Commentariorum series in evangelium Matthaei 4 τὴν οὖν πρώτην ἐρωτηθεὶς ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀπο δέουσαν. εἰ δὲ ἔστι τις πρώτη ἐντολὴ

 οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος τοῦ Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ πτεροφυοῦν τες μαθηταὶ καὶ κατὰ τὸν Σο

 ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ, ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας.

 145 βρύξουσι δὲ τοὺς ὀδόντας λογιζό μενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως οἱονεὶ θέ λοντες αὐτὰ γενναίως φέρειν. δέκα παρθένους εἶνα

 τέσσαρας εἶναι τὰς γυναῖκας περὶ ὧν ἀνέγραψαν οἱ εὐαγγελισταί. ἐγὼ δὲ μᾶλλον προστίθημι τῷ τρεῖς αὐτὰς εἶναι, καὶ μίαν μὲν περὶ ἧς ἀνέ γραψε (ἀνέγραψα

 οἰόμενοι θανα τώσαντες τὸν Ἰησοῦν σβέσαι αὐτοῦ τὴν διδασκαλίαν καὶ παύσειν τοὺς πιστεύοντας. αὐτοὶ μὲν οὖν ἔδησαν τὸν «λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετ

 ἐδείχθη, ἀλλ' ἵνα σωθῇ ἡ γυνή. μακαρία δὲ ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. 258 εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομ

 ἡμέρᾳ καὶ ἕκτῃ ὥρᾳ Theophyl.) εἰκὼν δὲ τὸ σκότος τοῦ σκοτίζεσθαι τοὺς ἐπιβαλόντας χεῖρα τῷ φωτί· ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς 278 Ἰσραὴλ φῶ

ἐδείχθη, ἀλλ' ἵνα σωθῇ ἡ γυνή. μακαρία δὲ ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. 258 εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης ἀπὸ τῶν ἐθνῶν ἐκκλησίας καὶ οὐκέτι οὔσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστιν, ζητήσεις· ἀλλόφυλος γὰρ ἡ γυνή. 259 ὡς ἀφοσιούμενος τὸ πρᾶγμα τοῦτο ἐποίησεν ὁ Πιλᾶτος δίκαιον λέγων τὸν σωτῆρα. παρὰ δὲ τὰ νῦν ἔθη Ῥωμαίων ἐνίψατο τὰς χεῖρας, ἴσως Ἰουδαϊκὸν ἔθος ποιῶν. 260 εἰκὸς δὲ κατ' ἀρχὰς τῆς Ῥωμαϊκῆς βασιλείας τὴν στρατιωτικὴν ἐπιστήμην οὔπω τὴν πρέπουσαν τάξιν ἔχειν, διὸ παρὰ τὰ <νῦν κλ> Ῥωμαίων ἔθη συνάγεται ἐπ' αὐτὸν ἡ σπεῖρα καὶ ποιεῖ τὰ γεγραμμένα, διὰ τὸ ἀκοῦσαι αὐτὸν βασιλέα χλευ αστικῶς ταῦτα ποιοῦντες. εἰ δὲ ἡ σπεῖρα σύμβολον τῆς στρατιᾶς τοῦ πονηροῦ καὶ εἰ ὑπὸ τῶν ἀοράτων βασιλειῶν ἐνηργοῦντο (#5 ταῦτα Koe) ἀγνοουσῶν τὴν οἰκο νομίαν, ζητήσεις· 261 «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν» φησὶν ὁ ἀπόστολος. μὴ νοοῦντες ἃ ἐποίουν. ὁ «στέφανος» δὲ ὁ «ἐξ ἀκανθῶν» αἱ ὑπὸ μεριμνῶν τοῦ βίου συμφυεῖσαι ἁμαρτίαι, 262 ἃς ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ ὡς θεός. ἣν λαβὼν ἀφ' ἡμῶν ὁ Χριστὸς αὐτὸς μὲν οὐκ ἐβλάβη, ἐποί ησε δὲ ἰσχυράν, πολὺ τῆς προτέρας στερροτέραν. ἀντέδωκε δὲ ἡμῖν σκῆπ τρον οὐρανῶν βασιλείας. 263 κατὰ μὲν τοὺς τρεῖς Σίμων βαστάζων ἀναφέρεται τὸν Ἰησοῦ σταυρόν, κατὰ δὲ Ἰωάννην ἑαυτῷ βαστάζων ὁ Ἰησοῦς αὐτόν. εἰ δὲ γέγονε κατὰ τὸ ῥητὸν ἀμ φότερα, ζητήσεις, καὶ τί πρότερον, πότερον τὸ τέλος τοῦ βαστάζειν τὸν σταυρὸν Ἰησοῦς ἔλαβεν ἢ Σίμων· εἰκὸς γὰρ μηδενὸς θελήσαντος βαστά σαι τὸν σταυρὸν οὗτος ἔσωθεν πρῶ τον ἐβάστασεν αὐτόν, ἐν δὲ τῇ ὁδῷ ἐπέθηκαν αὐτὸν ἐπὶ Σίμωνα, 264 οὐ συντυχικῶς μὲν ἀγγαρευθέντα, προ ορισθέντα δὲ ὑπὸ θεοῦ διακονῆσαι τῷ σταυρῷ Ἰησοῦ, ἐν ᾧ «κόσμος ἐσταύρωται» τοῖς ἁγίοις «καὶ» οἱ ἅγιοι «κόσμῳ». ἐπεὶ δὲ Κυρήνη τῆς Πενταπόλεώς ἐστιν, τροπικῶς φασιν τὰς <εʹ Diehl> αἰσθήσεις βαστάζειν τὸν τῆς οἰκο νομίας σταυρόν. καὶ ἐπεὶ Σίμων ἑρμηνεύεται ΥΠΑΚΟΗ, ὁ τῆς ὑπακοῆς ἐπώνυμος αἴρει αὐτόν. 265 περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἐμέ, ὅτι Ἑβραῖοι παραδιδόασι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τετάφθαι, ἵν' ἐπεὶ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν, ἀναστῇ μὲν ὁ Ἀδάμ, ἐν Χριστῷ δὲ πάντες ζῳοποιηθῶμεν. 266 τὸν γὰρ οἶνον μετὰ χολῆς ἔφη Ματθαῖος γευσάμενον μὴ θελῆσαι πιεῖν, μὴ γεύσασθαι δὲ τὴν ἀρχὴν ἐσμυρνισμένον οἶνον Μᾶρκος. 270. ὁ μὲν Ματθαῖος παρατρέχων εἶπεν ὅτι καὶ οἱ συσταυρωθέντες ὠνείδιζον αὐτόν· ἀκριβέστερον δὲ οὗτος-ὥσπερ καὶ ἐπηγγείλατο- ἐξηγούμενος ἕνα φησὶν εἶναι τὸν βλασφημήσαντα, τὸν δ' ἕτερον ἐπιτιμᾶν αὐτῷ. 271 εἰκὸς δὲ καὶ κατὰ μὲν τὴν ἀρχὴν ἀμφοτέρους ὠνειδικέναι, ὕστερον δὲ τὸν ἕτερον μεταβεβληκέναι ἐπὶ τὸ πιστεῦσαι αὐτῷ, ὑπομνησθέντα τε ὧν ἐποίει σημείων καὶ ἰδόντα ἀρχόμενον σκοτίζεσθαι τὸν ἀέρα. ὅρα δὲ εἰ ὁ σῳζόμενος λῃστὴς σύμβολόν ἐστιν τῶν μετὰ ἁμαρτίας εἰς Ἰησοῦν πιστευσάντων καὶ λεγόντων· «Χριστῷ συνεσταύρωμαι», συμμορφιζομένων τῷ θανάτῳ αὐτοῦ, οἳ καὶ τῆς ἐν παραδείσῳ καταξιοῦνται διατριβῆς διὰ τὸ εἰρηκέναι τὸν κύριον τὸ «σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». 272 τότε γὰρ γίνονται ἐκλείψεις ὅτε πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. γίνεται γὰρ ἔκλειψις ἡλίου, συνόδῳ ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ ὅτε διάμετρός ἐστι τῇ σελήνῃ. 273 καὶ Φλέγων δέ τις παρ' Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους κτl. 274 Ματθαῖός τε καὶ Μᾶρκος οὔτε ἥλιον οὔτε ἔκλειψιν ὠνόμασαν, Λουκᾶς δὲ ... ὥσπερ ἡ περὶ τὴν Ἰουδαίαν γῆ καὶ αἱ πέτραι καὶ τὰ μνημεῖα. 275 πολλαχοῦ γὰρ ἡ γραφὴ πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει ... εἴτε σκοτεινῆς νεφέλης ἢ νεφῶν ὑποδραμουσῶν τὰς φθανούσας ἐπὶ τὴν Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας 276 ἢ τοῦ ἐκεῖσε ἀέρος παχυνθέντος συμπαθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι ... ὅτε «τοῖς Αἰγυπτίοις πεπολέμηκε δι' αὐτούς». 277 ... καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, καὶ εἰκὸς τὸν ἄνθρωπον τῇ ἕκτῃ ὥρᾳ ἐσφάλθαι, τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη (#5 τῆς ἕκτης ἡμέρας Pluc ἕκτῃ