Commentarii in Genesim (fragmenta)

 μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀν

 αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων, ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων

 ἀποκρύφους, ἀορά 12.60 τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ

 Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι

 ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω 12.68 χρη

 τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶν δέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε ε

 «Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύναν ται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ' εἰ ἄρα σημαντι κοί. Ἀπὸ τ

 ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεν νωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττ

 ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα 12.84 αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέν

 τῶν ἀστέρων γέγονε, μαθεῖν ἤθελον. Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διε δέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστα τικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸ

 τιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα. Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φ

μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀνθρώπων, τάχα δὲ καὶ ἀλόγων ζώων· ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων, μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα, καὶ ἀμήχανον ἄλλως γενέσθαι, ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλ λουσιν. Ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ' ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον, καὶ ψό γον καὶ πράξεις ἀποδεκτὰς, πάλιν τε αὖ ψεκτάς· ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ Θεοῦ κρίσεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτηκότας, ὡς κολασθησομένους, τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείτ τοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐ δὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γενόμενον. Καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ' οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία, ἤ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία, κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς τοῦ Θεοῦ διὰ Χριστοῦ Ἐκκλησίας· εἰ μὴ ἄρα καὶ Χριστὸς κατὰ τοὺς οὕτω τολμῶντας, ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένε 12.53 σιν ἀνειληφέναι γενόμενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. Οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς Θεὸν λέγεσθαι. Πυθοίμεθα δ' ἂν αὐτῶν τί ὁ Θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες, τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γε γενημένοι, ἕτεροι δὲ ἀγρίων ζώων κατάστασιν εἰλη φότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐ τοὺς πεποιηκέναι, διὰ τὸ τὸν Θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδροφονίαις καὶ πειρα τείαις. Καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόν των ἐν ἀνθρώποις, καὶ ἁμαρτανομένων ὑπ' αὐτῶν μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλή ματος, τῷ Θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν; Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ Θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδὲ ὡς βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος· πῶς γὰρ ὁ τοσούτων κατ' αὐτοὺς Πατὴρ, εὐλόγως χρηματίζοι δίκαιος; δεύτερον δὲ περὶ ἑαυτῶν τί ποτε φήσουσιν, ἐξεταστέον· πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται, καὶ ἐν τῷ βίῳ τυγχάνοντες, οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν; Εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχα ρίσατο, καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου Θεοῦ, ὅπερ οὐ βούλονται· εἰ δὲ ἀπο κρινοῦνται, ὅτι ἔξω τῶν νόμων τυγχάνουσι τοῦ δη μιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτω σαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν 12.56 περιστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱ μαρμένῃ, καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου· δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτοῖς οὐδαμῶς δυνήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι· εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέ σθαι, Θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δω ρήσασθαι. Καὶ τί ἐπὶ πλεῖον μηκύνειν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ κατημαξευμένου ἀβασανί στως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; Αὐτ άρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα. Πόθεν δὲ, ἐξετάζοντες τό· «Ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες,» ἐπὶ ταῦτα ἐληλύθαμεν, ἑαυτοὺς ὑπο μνήσωμεν. Οἱ μανθάνοντες περί τινων ἀληθῆ, ἤτοι