Commentarii in Genesim (fragmenta)

 μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀν

 αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων, ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων

 ἀποκρύφους, ἀορά 12.60 τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ

 Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι

 ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω 12.68 χρη

 τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶν δέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε ε

 «Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύναν ται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ' εἰ ἄρα σημαντι κοί. Ἀπὸ τ

 ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεν νωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττ

 ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα 12.84 αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέν

 τῶν ἀστέρων γέγονε, μαθεῖν ἤθελον. Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διε δέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστα τικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸ

 τιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα. Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φ

τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶν δέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν, γενόμενος σχηματισμὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυ θότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους. Πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων 12.72 πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται τὰ περὶ τοὺς ἀνθρώπους. Ἐπαγγέλλονται γὰρ, τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀν θρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανω μένων κατὰ κάθετον, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου, ἢ τῶν ἐν αὐτῇ λεπτῶν, καὶ ποῖος ἀστὴρ ζω διακοῦ, κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζον τος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανή ματος. Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖ νος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένου, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων· τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων· τὰ δ' αὐτὰ καὶ περὶ τῆς μητρὸς, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν, ὅτι οὐχ οὕτως ἔχει· πευσώμεθα τοίνυν τῶν ὑπολαμ βανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχη ματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύ τερα. Εἰ γὰρ τοῦτο ἀμήχανον καθ' ὃ δὴ ὅτι εὑ ρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου μὴ ἀληθὲς, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑ τωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα, πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. Εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον. Ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γνώσεως αἰτίους γεγονέναι· τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον· τὰ μέντοι μέλ λοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ 12.73 τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν, τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι, ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ ση μαινόντων μόνον· μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν, εὐγνωμόνως συγκαταθήσονται, μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ', ὡς προειρήκαμεν, εἰ ἄρα σημαίνεσθαι, ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, ἀλλ' ἀπὸ τοῦ νοῦ τοῦ Θεοῦ, διά τινος λόγου προφητικοῦ. Ὥσπερ γὰρ προαπεδείξαμεν, ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ' ἡμῖν λόγον τὸ τὸν Θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ Θεὸς εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφ' ἡμῖν· ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν Θεοῦ, περιέχειν τὰ μέλλοντα. ∆ιόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ· «Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.» Τάχα δὲ καὶ τὸ, «Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον,» τοὺς λόγους τοὺς περιεχομέ νους, σημαντικοὺς τῶν ἐσομένων, δηλοῖ ἀπαρτισθη σομένους, καὶ ἵν' οὕτως εἴπω, πληρωθησομένους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκ βεβηκέναι. Καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνήν· «Ἔστωσαν εἰς σημεῖα.» Ὁ δὲ Ἱερεμίας, ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς, καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νο μιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανο μένοις ἐκεῖθεν ἔρχεσθαι, φησίν·