1

 2

 3

 4

 5

5

τοίνυν τὸ χάρισμα τοῖς προφήταις ὑποτέτακται, πῶς οὐκ ἄτοπον ὑμᾶς μὴ ὑποτάσσεσθαι τῷ κοινῇ συμφέροντι, ἵνα ὅταν ᾖ καιρὸς σιωπῆς, σιωπᾶτε. 442 1 kor 15,5 Λέγομεν ἢ γραφικόν ἐστι σφάλμα, ἢ ὅτι τῷ προγνωστικῷ ὀφθαλμῷ ὁ κύριος εἰδὼς ὅτι συγκαταριθμηθήσεται τοῖς ἕνδεκα, ὤφθη καὶ αὐτῷ, ἵνα μηδὲ ἐν τούτῳ ἔλαττον ἔχῃ τῶν λοιπῶν ἀποστόλων. τοιοῦτόν τι παραδηλοῖ καὶ ὁ Ἰωάννης· μηδαμοῦ μὲν λέγων ὅτι ὤφθη τοῖς ἕνδεκα, ἀλλὰ καὶ περὶ τοῦ Θωμᾶ διαλεγόμενος εἶπεν· Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα· μᾶλλον γὰρ ἂν εἴποιμεν, ὅτι τὸν Ματθίαν συνέταξε κατὰ πρόγνωσιν τοῖς λοιποῖς ἀποστόλοις, ἢ τὸν Ἰούδαν μετὰ τὴν προδοσίαν καὶ τὴν ἀγχόνην. 1 kor 15,24 ∆ιὰ τὸ αἴτιον οὕτως εἶπεν. 1 kor 15,25 Ὅμοιόν φησιν ὁ ∆αυίδ· καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. τότε γὰρ παρέρχεται, ὅταν αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι καταργηθῶσι καὶ ἀνενέργητοι μείνωσιν. 1 kor 15,27 Καὶ δίκαιος ὁ φόβος· πρὸς γὰρ ἄνδρας ἀπὸ Ἑλλήνων πιστεύσαντας ἔγραφεν, οἳ δοξάζουσι τὸν ∆ία ἐπαναστάντα τῷ οἰκείῳ πατρὶ ἐξεῶσαι αὐτὸν τῆς βασιλείας. δέος οὖν ἦν, μή τι τοιοῦτον καὶ παρ' ἡμῖν ὑποπτεύσωσιν. 1 kor 15,28 Οἰκειοποιεῖται γὰρ τὰ τοῦ υἱοῦ ὡς πατήρ, καὶ πᾶν ὅπερ δύναται ὁ υἱός, τοῦτο εἰς τὸν πατέρα ἀνάγεται· αὐτὸς γὰρ αὐτῷ αἴτιος τοῦ δύνασθαι, ὁ γεννήσας αὐτὸν ἀχρόνως. 1 kor 15,32 Ἢ οὕτως· εἰ μὴ διὰ τὴν ἐσομένην ἐλπίδα καὶ ἀντίδοσιν ἐθηριομάχησα, ἀλλὰ διὰ δόξαν ἀνθρωπίνην, τί ὠφέλημαι; θηριομαχῆσαι δὲ καλεῖ τὸ πρὸς τοὺς Ἰουδαίους σχεῖν, τὸ πρὸς ∆ημήτριον τὸν ἀργυροκόπον· τί γὰρ οὗτοι θηρίων διέφερον; 443 1 kor 15,44 Ὁ δὲ Χριστὸς πνευματικὸν ἔσχε σῶμα, ὅλην δεξάμενον τοῦ ἁγίου πνεύματος τὴν παρουσίαν. καὶ δηλοῖ μείνασα ἐπ' αὐτὸν ἡ περιστερά. καθὸ γάρ ἐστι καὶ νοεῖται ἄνθρωπος ὁ κύριος, ἔσχε τὴν τοῦ παρακλήτου ἐνέργειαν, καίτοι ἰδίου αὐτοῦ ὄντος τοῦ πνεύματος, οὐ καθό ἐστι καὶ νοεῖται θεός. σημείωσαι δὲ καὶ ζωοποιὸν τὸ πνεῦμα ὑπάρχον. καίτοι τῆς ἀκολουθίας ἀπαιτούσης εἰπεῖν εἰς πνεῦμα ζῶν, αὐτὸς εἶπε ζωοποιόν. Ἀναλόγως οὖν καὶ ψυχικὸν κληθὲν σῶμα τὸ ψυχῇ καὶ οὐ πνεύματι ἁγίῳ διοικούμενον. 1 kor 15,52 Ἆρα μὴ ἔνι καὶ οὕτω νοῆσαι; μικρὰ δὲ προαφηγητέον τοῦ νοήματος· φησὶν ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει τὸ τέλος τοῖς ἀνθρώποις μὴ ὑφ' ἓν πᾶσιν ἐπάγεσθαι, ἀλλὰ κατὰ μέρος αὐτοῖς ἐπάγεσθαι ἐλέῳ θεοῦ, ἵνα τῶν πρώτων ἀπολλυμένων οἱ ὑπολιμπανόμενοι τῷ φόβῳ τῶν προαναλωθέντων εἰς μετάνοιαν ἔλθωσιν· λέγει δὲ τὸ δόγμα τοῦτο ἐν τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος τοῦ βιβλίου. ὧν οὕτως ἐχόντων νοήσεις τὸ ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ κατὰ κοινοῦ εἰρῆσθαι, καὶ πρὸς τὰ δύο ἁρμόζειν, ἵνα ᾖ οὕτως· πάντες μὲν οὐ κοιμηθησόμεθα, οἷον ἀποθανούμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ διὰ τὸ κατὰ μέρος ἐπάγεσθαι τὸ τέλος, κατὰ τὸν λόγον τῆς Ἀποκαλύψεως, πάντες μέντοι ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· αἱ μὲν γὰρ πρῶται σάλπιγγες, ἑπτὰ οὖσαι κατὰ τὴν Ἀποκάλυψιν, οὐκ ἐγείρουσι τοὺς νεκρούς, ἀλλὰ συντελοῦσι τοὺς ἀνθρώπους, ἡ δὲ τελευταία ποιεῖ τήν τε ἔγερσιν καὶ τὴν ἐναλλαγὴν τῶν ἤδη ἀναστάντων ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ σὺν τῇ κτίσει· καὶ γὰρ καὶ ἡ κτίσις ἀπαλλαγήσεται τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ, καθὼς ἐν τῇ πρὸς Ῥωμαίους εἴρηται.