευσε τῷ Θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρε

 ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· ὁ Σωτὴρ γὰρ ἀπεφήνατο· Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρ

καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγνωσαν αὐτὸν, καὶ λέγουσιν· Οὐχ οὗτός ἐστιν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος τυφλὸς ὤν; Ἄλλοι ἔλεγον, Ναί· ἄλλοι, Οὒκ, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν, ὅτι Ἐγώ εἰμι. Οἱ Φαρισαῖοι δὲ καὶ οἱ ἄρχοντες τῶν Ἰουδαίων ὁρῶντες, ὅτι τὸ θαῦμα πολλοὺς ἔχει ἑλκύσαι πρὸς τὸν Χριστὸν, δακνόμενοι ἐκ τοῦ ζήλου τῆς ἀσεβείας, καὶ πληττόμενοι τῷ κέντρῳ τῆς ἀληθείας, καλοῦσιν ἔσω τόν ποτε τυφλόν. Καὶ ἦν ἰδεῖν πονηρὸν θέατρον, εὐσεβείας ἐκδικουμένης, καὶ πονηρῶν δικαστῶν κρινόντων, καὶ μεγάλου συνηγόρου συναγωνιζομένου, καὶ Θεοῦ βραβεύοντος καὶ ἐφορῶντος. Καλοῦσι τόν ποτε τυφλὸν καὶ ἀναβλέψαντα Ἰουδαίων παῖδες, καὶ ἱστῶσιν ἐν μέσῳ τοῦ συνεδρίου, καὶ λέγουσιν αὐτῷ· 59.548 Εἰπὲ πῶς ἀνέβλεψας, καὶ τίς σου διήνοιξε τοὺς ὀφθαλμοὺς, καὶ τί σοι ἐποίησεν; Ταῦτα ἔλεγον, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα τῷ σχήματι τῆς ἐρωτήσεως φόβον ἐνέγκωσιν. Πολλάκις γὰρ τὸ σχῆμα τῆς ἐρωτήσεως διδάσκαλος γίνεται τῷ ἐρωτωμένῳ ἀποκρίνασθαι, ἢ σιωπῆσαι· ὡς ἄν τις εἴποι τινὶ μέλλοντι μαρτυρεῖν εἰς πρᾶγμα· Οἶδας τὴν ὑπόθεσιν; παρῆς; πόθεν οἶδας τὸ πρᾶγμα; καὶ τὸ σχῆμα αὐτὸν διδάσκει ἀρνήσασθαι. Οὕτω κἀκεῖνοι· Πῶς ἀνέβλεψας; τίς ἠνέῳξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ ἧττον φροντίσας τῆς ἀπειλῆς, εἴχετο μᾶλλον τῆς ἀληθείας, καί φησιν· Ἄνθρωπός τις, λεγόμενος Ἰησοῦς, πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· Ὕπαγε, νίψαι εἰς τὸ Σιλωάμ. Καὶ ἀπελθὼν ἐνιψάμην, καὶ ἀνέβλεψα. Οὐκ ᾔδει τὴν ἀλήθειαν, ἀλλὰ τὴν εὐεργεσίαν ἐγνώρισε· τοῦ εὐεργέτου τὸ ἀξίωμα οὔπω ᾔδει. Ἄνθρωπός τις πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ βλέπω. Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι, ὅτι τυφλὸς ἦν, καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος. Ἡ παραγραφὴ τῆς κακίας εἰς ἀμφιβολίαν ἤνεγκε τὴν ἀλήθειαν. Καλοῦσι τοὺς γονεῖς τοῦ τυφλοῦ· ἡ κακία καθ' ἑαυτῆς συνάγει τοὺς μάρτυρας. Ἐκλήθησαν οἱ γονεῖς τοῦ τυφλοῦ. Πάλιν τὸ αὐτὸ σχῆμα τῆς ἐρωτήσεως· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει; Ἐκεῖνοι τὸν τρόπον τῆς κακίας νοήσαντες, ὅτι ἀπειλὰς προσφέρουσιν, λέγουσιν αὐτοῖς· Ἴσμεν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν· καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς τὰ περὶ ἑαυτοῦ λαλήσει. Καὶ ὅρα τοῦ Θεοῦ τὴν σοφίαν. Ἵνα μὴ παραγράφωνται αὐτοῦ τὴν φωνὴν τοῦ ἀναβλέψαντος, ἢ ὡς νέου ὄντος, ἢ ὡς οὐκ εἰδότος εἰπεῖν, ὡς ἐπὶ τῶν κοινῶν δικαστηρίων, ᾠκονόμησεν ὁ Θεὸς πρῶτον δειχθῆναι αὐτὸν τῆς ἐννόμου ἡλικίας. Ἡλικίαν ἔχει αὐτὸς, φησίν· αὐτὸν ἐρωτήσατε· ἐπειδὴ οἱ ἀφήλικες συνηγόρων χρῄζουσιν, οἱ δὲ τελείαν φέροντες τὴν ἡλικίαν, αὐτοὶ ἑαυτῶν συνήγοροι γίνονται. Ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον, ὅτι Οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν. Ὡμολόγησαν οἱ γονεῖς, ἵνα μὴ ᾖ ἀμφιβολία, ὅτι οὐκ ἦν τυφλός. Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς τὰ περὶ αὐτοῦ λαλήσει. Καλοῦσι πάλιν, φησὶν, αὐτὸν ἐκ δευτέρου, καὶ λέγουσιν αὐτῷ· Τί ἐποίησέν σοι; πῶς ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; Ἐκεῖνος λοιπὸν ἐνδυσάμενος Θεοῦ ζῆλον, διαπτύει τὴν ἐρώτησιν, καὶ ὡς ἀναξίους ἀποκρίσεως, οὐκ ἀξιοῖ λόγου, ἀλλὰ τί λέγει αὐτοῖς; Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετέ μου ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Καὶ μιμεῖται τὴν Χριστοῦ διδασκαλίαν, ὁ μηδέπω ἀκούσας τὴν Χριστοῦ διδασκαλίαν. Οἱ γὰρ Ἰουδαῖοι ἐν τοῖς ἐγκαινίοις κυκλώσαντες τὸν Σωτῆρα ἐν τῇ στοᾷ Σολομῶντος, ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Λέγει αὐτοῖς· Εἶπον ὑμῖν, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Καὶ ὅρα συνηγόρου εὐσέβειαν. Ἐπειδὴ προσέσχεν τῇ κακίᾳ τῶν Ἰουδαίων, ὅτι πάντα ποιοῦσι, καὶ σχηματίζονται ἀπειλὴν, καὶ φόβον αὐτῷ ἐπισείειν ὑπὲρ τοῦ μὴ ὁμολογεῖν αὐτὸν διδάσκαλον, λέγει αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ