Commentariorum series in evangelium Matthaei 4 τὴν οὖν πρώτην ἐρωτηθεὶς ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀπο δέουσαν. εἰ δὲ ἔστι τις πρώτη ἐντολὴ

 οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος τοῦ Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ πτεροφυοῦν τες μαθηταὶ καὶ κατὰ τὸν Σο

 ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ, ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας.

 145 βρύξουσι δὲ τοὺς ὀδόντας λογιζό μενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως οἱονεὶ θέ λοντες αὐτὰ γενναίως φέρειν. δέκα παρθένους εἶνα

 τέσσαρας εἶναι τὰς γυναῖκας περὶ ὧν ἀνέγραψαν οἱ εὐαγγελισταί. ἐγὼ δὲ μᾶλλον προστίθημι τῷ τρεῖς αὐτὰς εἶναι, καὶ μίαν μὲν περὶ ἧς ἀνέ γραψε (ἀνέγραψα

 οἰόμενοι θανα τώσαντες τὸν Ἰησοῦν σβέσαι αὐτοῦ τὴν διδασκαλίαν καὶ παύσειν τοὺς πιστεύοντας. αὐτοὶ μὲν οὖν ἔδησαν τὸν «λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετ

 ἐδείχθη, ἀλλ' ἵνα σωθῇ ἡ γυνή. μακαρία δὲ ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. 258 εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομ

 ἡμέρᾳ καὶ ἕκτῃ ὥρᾳ Theophyl.) εἰκὼν δὲ τὸ σκότος τοῦ σκοτίζεσθαι τοὺς ἐπιβαλόντας χεῖρα τῷ φωτί· ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς 278 Ἰσραὴλ φῶ

οἰόμενοι θανα τώσαντες τὸν Ἰησοῦν σβέσαι αὐτοῦ τὴν διδασκαλίαν καὶ παύσειν τοὺς πιστεύοντας. αὐτοὶ μὲν οὖν ἔδησαν τὸν «λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετε» καὶ τοῖς πεπεδημένοις «λύεσθε», πληροῦντες τὴν λέγουσαν προφητείαν «δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν» (Jes. 3,10). αὐτὸς δὲ εἰπὼν «διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν» λέγει καὶ τὰ ἑξῆς ἐν τῷ ψαλμῷ. 244 ἀλλ' οὖν τὸ ἐν αὐτῷ λεῖμμα τῶν Χριστοῦ λόγων ἐνίκησε τὴν φιλαργυρίαν. διὸ οὐ μετὰ τὴν ἀνά στασιν αὐτοῦ οἷον ἐκβιαζόμενος, πρὸ δὲ τῆς ὑπὸ Πιλάτου κατακρίσεως τὴν μετάνοιαν δείκνυσιν. τάχα δὲ καὶ ἰδὼν τὸν Ἰησοῦν παραδοθέντα Πιλάτῳ ὑπε μνήσθη ὅτι καὶ τοῦτο εἰρήκει ὁ Ἰησοῦς καὶ ὅτι ἀναστήσεται. 245 ἀπήγξατο μὲν εἰ καὶ διαπύρως μετανοῶν, «ἀλλ' οὐ κατ' ἐπίγνωσιν» ... ἴσως δὲ ᾠήθη προλαβὼν τὸν Ἰησοῦν τεθνηξόμενον καὶ ὑπαντήσας αὐτῷ ἱκετεύειν γυμνῇ τῇ ψυχῇ ὁμο λογῶν τὴν καθ' ἑαυτοῦ κρίσιν, ὡς δεχθῆναι αὐτοῦ τὴν ἐξομολόγησιν. ... οὐδὲ μνησθεὶς μεθ' ὅσας περιστάσεις Ἰὼβ λέγει «εἰ γὰρ ὄφελον ἐμαυτὸν χειρώσα σθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο», ἅτινα τὸ ὁπωσοῦν ἐξάγειν ἑαυτὸν τοῦ βίου ἀναιρεῖ. διὸ οὐ μετὰ τὴν ἀνάστασιν αὐτοῦ οἷον ἐκβιαζόμενος, πρὸ δὲ τῆς ὑπὸ Πιλάτου κατακρίσεως τὴν μετάνοιαν δείκνυσιν. 246 ἐπειδὴ μήπω κατα κέκριτο ὑπὸ Πιλάτου ὁ Ἰησοῦς, «ὁ παραδιδοὺς αὐτὸν» Ἰούδας οὐ νο μίζων θανάτου ψῆφον ἐξοίσειν κατ' αὐτοῦ τοὺς ἀρχιερεῖς καὶ προγνοὺς τοῦτο γεγονὸς ἐν συμβουλίῳ δυνάμει εἶδεν τὸν Ἰησοῦν δι' ὅλου κατα κριθέντα. ἤτοι ἐπὶ τὸν Ἰούδαν ἀναφέρεται τὸ «κατεκρίθη» αἰσθόμενον οἷον κακὸν ἦν ὑπὸ θεοῦ καταδικασθείς ἢ ὁ «μετὰ τὸ ψωμίον εἰσελθὼν εἰς αὐτὸν σατανᾶς», παρὼν αὐτῷ, ἕως Ἰησοῦς παρεδόθη Πιλάτῳ, «ἀπέστη ἀπ' αὐτοῦ ἕως καιροῦ», ὡς χωρῆσαι τὴν μεταμέλειαν ... 247 φησὶ δὲ «ἥμαρτον παραδοὺς αἷμα ἀθῷον» οἰόμενός τι ἀνύσειν. διὸ ἀκούσας ὅτι «τί πρὸς ἡμᾶς; σὺ ὄψει» ῥίπτει τὸ ἀργύριον καὶ ἀπάγχεται μὴ φέρων «τὴν περισσοτέραν λύπην». 248 ... καὶ γέγονε πνικτι κὸς καὶ ἀκάθαρτος ἀπομείναντος τῇ σαρκὶ τοῦ αἵματος. καὶ τάχα δευτέρῳ κακῷ «τῇ περισσοτέρᾳ λύπῃ» κατα ποθεὶς τοῦτο ποιεῖ, οὐ ζητήσας ὀρθῶς «τόπον μετανοίας» ... ὅρα δὲ εἰ μεῖζόν τι περὶ τοῦ σωτῆρος ἐννοῶν ἐκεῖ ἔρριψε τὰ ἀργύρια. 250 ... ὁ δὲ Ἰησοῦς ἠρέμα ὑπαι νιττόμενος τὸ ναὶ ὡς πάντων ἀνθρώ πων βασιλεὺς ἔφη τὸ «σὺ λέγεις». ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι παραδοθέντα αὐτὸν ἐρωτᾷ ὁ Πιλᾶτος λέγων «σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» ζητή σεις εἰ μυκτηρίζων ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. 251 ... ἐπεὶ ὁ μὲν ἀρχιερεὺς διστα <κ>τικῶς ἠρώτησε λέγων· «εἰπὲ ἡμῖν, εἰ σὺ εἶ ὁ Χριστός», Πιλᾶτος δὲ ἀποφαντικῶς. ὅρα δὲ εἰ μὴ τὸ μὲν «σὺ εἶπας» τῷ ἀρχιερεῖ λεγόμενον τὸν δισταγμὸν αὐτοῦ λεληθότως ἐλέγχει, τὸ δὲ «σὺ λέγεις» τῷ Πιλάτῳ τὴν ἀπό φασιν αὐτοῦ κυροῖ ... 252 διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲν αὐτοῖς ἀντιφθέγγεται, καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖ σθαι καὶ ὅτι διχογνώμων ἐστὶ περὶ αὐτόν. 253 δῆλον γὰρ ἦν ὅτι, εἰ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματι, ἀπέλυσεν ἂν ὁ δικαστὴς αὐτὸν λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι· ὅθεν καὶ ὁ ἡγεμὼν «ἐθαύμαζεν» αὐτόν, πῶς δυ νάμενος εἰπεῖν πολλὰς ἀπολογίας ἐσιώπα ... οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ «λίαν»· τάχα μὲν διὰ τὸ ἄτρεπτον αὐτοῦ καὶ ἀτάραχον πρὸς θάνατον καὶ τὸ ἐν τούτοις γαληνὸν τοῦ προσώπου, τάχα δὲ ἐθαύμαζε καὶ τὴν ὑπὲρ ἄνθρωπον μακροθυμίαν. εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥω 254 μαίοις Ἰουδαίων τὸν (l. το`̣ Kl) κεχαρισμένον αὐτοῖς ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. καὶ Σαοὺλ δὲ συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν δηλοῖ πά τριον αὐτοῖς τὸ τοιοῦτο. 255 παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυ χὼν εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· «τίνα θέλετε τῶν δύο ἀπολύσω ὑμῖν, Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» 257 ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. ἄλλως τε δὲ προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς