Commentariorum series in evangelium Matthaei 4 τὴν οὖν πρώτην ἐρωτηθεὶς ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀπο δέουσαν. εἰ δὲ ἔστι τις πρώτη ἐντολὴ

 οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος τοῦ Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ πτεροφυοῦν τες μαθηταὶ καὶ κατὰ τὸν Σο

 ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ, ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας.

 145 βρύξουσι δὲ τοὺς ὀδόντας λογιζό μενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως οἱονεὶ θέ λοντες αὐτὰ γενναίως φέρειν. δέκα παρθένους εἶνα

 τέσσαρας εἶναι τὰς γυναῖκας περὶ ὧν ἀνέγραψαν οἱ εὐαγγελισταί. ἐγὼ δὲ μᾶλλον προστίθημι τῷ τρεῖς αὐτὰς εἶναι, καὶ μίαν μὲν περὶ ἧς ἀνέ γραψε (ἀνέγραψα

 οἰόμενοι θανα τώσαντες τὸν Ἰησοῦν σβέσαι αὐτοῦ τὴν διδασκαλίαν καὶ παύσειν τοὺς πιστεύοντας. αὐτοὶ μὲν οὖν ἔδησαν τὸν «λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετ

 ἐδείχθη, ἀλλ' ἵνα σωθῇ ἡ γυνή. μακαρία δὲ ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. 258 εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομ

 ἡμέρᾳ καὶ ἕκτῃ ὥρᾳ Theophyl.) εἰκὼν δὲ τὸ σκότος τοῦ σκοτίζεσθαι τοὺς ἐπιβαλόντας χεῖρα τῷ φωτί· ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς 278 Ἰσραὴλ φῶ

145 βρύξουσι δὲ τοὺς ὀδόντας λογιζό μενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως οἱονεὶ θέ λοντες αὐτὰ γενναίως φέρειν. δέκα παρθένους εἶναί φησι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις ἀποστάσας τῆς εἰδωλολατρείας τῷ παραδέξασθαι «εἴτε προφάσει εἴτε ἀληθείᾳ» τὸν τοῦ θεοῦ καθαρὸν λόγον καὶ παρθενοποιηθείσας. 146 ... αἳ καὶ ἀντανακολουθοῦσαι ὡς αἱ ἀρεταὶ τῇ ὑποστάσει τοῦ Χριστοῦ (var. lect. ὁ Χριστός). εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι καὶ αἱ ἐν Παροιμίαις κείμεναι, διὸ καὶ ἐν τῇ πεντάδι οὐχ αἳ μὲν μωραὶ αἳ δὲ φρόνιμοι, ἀλλ' εἰ μία καὶ πᾶσαι. ... λαμπάδες δὲ τὰ ὄργανα τοῦ καλῶς καὶ κατὰ λόγον 147 βιοῦντος ἢ ἐναντίως. ἐξῆλθον δὲ εἰς ἀπάντησιν αἱ παραδεξάμεναι τὸ περὶ Χριστοῦ καὶ ἐκκλησίας μυ στήριον· ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς. ... ἔλαιον ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶξιν ἐργαζο μένου 148 ... καθεύδουσιν οἱ ἀπαν ιστάμενοι τοῦ ζωτικοῦ τόνου· οὐκ ἀπολλύουσι γοῦν τὰς λαμπάδας αἱ φρόνιμοι οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέ ναις (κοιμωμένων Diehl) αἰσθήσεσι διεγείροντες αὐτάς, τουτ έστι τὰ «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». 149 πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μισθοῦ προσεδρίας, προσοχῆς, φιλομαθίας, σπουδῆς, φι λοπονίας. πολλοὶ γάρ εἰσιν, οἳ αὐτάρκη μὲν πρὸς τὴν χρῆσιν τῆς πολιτείας ἔχουσι λόγον, οὐ μὴν ὥστε καὶ ἑτέρους διδάξαι. ὁ δὲ μὴ ἐν καιρῷ τὸ λογικὸν ἔλαιον κτώμενος ἀπόλλυσιν 150 ὄντως τὸ συνεισελθεῖν εἰς τοὺς γά μους τῷ νυμφίῳ· ὁποῖοί εἰσιν οἱ πρὸς τὴν ἔξοδον μαν θάνειν ἀρξάμενοι. ... κόσμος λαμπά δων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις, ὀφθαλμῶν ἐπὶ τῷ θαυμά ζειν τὸν πεποιηκότα καὶ μύειν «ἵνα μὴ ἴδωσιν ἀδικίαν», ἀκοῆς μὴ παρα δεχομένης μάταιον μηδὲ «κρίσιν αἵ ματος», τοῦ δὲ Ἰησοῦ λόγους, γεύσεως ἐσθιούσης Χριστὸν κύριον, ὀσφρήσεως Χριστοῦ εὐωδίας (II. Cor. 2,15) ἀπολαυούσης καὶ τοῦ ἐκκε νωθέντος μύρου (Cant. 1,3), ἁφῆς 151 ἁπτομένης τοῦ λόγου ὡς Ἰωάννης λέ γει «αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς» (. Joh. 1,1). συμπέρασμα δὲ τοῦ λόγου, παντὶ καιρῷ παρεσκευάσθαι πρὸς τὴν ἔξοδον. 156.10 μὴ θαύμαζε δὲ εἰ ἕνεκα τοῦ μὴ διδάξαι τὸν λόγον τοιαῦτά τις πείσεται· Παῦλος γὰρ λέγει· «οὐαί μοι γάρ ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι». 157 ... ὅθεν καὶ οὐχ οἱ δοῦλοι πρὸς τὸν κύριον, ἀλλ' ἐκεῖνος ἔρχεται, ἵνα κρίνας τὸ κατ' ἀξίαν ἀποδῷ. 159 καὶ ἃ σπείρει ὁ δίκαιος «εἰς τὸ πνεῦμα», ἐξ οὗ «θερί ζει ζωὴν αἰώνιον», θεοῦ ἐστι κτῆμα. 160 πάλιν ὁ δίκαιος «ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν»· ταῦτα δὲ συνάγει ὁ κύριος εἰς ἑαυτὸν λογιζόμενος· «ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν», τὰ εἰς μικροὺς γενόμενα εἰς ἑαυτὸν συνάγων. 161 σπείρωμεν γοῦν καὶ ἀναφέρωμεν αὐτῷ δεκάτας καὶ ἀπαρχάς. πονηρὸς οὖν ἐπειδὴ μηδεὶς ἀπέλαυσεν οὗ ἔσχεν ἀργυρίου τῶν δυναμένων συνεξετά σαι αὐτῷ τὰ θεῖα μυστήρια. ὀκνηρὸς δὲ ἐπεὶ ἐδειλίασεν ἐργάσασθαι. τραπεζῖται δὲ οἱ ἀκροαταὶ οἱ τὰ μὲν καλὰ κατέ χοντες δόγματα, τῶν δὲ φαύλων ἀπεχόμενοι. ἀργύρια τοίνυν τοῦ κυρίου εἰσὶ τὰ ἔχοντα τὴν βασιλικὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν εἰκόνα τοῦ λόγου αὐτοῦ. 162 οἷον πίστιν ἔχοντι τὴν ἐκ τοῦ ἐφ' ἡμῖν δοθήσεται χάρισμα πίστεως, καὶ ἁπλῶς τῷ ἔχοντί τι τῶν ἐκ κα τασκευῆς φυσικῆς ἐνυπαρχόντων αὐτῷ βελτιωθὲν προσοχῇ καὶ ἐπι μελείᾳ τὸ ἐνδέον ἀπὸ θεοῦ δοθήσε ται. 163 σκότος δὲ ἐξώτερόν φησιν, ἔνθα οὐδεὶς φωτισμός ἐστιν, τάχα μὲν οὐδὲ σωματικός, πάντως δὲ οὐδεμία ἐπισκοπὴ θείου φωτός. εἰ δὲ τὸ σκότος ἐπάνω τῆς ἀβύσσου, αὕτη δὲ ἔξω τοῦ κόσμου, ὥς φασί τινες, κατὰ τοῦτο οἱ ἀνάξιοι τοῦ παντὸς κόσμου ἐκ βάλλονται εἰς τὴν ἄβυσσον ἐκείνην, οὐδενὸς φωτίζοντος τὰ ἔξω τῆς τοῦ παντὸς κόσμου κατασκευῆς. 166 πρόβατα δὲ καλεῖ τοὺς ἁγίους διὰ τὸ ἥμερον ... τοὺς δὲ ἀσεβεῖς ἐρίφους διὰ τὸ πη δητικόν. 171 καλεῖ δὲ αὐτοὺς κα τηραμένους οὐκ ἀπὸ τοῦ πατρός· τὰ γὰρ ἴδια αὐτῶν ἔργα ποιεῖ αὐτοὺς ἐπικαταράτους. 178 δοκεῖ μέν τισι μία εἶναι καὶ ἡ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν. 180 τάχα μὲν εἴποι τις