Commentarii in Genesim (fragmenta)

 μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀν

 αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων, ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων

 ἀποκρύφους, ἀορά 12.60 τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ

 Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι

 ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω 12.68 χρη

 τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶν δέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε ε

 «Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύναν ται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ' εἰ ἄρα σημαντι κοί. Ἀπὸ τ

 ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεν νωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττ

 ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα 12.84 αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέν

 τῶν ἀστέρων γέγονε, μαθεῖν ἤθελον. Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διε δέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστα τικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸ

 τιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα. Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φ

Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖ νοι, ἔνδοξον μὲν περὶ Θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον, καὶ ψόγον, καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν, τῶν τε κακιῶν ψεκτόν· καί φασιν· Εἰ ἐξ αἰῶνος ἔγνω ὁ Θεὸς τόνδε τινὰ ἀδικήσειν, καὶ τάδε ποιήσειν ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ Θεοῦ, καὶ πάντως ἔσται ἄδικος, ποιήσων τάδε τὰ ἀδικήματα, ὁ τοιοῦτος εἶναι προεωραμένος, καὶ ἀμή χανον μὴ ἀδικήσειν αὐτόν. Εἰ δὲ ἀμήχανον μὴ ἀδική σειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν, 12.64 καὶ ἀδύνατόν ἐστιν ἄλλο τι πρᾶξαι αὐτὸν ἣ ὅπερ ὁ Θεὸς ἔγνω. Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. Ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα· εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν Θεὸν τὰ μέλλοντα προεγνω κέναι τὸ μὴ δύνασθαι τὰ ἐφ' ἡμῖν σώζεσθαι. Πρὸς οὓς λεκτέον, ὅτι, ἐπιβάλλων ὁ Θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομέ νου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὁρῶν, ὅτι, ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται· ἐὰν δὲ γέ νηται τόδε τὸ ἑπόμενον, τόδε ἀκολουθεῖ, οὗ ὑποστάν τος, τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πρα γμάτων ἐπιπορευθεὶς, οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκά στῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. Ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ μὲν ἀμα θίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γί νεται· οὕτω νοητέον τὸν Θεὸν προεωρακότα, ὁποῖος ἔσται ἕκαστος, καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐ τὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε, ἢ κατορθώσει τάδε· καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ 12.65 Θεὸς, ὅταν ἁμαρτάνῃ·) ἀλλὰ παραδοξότερον μὲν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. Οὐ γὰρ ἐπεὶ ἔγνω σται, γίνεται, ἀλλ' ἐπεὶ γίνεσθαι ἔμελλεν, ἔγνωσται. ∆ιαστολῆς δὲ δεῖται. Εἰ μὲν γὰρ τὸ, πάντως ἔσται. οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦ μεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέ σθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. Ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. Οὐκ ἂν δὲ ψό γος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀπο στόλοις γενέσθαι. Ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται, δι' ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· «Μηδὲ γε νηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρ δίᾳ τοῦ θανατῶσαι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσε ται ἀπ' αὐτοῦ.» Εἰ δέ τις διηγήσεται τὸ, πάντως ἔσται, κατὰ τὸ σημαίνειν αὐτὸ, λέγων, ὅτι ἔσται μὲν τάδε τινὰ, ἐνε δέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγ χωροῦμεν. Τὸν μὲν γὰρ Θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι· ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γε νέσθαι, καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. Σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως· Εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν Θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα, ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. Εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸ Θεὸν φρο νῆσαι περὶ αὐτοῦ, ὅτι προδότης ἔσται. Εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προει ρημένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις, ἐνδέχεται καὶ ἑτέρως γενέσθαι. Καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ Θεοῦ, ὅτι Ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ