Commentarii in Genesim (fragmenta)

 μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀν

 αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων, ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων

 ἀποκρύφους, ἀορά 12.60 τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ

 Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι

 ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω 12.68 χρη

 τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶν δέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε ε

 «Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύναν ται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ' εἰ ἄρα σημαντι κοί. Ἀπὸ τ

 ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεν νωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττ

 ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα 12.84 αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέν

 τῶν ἀστέρων γέγονε, μαθεῖν ἤθελον. Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διε δέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστα τικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸ

 τιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα. Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φ

ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα 12.84 αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναρ γῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην, ὡς ἁρμόζου σαν τῷ ἀγεννήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχά νοντι. Ἵν' οὖν τῇ πείρᾳ τοῦτο καταλαμβάνηται ὑπὸ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον, καὶ τῶν ἁγίων ψυ χῶν τοῦ ἐνεστηκότος δεσμοῦ ἀπηλλαγμένων, ὡσπερεὶ γράμματα καὶ χαρακτῆρας καὶ διὰ τῆς τῶν οὐρα νίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ Θεὸς τοὺς δεδι δαγμένους καὶ διδαχθησομένους ἀναγινώσκειν τὰ ση μεῖα τοῦ Θεοῦ. Οὐ θαυμαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς μακαρίους ποιεῖν τινα τὸν Θεὸν, τῆς Γραφῆς λεγούσης τῷ Φαραώ· «Εἰς αὐτὸ τοῦτο ἐξή γειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Εἰ γὰρ διετηρήθη Φαραὼ ὑπὲρ ἐνδείξεως δυνάμεως Θεοῦ, καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν δυνάμεως Θεοῦ περιέχει τὰ οὐράνια σημεῖα, πάντων τῶν ἀπ' αἰῶνος ἕως συντε λείας ἐντετυπωμένων τῇ ἀξίᾳ βίβλῳ τοῦ Θεοῦ τῷ οὐ ρανῷ. ∆εύτερον δὲ στοχάζομαι ταῖς τὰ ἀνθρώπινα οἰκονομούσαις δυνάμεσιν ἐγκεῖσθαι τὰ σημεῖα, ἵνα τινὰ μὲν γινώσκωσι μόνον, τινὰ δὲ ἐνεργῶσι· καθάπερ ἐν ταῖς παρ' ἡμῖν βίβλοις ἃ μὲν γέγραπται ἵνα γινώ σκωμεν, οἷον τὰ περὶ κοσμοποιίας καὶ ἄλλα μυστή ρια· ἃ δὲ ἵνα γινώσκοντες ποιῶμεν, ὥσπερ τὰ περὶ τὰς ἐντολὰς καὶ τὰ προστάγματα τοῦ Θεοῦ. Ἐνδέχε ται δὴ τὰ οὐράνια γράμματα, ἃ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουρ γῶν τοῦ Θεοῦ, ἵνα εὐφραίνωνται γινώσκοντες· τινὰ δὲ ὡσπερεὶ ἐντολὰς λαμβάνοντες ποιῶσι. Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτὰς ἀπὸ τῶν Θεοῦ γραμμάτων ὑπο μιμνησκομένας ποιεῖν ἂ ἐνεργοῦσιν· ἀλλ' ὥσπερ ἄν θρωποι ἀδικοῦντες, οὐ μανθάνοντες προεγνωκέναι τὸν Θεὸν τὸ τόνδε τινὰ ἀδικήσεσθαι ὑπ' αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας· οὕτως αἱ ἀντικεί μεναι δυνάμεις τοῦ Θεοῦ, τὴν κακίαν τῶν τὰ μοχθη ρὰ βουλομένων ἀνθρώπων προεγνωκότες, τῇ ἰδίᾳ αἰσχίστῃ ἐπιτελοῦσι προαιρέσει. Οἱ μέντοι ἱεροὶ ἄγ γελοι, τὰ λειτουργικὰ πνεύματα, τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι ὡς ἀπὸ νόμου Θεοῦ γε γραμμένα τὰ προστάγματα λαμβάνοντες, τεταγμέ νως, καὶ ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτοὺς θείους ὄντας ἀποκλη ρωτικῶς καὶ οὐχ ὡρισμένως ἔρχεσθαι ἐπὶ τὸ, φέρ' εἰπεῖν, χρηματίσαι τι τῷ Ἀβραὰμ, καὶ ποιῆσαί τι τῷ Ἰσαὰκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τὸν Ἰακὼβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. Ἵνα οὖν μὴ ἀποκληρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ Θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. Ὡς προείπο μεν δὲ, ἡμεῖς ἂ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέρ γειαι, ἃ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδίᾳ προαιρέσει 12.85 ποιοῦμεν· ἀτάκτῳ μὲν, ὅτε ἁμαρτάνομεν, πεπαιδευμένῃ δὲ, οὐκ ἄτερ ἀγγέλων, οὐδὲ θείων γραμμάτων, οὐδὲ ὑπηρετῶν ἁγίων, ὅτε Θεῷ εὐάρεστα πράττομεν. Καὶ Κλήμης δὲ ὁ Ῥωμαῖος, Πέτρου ἀποστόλου μαθητὴς, συνῳδὰ τούτοις ἐν τῷ παρόντι προ βλήματι πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ εἰπὼν ἐν ταῖς Περιόδοις, ἀναγκαιότατόν τι ἐπὶ τέλει τῶν τοιούτων λόγων φησὶ περὶ τῶν τῆς γενέσεως δοκούντων ἐκβεβηκέναι λόγῳ τεσσαρεσκαιδεκά τῳ· «Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, ὦ τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό μοι συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με, ὥσπερ πυρετοῦ ἔλλειμμα, πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα. Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, ὦ πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγὼ συμβουλεύω. Μαθηματικῷ συμβαλὼν εἰπὲ πρῶτον αὐτῷ, ὅτι, Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγο νεν· ἐκ τίνος ἄρα μοι